[What is the Dignity of a Bishop and of a Deacon.]
XXIX. For if Aaron, because he declared to Pharaoh the words of God from Moses, is called a prophet; and Moses himself is called a god to Pharaoh, on account of his being at once a king and a high priest, as God says to him, “I have made thee a god to Pharaoh, and Aaron thy brother shall be thy prophet;” 156 Ex. vii. 1. why do not ye also esteem the mediators of the word to be prophets, and reverence them as gods?
[29] Εἰ γὰρ Ἀαρών, ἐπειδὴ ἤγγελλεν τῷ Φαραὼ παρὰ Μωϋσέως τοὺς λόγους, προφήτης εἴρηται, Μωϋσῆς δὲ θεὸς τοῦ Φαραὼ ὡς βασιλεὺς καὶ ἀρχιερεύς, ὥς φησιν ὁ Θεὸς πρὸς αὐτόν: »Θεὸν τέθεικά σε τῷ Φαραώ, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σου προφήτης«, διατί μὴ καὶ ὑμεῖς τοὺς μεσίτας ὑμῶν τοῦ λόγου προφήτας εἶναι νομίσητε καὶ ὡς θεοὺς σεβασθήσεσθε;