ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΠΙΣΤΟΛΗ ΕΙΣ ΤΟΝ ΒΙΟΝ ΤΗΣ ΟΣΙΑΣ ΜΑΚΡΙΝΗΣ Τὸ μὲν εἶδος τοῦ βιβλίου ὅσον ἐν τῷ τῆς προγραφῆς τύπῳ ἐπιστολὴ εἶναι δοκεῖ, τὸ δὲ

 Μακρίνα ἦν ὄνομα τῇ παρθένῳ, εὐδόκιμος δέ τις πάλαι κατὰ τὸ γένος ἦν ἡ Μακρίνα, μήτηρ τοῦ πατρὸς ἡμῶν γεγενημένη, ταῖς ὑπὲρ Χριστοῦ ὁμολογίαις τῷ καιρ

 Καὶ ἐπειδὴ παρῆν ὁ καιρός, καθ' ὃν ἔδει λυθῆναι τὴν ὠδῖνα τῷ τόκῳ, εἰς ὕπνον καταπεσοῦσα φέρειν ἐδόκει διὰ χειρὸς τὸ ἔτι ὑπὸ τῶν σπλάγχνων περιεχόμενο

 Τρέφεται τοίνυν τὸ παιδίον, οὔσης μὲν αὐτῷ καὶ τιθηνοῦ ἰδίας, τὰ δὲ πολλὰ τῆς μητρὸς ἐν ταῖς χερσὶ ταῖς ἰδίαις τιθηνουμένης. Ὑπερβᾶσα δὲ τὴν τῶν νηπίω

 Τούτοις συναυξανομένη καὶ τοῖς τοιούτοις ἐπιτηδεύμασι καὶ τὴν χεῖρα πρὸς τὴν ἐριουργίαν διαφερόντως ἀσκήσασα πρόεισιν εἰς δωδέκατον ἔτος, ἐν ᾧ μάλιστα

 Ὁ δὲ φθόνος ἐπικόπτει τὰς χρηστοτέρας ἐλπίδας ἀναρπάσας αὐτὸν ἐκ τῆς ζωῆς ἐν ἐλεεινῇ τῇ νεότητι.Οὐκ ἠγνόει δὲ τὰ τῷ πατρὶ δεδογμένα ἡ κόρη: ἀλλ' ἐπειδ

 Τοῖς τοιούτοις λόγοις ἀπωθουμένη τοὺς παραπείθειν ἐπιχειροῦντας ἓν ἐδοκίμασεν ἑαυτῇ τῆς ἀγαθῆς κρίσεως φυλακτήριον, τὸ μηδέποτε τῆς ἰδίας μητρὸς μηδὲ

 Καὶ ἐπειδὴ τὸ κατὰ τὰς ἀδελφὰς πρὸς τὸ δοκοῦν ἑκάστῃ μετ' εὐσχημοσύνης ἡ μήτηρ ᾠκονομήσατο, ἐπάνεισιν ἐν τούτῳ τῶν παιδευτηρίων πολλῷ χρόνῳ προασκηθεὶ

 Ἦν τῶν τεσσάρων ἀδελφῶν ὁ δεύτερος μετὰ τὸν μέγαν Βασίλειον, Ναυκράτιος ὄνομα αὐτῷ, φύσεως εὐκληρίᾳ καὶ σώματος κάλλει καὶ ῥώμῃ καὶ τάχει καὶ τῇ πρὸς

 Εἶτα βαρύ τι καὶ τραγικὸν πάθος ἐξ ἐπιβουλῆς, οἶμαι, τοῦ ἀντικειμένου τῇ μητρὶ συνηνέχθη, ὃ παντὶ τῷ γένει πρὸς συμφοράν τε καὶ πένθος ἐπήρκεσεν. Αἰφν

 Ἐν τούτῳ διεφάνη τῆς μεγάλης Μακρίνης ἡ ἀρετή, ὅπως τῷ πάθει τὸν λογισμὸν ἀντιστήσασα ἑαυτήν τε ἄπτωτον διεφύλαξε καὶ τῆς μητρικῆς ἀσθενείας ἔρεισμα γ

 Ἐπεὶ οὖν ἐπαύσατο τῇ μητρὶ ἥ τε τῆς παιδοτροφίας φροντὶς καὶ ἡ τῆς παιδεύσεώς τε καὶ καταστάσεως τῶν τέκνων μέριμνα καὶ αἱ πλείους τῆς ὑλωδεστέρας ζωῆ

 Ἦν δὲ αὐτῇ ὁ μάλιστα πρὸς τὸν μέγαν τοῦτον τοῦ βίου σκοπὸν ὑπηρετῶν ἀδελφός τις ὁμογάστριος, Πέτρος ὄνομα αὐτῷ, ἐφ' ᾧ ἔληξαν τῆς μητρὸς ἡμῶν αἱ ὠδῖνες

 Ἐν τούτῳ εἰς γῆρας λιπαρὸν προελθοῦσα ἡ μήτηρ πρὸς τὸν θεὸν μετανίστατο, ἐν ταῖς ἀμφοτέρων τῶν τέκνων χερσὶ τὸν βίον ἑαυτῆς ἀναπαύσασα. Ἧς ἄξιον τὴν τ

 Ἐν τούτῳ ὁ πολὺς ἐν ἁγίοις Βασίλειος τῆς μεγάλης Καισαρέων ἐκκλησίας ἀνεδείχθη προστάτης: ὃς ἐπὶ τὸν κλῆρον τῆς ἐν τῷ πρεσβυτερίῳ ἱερωσύνης τὸν ἀδελφὸ

 Ἔνατος ἦν μετὰ τὸ πάθος τοῦτο μὴν ἢ μικρὸν ὑπὲρ τοῦτο καὶ σύνοδος ἐπισκόπων κατὰ τὴν Ἀντιόχου πόλιν ἠθροίζετο, ἧς καὶ ἡμεῖς μετέσχομεν. Καὶ ἐπειδὴ πάλ

 Ὡς δὲ κατ' αὐτὸν ἐγενόμην τὸν τόπον καὶ προκατήγγειλε τῇ ἀδελφότητι τὴν παρουσίαν ἡ φήμη, τό τε σύνταγμα τῶν ἀνδρῶν ἅπαν ἐκ τοῦ ἀνδρῶνος πρὸς ἡμᾶς προ

 Ἐπεὶ δὲ συνεπεράνθη ὁ λόγος: «Ὥρα σοι, φησίν, ἀδελφέ, πολλῷ τῷ κόπῳ τῆς ὁδοιπορίας πεπονηκότι βραχύ τι διαναπαῦσαι τὸ σῶμα.» Κἀμοὶ μεγάλη μὲν καὶ ἀληθ

 Ἐπεὶ δὲ πάλιν ἐν ὀφθαλμοῖς ἦμεν αὐτῆς, οὐ γὰρ εἴα τὴν εὔσχολον ὥραν ἐφ' ἑαυτῶν διάγειν, ἀναλαβοῦσα τῶν ἐκ νεότητος αὐτῇ βεβιωμένων τὴν μνήμην καθάπερ

 Ὡς δὲ ἡμέρα ἐγένετο, ἐμοὶ μὲν πρόδηλον ἐκ τῶν ὁρωμένων ἦν, ὅτι ἔσχατος αὐτῇ τῆς κατὰ σάρκα ζωῆς ὅρος ἡ ἐνεστῶσα ἡμέρα ἦν, πᾶσαν τὴν ἐγκειμένην τῇ φύσε

 Καὶ τῆς μὲν ἡμέρας ἤδη παρῳχήκει τὸ πλέον καὶ ὁ ἥλιος πρὸς δυσμὰς ἐπεκλίνετο. Τῇ δὲ οὐκ ἐνεδίδου ἡ προθυμία, ἀλλ' ὅσον τῇ ἐξόδῳ προσήγγιζεν, ὡς πλέον

 Ὡς δὲ ἦν τὸ λοιπὸν ἄπνους τε καὶ ἀκίνητος, μνησθεὶς τῶν ἐντολῶν, ἃς εὐθὺς παρὰ τὴν πρώτην συντυχίαν πεποίητο εἰποῦσα βούλεσθαι τὰς ἐμὰς τοῖς ὀφθαλμοῖς

 Ἐμοὶ δὲ διχόθεν ἐγίνετο πάρετος ἡ ψυχὴ καὶ οἷς τὸ φαινόμενον ἔβλεπον καὶ οἷς τὴν ἀκοὴν διὰ τῆς γοερᾶς τῶν παρθένων οἰμωγῆς περιηχούμην. Τέως μὲν γὰρ ἐ

 Ταῦτ' ἔλεγον μείζονι τῇ φωνῇ, ὡς ἂν τὸν ἦχον τῶν θρήνων ὑπερηχήσαιμι. Εἶτα μεταστῆναι παρεκάλεσα μικρὸν ἐπὶ τὸν σύνεγγυς οἶκον, καταλειφθῆναι δέ τινας

 Ἐπεὶ δὲ τοῦτο ἐδέδοκτο καὶ ἔδει περισταλῆναι ταῖς ὀθόναις τὸ ἱερὸν σῶμα ἐκεῖνο, διελομένοι τὴν σπουδὴν ἄλλος ἄλλο τι περὶ αὐτὴν ἐπονοῦμεν. Καὶ ἐγὼ μὲν

 Ὡς δὲ ἡμεῖς ἐν τούτοις ἦμεν καὶ αἱ ψαλμῳδίαι τῶν παρθένων τοῖς θρήνοις καταμιχθεῖσαι περιήχουν τὸν τόπον, οὐκ οἶδ' ὅπως ἐν κύκλῳ πανταχόθεν ἀθρόως τῆς

 Ἐπειδὴ οὖν ἐντὸς τῶν θυρῶν τοῦ οἴκου κατέστημεν, ἀποθέμενοι τὴν κλίνην τὰ πρῶτα εἰς προσευχὴν ἐτρεπόμεθα: ἡ δὲ εὐχὴ θρήνων γίνεται ἀφορμὴ τῷ λαῷ. Τῆς

 Καὶ ἐπειδὴ τὸ πρέπον ἡ προσευχὴ πέρας ἔλαβε, φόβος μέ τις τῆς θείας ἐντολῆς εἰσέρχεται τῆς κωλυούσης πατρὸς ἢ μητρὸς ἀνακαλύπτειν ἀσχημοσύνην. Καὶ πῶς

 Ἐπεὶ δὲ πάντα ἡμῖν τὰ ἐν τῇ κηδείᾳ νενομισμένα πεπλήρωτο καὶ ἔδει τῆς ἐπανόδου γενέσθαι, ἐπιπεσὼν τῷ τάφῳ καὶ τὴν κόνιν ἀσπασάμενος εἰχόμην πάλιν τῆς

 «Ἐγένετό τις ἡμῖν ἐπιθυμία ποτὲ τῇ τε γαμετῇ καὶ ἐμοὶ καταλαβεῖν κατὰ σπουδὴν τὸ τῆς ἀρετῆς φροντιστήριον: οὕτω γὰρ οἶμαι χρῆναι, φησί, τὸν χῶρον ἐκεῖ

 Ὅσα δὲ καὶ ἄλλα τοιαῦτα παρὰ τῶν συνεζηκότων αὐτῇ καὶ δι' ἀκριβείας τὰ κατ' αὐτὴν ἐπισταμένων ἠκούσαμεν, οὐκ ἀσφαλὲς οἶμαι προσθεῖναι τῷ διηγήματι. Οἱ

VESTIANA COMES TO HELP GREGORY [988C]

I had to shout in order to be heard above the noise of the mourners. Then I besought them to go away for awhile to the neighbouring house, but asked that some of those whose services she used to welcome when she was alive should stay behind.

Among these was a lady of gentle birth, who had been famous in youth for wealth, good family, physical beauty and every other distinction. She had married a man of high rank and lived with him a short time. Then, with her body still young, she was released from marriage, and chose the great Macrina as protector and guardian of her widowhood, and spent her time mostly with the virgins, learning from them the life of virtue.  

The lady's name was Vestiana, and her [988D] father was one of those who composed the council of senators. To her I said that there could be no objection now, at any rate, to putting finer clothing on the body and adorning that pure and stainless form with fair linen clothes. But she said one ought to learn what the saint had thought proper in these matters. For it was not right that anything at all should be done by us contrary to what she would have wished. But just what was dear and pleasing to God, would be her desire also.

Now there was a lady called Lampadia, leader of the band of sisters, a deaconess in rank. She declared that she knew Macrina's [990A] wishes in the matter of burial exactly. When I asked her about them (for she happened to be present at our deliberations), she said with tears----

"The saint resolved that a pure life should be her adornment, that this should deck her body in life and her grave in death. But so far as clothes to adorn the body go, she procured none when she was alive, nor did she store them for the present purpose. So that not even if we want it will there be anything more than what we have here, since no preparation is made for this need."

"Is it not possible," said I, "to find in the store-cupboard anything to make a fitting funeral?"

"Store-cupboard indeed!" said she; "you have in front of you all her treasure. There is the cloak, there is the head-covering, there the well-worn shoes on the feet. This is all her wealth, these are her riches. There is nothing stored away in secret places beyond what you see, or put away safely in boxes or bedroom. She knew of one store-house [990B] alone for her wealth, the treasure in heaven. There she had stored her all, nothing was left on earth."

"Suppose," said I, "I were to bring some of the things I have got ready for the funeral, should I be doing anything of which she would not have approved?"

"I do not think," said she, "that this would be against her wish. For had she been living, she would have accepted such honour from you on two grounds----your priesthood which she always prized so dear, and your relationship, for she would not have repudiated what came to her from her brother. This was why she gave commands that your hands were to prepare her body for burial.

Ταῦτ' ἔλεγον μείζονι τῇ φωνῇ, ὡς ἂν τὸν ἦχον τῶν θρήνων ὑπερηχήσαιμι. Εἶτα μεταστῆναι παρεκάλεσα μικρὸν ἐπὶ τὸν σύνεγγυς οἶκον, καταλειφθῆναι δέ τινας ἐξ αὐτῶν, ὧν ἡδέως ἐν τῇ ζωῇ τὴν θεραπείαν προσίετο.
Ἐν ταύταις ἦν γυνή τις τῶν εὐσχημόνων πλούτῳ καὶ γένει καὶ τῇ τοῦ σώματος ὥρᾳ καὶ τῇ λοιπῇ περιφανείᾳ περίβλεπτος ἐν νεότητι γενομένη: καὶ συνοικισθεῖσά τινι τῶν ἐπὶ μείζονος ἀξίας καὶ βραχὺν συνοικήσασα χρόνον καὶ ἐν νέῳ τῷ σώματι τῆς συζυγίας διαζευχθεῖσα, φύλακά τε καὶ παιδαγωγὸν τῆς χηρείας τὴν μεγάλην Μακρίναν ποιησαμένη, συνῆν τὰ πολλὰ ταῖς παρθένοις τὸν πρὸς ἀρετὴν βίον παρ' αὐτῶν ἐκδιδασκομένη. Οὐετιανὴ δὲ ὄνομα τῇ γυναικί, ἧς ὁ πατὴρ Ἀράξιος ἦν τῶν εἰς τὴν ὕπατον συντελούντων βουλήν: πρὸς ταύτην εἶπον ἀνεπίφθονον εἶναι νῦν γοῦν τὸν φαιδρότερον ἐπιβαλεῖν κόσμον τῷ σώματι καὶ λαμπραῖς ὀθόναις κατακοσμῆσαι τὴν καθαρὰν ἐκείνην καὶ ἀκηλίδωτον σάρκα. Ἡ δὲ μαθεῖν ἔφη χρῆναι, τί τῇ ἁγίᾳ περὶ τούτων καλῶς ἔχειν ἐδοκιμάσθη: μὴ γὰρ εὐαγὲς εἶναι παρὰ τὸ κεχαρισμένον αὐτῇ τι παρ' ἡμῶν γενέσθαι. Πάντως δὲ ὃ τῷ θεῷ φίλον τε καὶ εὐάρεστον, κἀκείνῃ καταθύμιον εἶναι.
Καὶ ἦν τις προτεταγμένη τοῦ χοροῦ τῆς παρθενίας ἐν τῷ τῆς διακονίας βαθμῷ, Λαμπάδιον ὄνομα αὐτῇ: ἣ ἀκριβῶς ἔφη γινώσκειν περὶ τῶν κατὰ τὴν ταφὴν δεδογμένων ἐκείνῃ. Ἐπεὶ δὲ ἠρόμην αὐτὴν περὶ τούτων (παροῦσα γὰρ ἔτυχε τῇ βουλεύσει), ἔφη μετὰ δακρύων ταῦτα λέγουσα: «Τῇ ἁγίᾳ κόσμος ὁ καθαρὸς βίος διεσπουδάσθη: τοῦτο καὶ τῆς ζωῆς ἐγκαλλώπισμα καὶ τοῦ θανάτου ἐντάφιον ἐκείνῃ ἐστί: τὰ δ' ὅσα πρὸς καλλωπισμὸν σώματος βλέπει, οὔτε ἐν τῷ τῆς ζωῆς χρόνῳ προσήκατο οὔτε εἰς τὴν παροῦσαν χρῆσιν ἐταμιεύσατο, ὥστε οὐδὲ βουλομένοις ἡμῖν ἔσται τι πλέον τῆς εἰς αὐτὸ τοῦτο παρασκευῆς παρούσης»_«Καὶ οὐκ ἔστιν ἐν τοῖς ἀποκειμένοις εὑρεῖν, ἔφην ἐγώ, τῶν ἐπικοσμῆσαί τι δυναμένων τὴν ἐκφοράν;» _ «Ποίοις, εἶπεν, ἀποκειμένοις; ἐν χερσὶν ἔχεις πᾶν τὸ ἀπόθετον: ἰδοὺ τὸ ἱμάτιον, ἰδοὺ τῆς κεφαλῆς ἡ καλύπτρα, τὰ τετριμμένα τῶν ποδῶν ὑποδήματα: οὗτος ὁ πλοῦτος,
αὕτη ἡ περιουσία. Οὐδὲν παρὰ τὸ φαινόμενον ἐν ἀποκρύφοις ἀπόκειται κιβωτοῖς τισιν ἢ θαλάμοις ἠσφαλισμένον. Μίαν ἀποθήκην ᾔδει τοῦ ἰδίου πλούτου, τὸν θησαυρὸν τὸν οὐράνιον: ἐκεῖ πάντα ἀποθεμένη οὐδὲν ἐπὶ τῆς γῆς ὑπελείπετο». _«Τί οὖν, ἔφην πρὸς αὐτὴν ἐγώ, εἰ τῶν ἐμοί τι πρὸς τὴν ταφὴν ἡτοιμασμένων προσαγάγοιμι μή τι τῶν ἀβουλήτων αὐτῇ διὰ τούτου γενήσεται;» Οὐκ οἴεσθαι ἔφη τοῦτο παρὰ γνώμην εἶναι αὐτῇ: προσέσθαι γὰρ ἂν αὐτὴν καὶ ζῶσαν τὴν τοιαύτην παρὰ σοῦ τιμὴν κατ' ἀμφότερα, διά τε τὴν ἱερωσύνην τὴν ἀεὶ τιμίαν αὐτῇ καὶ διὰ τὴν κοινωνίαν τῆς φύσεως: μηδὲ γὰρ ἂν ἀλλότριον ἑαυτῆς τὸ τοῦ ἀδελφοῦ νομίσαι. Διὰ τοῦτο καὶ ταῖς σαῖς χερσὶ περικοσμηθῆναι τὸ σῶμα διεκελεύσατο.