Letter II. Translation absent.
Letter V.— To the City of Sebasteia .
Letter XI. To a Student of the Classics .
Letter XV.— On his work against Eunomius .
Letter XVI. Translation absent.
Letter XVII.— To the Church at Nicomedia .
Letter XVIII.— To the Bishop of Melitene .
Letter XIX. Translation absent.
Letter XX.— To Adelphius the Lawyer .
Letter XXI. Translation absent.
Letter XXII. Translation absent.
Letter XXIII. Translation absent.
Letter XXIV. Translation absent.
Letter XXV.— To Amphilochius .
Letter XXVI. Translation absent.
Letter XXVII. Translation absent.
Letter XIX. Translation absent.
[19] Πρός τινα Ἰωάννην περί τινων ὑποθέσεων καὶ περὶ τῆς διαγωγῆς καὶ καταστάσεως τῆς τοιαύτης ἀδελφῆς αὐτοῦ Μακρίνης Οἶδά τινα τῶν ζωγράφων φιλοτιμίαν ἀνόνητον χαρίζεσθαι μέν τι καὶ τοῖς εἰδεχθεστέροις τῶν φίλων ἐν τῷ μεταγράφειν τὴν μορφὴν εἰς εἰκόνα προθυμουμένων, ἐναντίον δέ τι ποιούντων ἢ βούλονται: ἐν οἷς γὰρ διορθοῦνται δῆθεν τῇ μιμήσει τὴν φύσιν τοῖς εὐανθεστέροις τῶν χρωμάτων τὸ τῆς μορφῆς ἀηδὲς ἐπὶ τοῦ πίνακος κρύψαντες, τὸν χαρακτῆρα παραλλάττουσιν, καὶ ἡ πρόθεσις τοῦ τιμᾶν τὸν φίλον διὰ τῆς πρὸς τὸ κρεῖττον μιμήσεως ἀφορμὴ γίνεται τοῦ μηδ' ὅλως αὐτὸν ἐν τῇ εἰκόνι βλέπειν τὸν φίλον. ὡς οὖν ἐπ' ἐκείνων κέρδος οὐκ ἔστιν οὐδὲν κόμη ξανθὴ καὶ βαθεῖα ἐπικυρτουμένη τῷ μετώπῳ καὶ περιστίλβουσα καὶ τὸ ἐπὶ τοῦ χείλους ἄνθος καὶ τὸ ἐπὶ τῆς παρειᾶς ἐρύθημα βλεφάρων τε κύκλος καὶ ἀκτὶς ὀμμάτων καὶ ὀφρύες ἐν τῷ μέλανι στίλβουσαι καὶ ἐπιλάμπον τῇ ὀφρύι τὸ μέτωπον, καὶ εἴ τι ἄλλο τοιοῦτο τὴν τῆς μορφῆς ὥραν συναπεργάζεται_ἐὰν γὰρ μὴ παρὰ τῆς φύσεως ἔχῃ ταῦτα ὁ τῷ ζωγράφῳ προτεθεὶς εἰς τὴν μίμησιν, οὐδὲν ἀπώνατο τῆς τοιαύτης φιλανθρωπίας, ἀλλ' ὁ μὲν πίναξ ἡδύ τι καὶ περιηνθισμένον τὸ διὰ τῆς ζωγραφίας πρόσωπον ἔδειξεν, ἐλέγχει δὲ τὸ περιττὸν τῆς φιλοτιμίας ἄλλο δεικνύμενον τοῦ φίλου τὸ πρόσωπον_, κατὰ τὸν αὐτὸν τρόπον, δοκεῖ μοι, καὶ εἴ τις ὑπὸ φιλίας ἐπαίνων ὑπερβολὰς τῷ ἀγαπωμένῳ χαρίζοιτο καὶ ἀναπλάσσοι τῷ λόγῳ μὴ οἷός ἐστιν, ἀλλ' οἷον εἶναι προσήκει τὸν ἐν παντὶ τὸ τέλειον ἔχοντα, τῷ μὲν λόγῳ τὸν ὀρθὸν βίον ἀνετυπώσατο, τὸν δὲ φίλον οὐ μᾶλλον ἐσέμνυνε ταῖς τῶν ἐπαίνων ὑπερβολαῖς ἢ διήλεγξεν ἀντιφθεγγόμενον διὰ τοῦ βίου τῷ λόγῳ καὶ ἄλλον δεικνύμενον ἢ οἷος νομίζεται. τί οὖν ὁ λόγος μοι βούλεται; εἶδον ἐν τοῖς γράμμασι τῆς ἀγάπης σου οἷον ἀνδριάντα τινὰ πρὸς τὸ ἀκρότατον ἀπηκριβωμένον, ᾧ ὄνομα ἦν ἐγώ, ἐμὲ γὰρ ἐδήλου τὸ γράμμα: ἀλλ' ἐπειδὴ ὥσπερ ἐν κατόπτρῳ τῷ βίῳ ἐγὼ τῷ ἐμαυτοῦ κατὰ πᾶσαν ἀκρίβειαν ἐνιδών, ἐμαυτὸν ἔγνων πάμπολυ κεχωρισμένον τῆς διὰ τοῦ λόγου γραφῆς, σὲ μὲν ἀπεδεξάμην καὶ διὰ τούτων τὸ φιλάγαθον δείξαντα: δι' ὧν γὰρ τοιοῦτον εἶναι νομίσας ἔπειτα τοσοῦτον ἠγάπησας, ἐναργεστάτην ἀπόδειξιν τῆς τῶν τρόπων σου πεποίησαι δεξιότητος ὡς οὐδεμίαν ἄλλην [ἔχων] τοῦ ἀγαπᾶν ἀφορμὴν πλὴν τὴν ἀρετὴν μόνην, ἧς καὶ ἡμῖν τι μετεῖναι νομίζων ἐν τοῖς γνησιωτάτοις τῶν φίλων ἔσχες: *** δι' ὃ καλῶς ἔχειν ᾠήθην δι' ἐμαυτοῦ μᾶλλον τὰ ἐμαυτοῦ γινώσκειν ἢ ταῖς ἑτέρων μαρτυρίαις παράγεσθαι, κἂν ἐν τοῖς ἄλλοις πᾶσιν ἀληθεῖς ὦσιν οἱ μάρτυρες: τοῦτο γὰρ καὶ ὁ παροιμιώδης λόγος παρεγγυᾷ, ἑαυτῶν ἐπιγνώμονας γίνεσθαι τοὺς μέλλοντας κατὰ τὸν ἔξωθεν λόγον ἑαυτοὺς γινώσκειν.
Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον, ὡς ἂν μὴ δοκοίην αὐτῷ τῷ παραιτεῖσθαι τὸν ἔπαινον τῶν ἐπαίνων κατειρωνεύεσθαι: ἐπειδὴ δὲ διεκελεύσω λόγους τινὰς περὶ τῶν ἐν ἡμῖν ζητουμένων πονήσαντα ὠφελῆσαί τι τὸ κοινὸν διὰ τῆς τοιαύτης σπουδῆς, γίνωσκε νῦν σχολῆς ἡμᾶς τοσοῦτον μετεσχηκέναι, ὅσον μικροῦ δεῖν ἐκεῖνος περὶ οὗ φησί τις τῶν προφητῶν ὅτι συμπλακεὶς λέοντι καὶ μόγις διεκδὺς τὸ χάσμα καὶ τὴν τῶν ὀνύχων ἀκμήν, καθ' ὃ μέρος ᾤετο φεύγειν, ἔλαθε κατὰ στόμα τῆς ἄρκτου γινόμενος, εἶτα διαδρὰς σὺν ἀγῶνι πολλῷ καὶ τοῦτον τὸν κίνδυνον καὶ πρὸς τὸν τοῖχον ἑαυτὸν ἀναπαύων ἐνέδρᾳ καὶ δήγματι ὄφεως συνηνέχθη: τοιαύτη τις γέγονε τῶν συμπεπτωκότων ἡμῖν ἀνιαρῶν ἡ συνέχεια καὶ οὕτως ἐπάλληλοι τῶν λυπηρῶν αἱ διαδοχαί, ἀεὶ ταῖς ὑπερβολαῖς τῶν ἐπιγινομένων μικρὰ τὰ φθάσαντα δοκεῖν εἶναι παρασκευάζουσαι. εἰ δὲ μὴ φορτικόν ἐστι λύπην τοῖς ἀγαπῶσι χαρίσασθαι σκυθρωποῖς διηγήμασιν, ἐκθήσομαί σοι δι' ὀλίγου τὴν κακὴν ἱστορίαν.
Ἦν ἡμῖν ἀδελφὴ τοῦ βίου διδάσκαλος, ἡ μετὰ τὴν μητέρα μήτηρ, τοσαύτην ἔχουσα τὴν πρὸς τὸν θεὸν παρρησίαν ὥστε πύργον ἡμῖν ἰσχύος εἶναι καὶ ὅπλον εὐδοκίας, καθώς φησιν ἡ γραφή, καὶ πόλιν περιοχῆς καὶ πᾶν ἀσφαλείας ὄνομα διὰ τὴν προσοῦσαν ἐκ τοῦ βίου αὐτῇ πρὸς τὸν θεὸν παρρησίαν. ᾤκει δὲ τοῦ Πόντου τὰ ἔσχατα, τοῦ βίου τῶν ἀνθρώπων ἑαυτὴν ἐξοικίσασα: χορὸς ἦν περὶ αὐτὴν παρθένων πολύς, ἃς αὐτὴ διὰ τῶν πνευματικῶν ὠδίνων γεννήσασα καὶ εἰς τελείωσιν διὰ πάσης ἐπιμελείας προάγουσα, τὴν τῶν ἀγγέλων ἐμιμεῖτο ζωὴν ἐν ἀνθρωπίνῳ τῷ σώματι. οὐκ ἦν διάκρισις ἐν αὐτῇ νυκτὸς καὶ ἡμέρας, ἀλλὰ καὶ νὺξ ἐνεργὸς ἐν τοῖς τοῦ φωτὸς ἔργοις ἐδείκνυτο καὶ ἡμέρα τὴν νυκτερινὴν ἡσυχίαν τῷ ἀταράχῳ τῆς ζωῆς ὑπεκρίνετο: φωνῆεν ἦν αὐτῇ διὰ παντὸς τοῦ χρόνου τὸ οἴκημα νυκτὸς καὶ ἡμέρας ταῖς ψαλμῳδίαις περιηχούμενον. εἶδες ἂν πρᾶγμα καὶ ὀφθαλμοῖς ἀπιστούμενον, σάρκα μὴ ζητοῦσαν τὰ ἴδια, γαστέρα, καθάπερ ἐπὶ τῆς ἀναστάσεως ὑποπτεύομεν, πρὸς τὰς οἰκείας ὁρμὰς κατηργημένην, δακρύων λιβάδας πρὸς τὸ τῆς πόσεως μέτρον ἐξησκημένας, στόμα μελετῶν δι' ὅλου τὸν νόμον, ἀκοὴν τοῖς θείοις σχολάζουσαν, χεῖρα πρὸς τὰς ἐντολὰς ἀεικίνητον: καὶ πῶς ἄν τις ὑπ' ὄψιν ἀγάγοι πρᾶγμα ὑπερβαῖνον τὴν διὰ τῶν λόγων γραφήν;
Ἐπειδὴ τοίνυν ἐπέστην παρ' ὑμῶν τοῖς Καππαδόκαις, εὐθύς τις ἡμᾶς ἀκοὴ περὶ αὐτῆς διετάραξε: δέκα δὲ ἦν ἡμερῶν ἡ διὰ τοῦ μέσου ὁδός, καὶ ταύτην πᾶσαν διὰ τῆς ἐνδεχομένης ἐπείξεως διανύσας γίνομαι κατὰ τὸν Πόντον καὶ εἶδον καὶ ὤφθην: ἀλλ' ὥσπερ εἴ τις διὰ μεσημβρίας ὁδεύων καὶ καταφρυγεὶς τῷ ἡλίῳ τὸ σῶμα, ἐπί τινα κρήνην ἀναδραμών, πρὶν ἐπιψαῦσαι τοῦ ὕδατος, πρὶν καταψῦξαι τὴν γλῶσσαν, ἀθρόως αὐτῷ τῆς πηγῆς ὑποξηρανθείσης κόνιν εὕροι τὸ ὕδωρ γενόμενον, οὕτω καὶ αὐτός, ἐνιαυτῷ δεκάτῳ τὴν ἀντὶ μητρός μοι καὶ διδασκάλου καὶ παντὸς ἀγαθοῦ ποθουμένην ἰδών, πρὶν ἀποπληρῶσαι τὸν πόθον, ἡμέρᾳ τρίτῃ κηδεύσας ὑπέστρεφον. ταῦτά μοι τῆς πατρίδος μετὰ τὴν ἐπάνοδόν μου τὴν ἐξ Ἀντιοχείας τὰ εἰσιτήρια. εἶτά μοι, πρὶν καταπεφθῆναι τὴν συμφοράν, οἱ πρόσχωροι τῆς ἐμῆς ἐκκλησίας Γαλάται, τὸ σύνηθες αὐτοῖς περὶ τὰς αἱρέσεις ἀρρώστημα πολλαχοῦ τῆς ἐμῆς ἐκκλησίας κατὰ τὸ λεληθὸς ὑποσπείραντες, ἀγῶνα παρέσχον οὐ μικρόν, ὥστε πανταχοῦ διὰ θεὸν μόγις ἐξισχῦσαι περιγενέσθαι τοῦ πάθους. εἶτα ἐπὶ τούτοις ἄλλα: Ἴβωρα πόλις ἐστὶν [ἐν] τοῖς ὁρίοις τοῦ Πόντου κατῳκισμένη, ἔχουσα πρὸς ἡμᾶς ἐξ ἀρχαίου καὶ πρὸς τὴν ὑγιαίνουσαν πίστιν ἐπιρρεπῶς: καὶ τοῦ ἐπισκοποῦντος αὐτὴν προσφάτως ὑπεξελθόντος τὸν βίον, πανδημεὶ πρὸς ἡμᾶς ἐπρεσβεύσαντο μὴ περιιδεῖν αὐτὴν ἔκδοτον ταῖς χερσὶ τῶν ἐναντίων σπαρασσομένην. δάκρυα, προσπτώσεις, οἰμωγαί, ἱκετηρίαι, πάντα τὰ τοιαῦτα, δι' ὧν ἐγίνετο ἡμῖν ἡ τῶν παρόντων κακῶν ἀκολουθία. ἐπειδὴ γὰρ ἐγενόμεθα κατὰ τὸν Πόντον καὶ κατὰ τὸν προσήκοντα τύπον τῆς παρ' αὐτοῖς ἐκκλησίας ἐπεμελήθημεν συνεργίᾳ θεοῦ, εὐθὺς ἡμᾶς ἐπὶ τοῦ τόπου καταλαμβάνουσιν ὁμοιότροποι πρεσβεῖαι παρὰ τοῦ πλήθους τῶν Σεβαστηνῶν φθάσαι τὴν τῶν αἱρετικῶν ἐπιδρομὴν ἀξιούντων. τὰ δὲ ἐπὶ τούτοις σιωπῆς ἄξια καὶ στεναγμῶν ἀλαλήτων καὶ κατηφείας διηνεκοῦς καὶ πένθους τὴν ἐκ τοῦ χρόνου λύσιν οὐκ ἀναμένοντος: τὰ μὲν γὰρ λοιπὰ τῶν κακῶν τῷ προσεθισμῷ ῥᾷον οἱ ἄνθρωποι φέρουσι, τὰ δὲ ἐνταῦθα προϊόντι τῷ χρόνῳ ταῖς ἐφευρέσεσι τῶν ἀηδεστέρων συναύξεται.
Ἀλλὰ γὰρ κατὰ τὴν ἀκολουθίαν γίνομαι μετὰ τῶν λοιπῶν ἐπισκόπων τῶν εἰς αὐτὸ τοῦτο συγκεκλημένων ὡς ψήφους ὑπὲρ χειροτονίας δεξόμενος, ἡ ψῆφος δὲ ἤμην ἐγὼ καὶ ἠγνόουν ὁ δείλαιος τοῖς ἐμαυτοῦ πτεροῖς ἁλισκόμενος. στάσεις ἐπὶ τούτοις, ἀνάγκαι, δάκρυα, προσπτώσεις, φυλακαί, τάγμα στρατιωτικὸν καὶ αὐτὸς ὁ ἐπιτεταγμένος αὐτοῖς κόμης καθ' ἡμῶν στρατηγῶν καὶ τὴν τοῦ ἡγεμόνος δυναστείαν ἐφ' ἡμᾶς κινῶν καὶ πᾶσαν ἀφορμὴν πρὸς τὴν τυραννίδα τὴν καθ' ἡμῶν συναγείρων, ἕως ἐναφῆκεν ἡμᾶς τοῖς Βαβυλωνίοις κακοῖς *** παρ' οἷς τοσαύτη τις γέγονεν ἡ περὶ τὴν πίστιν τῶν ἀνθρώπων ἐκ παλαιῶν χρόνων διαφορά, ὥστε αὐτοῖς ἐνσκιρωθῆναι τὴν νόσον καὶ δυσδιάλυτον εἶναι, καὶ μάχεσθαι πρὸς τοὺς θεραπεύειν ἐπιχειροῦντας τὸ πάθος. ἀμαθεῖς δὲ ἄλλως ὄντες καὶ τὴν γλῶσσαν πλέον ἢ βάρβαροι δασεῖς τε τὴν φωνὴν καὶ θηριώδεις τὴν δίαιταν, κατὰ τὰ δολερὰ τῶν θηρίων τὴν πρὸς τὸ κακὸν εὐμηχανίαν οὕτως ἐξήσκηνται, ὡς μηδὲν αὐτοῖς εἶναι τὸν Ἀρχιμήδην, μᾶλλον δὲ Σίσυφον ἢ Κερκυόνα ἢ Σκείρωνα ἢ εἴ τινας τοιούτους ἄλλους ἐν ταῖς ἱστορίαις ἀκούομεν, τὸ μὲν γὰρ ψεῦδος πάσης ἀληθείας ἐστὶν αὐτοῖς ἑτοιμότερον: οὕτω δὲ ἐπιθαρσοῦσιν ὑπ' ἀναισχυντίας τῷ ψεύδεσθαι ὡς οὐδὲ τῷ ἀληθεύειν οἱ περὶ τοῦτο σφοδροί, καὶ τὸ ἐλεγχθῆναι παρ' αὐτοῖς ἐπὶ τοῖς μεγίστοις κακοῖς ἀφορμὴ τῆς παρὰ τοῖς πολλοῖς εὐδοκιμήσεως γίνεται, ὕβρις τε καὶ τραχύτης καὶ ἀναισθησία καὶ ἡ τῶν λεγομένων δυσωδία πολιτισμὸς εἶναι καί τις τοιαύτη φιλοκαλία νομίζεται.
Ταῦτά σοι ἀπὸ πολλῶν ὀλίγα, φεύγοντες τὴν ἀμετρίαν τῆς ἐπιστολῆς, ἐξεθέμεθα, ὡς ἂν μὴ ῥᾳθυμίαν ἡμῶν καταγινώσκοις τὸ λογογραφεῖν ἐπὶ τοῦ παρόντος παραιτουμένων: τὸν γὰρ ἐν τούτοις ὄντα πῶς ἐστι δυνατὸν καὶ τὸ ἴδιον ὄνομα διὰ στόματος ἐν εὐκολίᾳ φέρειν; ἀλλ' εἴ σοι πάντως καταθύμιόν ἐστιν ἐν τούτοις ἡμᾶς ἀσχοληθῆναί ποτε, χρῆσον ἡμῖν σεαυτὸν μάλιστα καὶ τοῦ συναγαγεῖν χρόνον, ἐὰν μή σε πλέον τῆς ἡμετέρας ἀγάπης ὁ λωτὸς καταγλυκαίνῃ τῆς πόλεως: εἰ δέ σε κρατοίη τὰ καθ' ὑμᾶς (ἀκούω γὰρ ἔχεσθαί σου πᾶσαν ἐκκλησίαν), ἱκανῶς ἡμῖν συμμαχήσεις λύσιν τινὰ τῶν κακῶν παρὰ τοῦ θεοῦ γενέσθαι ἡμῖν ἐπευξάμενος: καὶ τάχα, θεοῦ διδόντος, εἴποτε τύχοιμεν τοιαύτης σχολῆς, οὐκ ἀσυντελεῖς τῷ κοινῷ λογισόμεθα.