Letter XXII. Translation absent.
[22] Τοῖς ἐπισκόποις Τρεῖς ἦσαν ἡμέραι αἱ τὸν προφήτην ἐν τῷ κήτει κατέχουσαι, ἀλλ' ὅμως ὁ Ἰωνᾶς ἠκηδίασεν: ἐγὼ δὲ τοσοῦτον χρόνον ἔχω ἐν τοῖς ἀμετανοήτοις Νινευΐταις, ἐν τοῖς σπλάγχνοις τοῦ θηρίου κρατούμενος, καὶ οὔπω ἐξεμηθῆναι τῆς ἀχανοῦς ταύτης φάρυγγος ἠδυνήθην. εὔξασθε οὖν τῷ κυρίῳ τελειωθῆναι τὴν χάριν, ἵνα ἔλθῃ τὸ πρόσταγμα τὸ τῆς συνοχῆς ταύτης ῥυόμενον καὶ καταλάβω τὴν ἐμαυτοῦ σκηνὴν καὶ ὑπ' αὐτὴν ἀναπαύσωμαι.