And in truth it does seem to me absurd that statuaries and carvers, or painters, or moulders, should both design and paint, and carve, and mould, and prepare gods, who, when they are produced by the artificers, are reckoned of no value; but as soon as they are purchased25 The translation here follows the Hamburg editor, others read, “If Father, I say everything.” The words “by some and placed in” are omitted in some editions, but occur in the best mss. by some and placed in some so-called temple, or in some house, not only do those who bought them sacrifice to them, but also those who made and sold them come with much devotion, and apparatus of sacrifice, and libations, to worship them; and they reckon them gods, not seeing that they are just such as when they were made by themselves, whether stone, or brass, or wood, or colour, or some other material. And this is your case, too, when you read the histories and genealogies of the so-called gods. For when you read of their births, you think of them as men, but afterwards you call them gods, and worship them, not reflecting nor understanding that, when born, they are exactly such beings as ye read of before.
Καὶ γὰρ γέλοιόν μοι δοκεῖ λιθοξόους μὲν καὶ πλάστας ἢ ζωγράφους ἢ χωνευτὰς πλάσσειν τε καὶ γράφειν καὶ γλύφειν καὶ χωνεύειν καὶ θεοὺς κατασκευάζειν, οἵ, ἔπαν γένωνται ὑπὸ τῶν τεχνιτῶν, οὐδὲν αὐτοὺς ἡγοῦνται· ὅταν δὲ ἀγορασθῶσιν ὑπό τινων καὶ ἀνατεθῶσιν εἰς ναὸν καλούμενον ἢ οἶκόν τινα, τούτοις οὐ μόνον θύουσιν οἱ ὠνησάμενοι, ἀλλὰ καὶ οἱ ποιήσαντες καὶ πωλήσαντες ἔρχονται μετὰ σπουδῆς καὶ παρατάξεως θυσιῶν τε καὶ σπονδῶν εἰς τὸ προσκυνεῖν αὐτοῖς καὶ ἡγοῦνται θεοὺς αὐτούς, οὐκ εἰδότες ὅτι τοιοῦτοί εἰσιν ὁποῖοι καὶ ὅτε ἐγένοντο ὑπ' αὐτῶν ἤτοι λίθος ἢ χαλκός, ἢ ξύλον ἢ χρῶμα, ἢ καὶ ἑτέρα τις ὕλη. Τοῦτο δὴ καὶ ὑμῖν συμβέβηκεν τοῖς ἀναγινώσκουσι τὰς ἱστορίας καὶ γενεαλογίας τῶν λεγομένων θεῶν. ὁπόταν γὰρ ἐπιτυγχάνετε ταῖς γενέσεσιν αὐτῶν, ὡς ἀνθρώπους αὐτοὺς νοεῖτε· ὕστερον δὲ θεοὺς προσαγορεύετε καὶ θρησκεύετε αὐτοῖς, οὐκ ἐφιστάνοντες οὐδὲ συνιέντες ὅτι οἵους αὐτοὺς ἀνέγνωτε γεγονέναι τοιοῦτοι καὶ ἐγεννήθησαν.