Letter XXIV. Translation absent.
[24] Ἡρακλειανῷ αἱρετικῷ Ὁ τῆς ὑγιαινούσης πίστεως λόγος τοῖς εὐγνωμόνως τὰς θεοπνεύστους φωνὰς παραδεχομένοις ἐν τῇ ἁπλότητι τὴν ἰσχὺν ἔχει καὶ οὐδεμιᾶς λόγου περινοίας εἰς παράστασιν τῆς ἀληθείας προσδεῖται, αὐτόθεν ὢν ληπτὸς καὶ σαφὴς ἐκ τῆς πρώτης παραδόσεως, ἣν ἐκ τῆς τοῦ κυρίου φωνῆς παρελάβομεν ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας τὸ τῆς σωτηρίας μυστήριον παραδόντος: Πορευθέντες γάρ, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, διδάσκοντες τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν: διαιρῶν γὰρ εἰς δύο τὴν τῶν Χριστιανῶν πολιτείαν, εἴς τε τὸ ἠθικὸν μέρος καὶ εἰς τὴν [τῶν] δογμάτων ἀκρίβειαν, τὸ μὲν σωτήριον δόγμα ἐν τῇ τοῦ βαπτίσματος παραδόσει κατησφαλίσατο, τὸν δὲ βίον ἡμῶν διὰ τῆς τηρήσεως τῶν ἐντολῶν αὐτοῦ κατορθοῦσθαι κελεύει. ἀλλὰ τὸ μὲν κατὰ τὰς ἐντολὰς μέρος, ὡς μικροτέραν φέρον τῇ ψυχῇ τὴν ζημίαν, ἠφείθη παρὰ τοῦ διαβόλου ἀπαρεγχείρητον: ἐπὶ δὲ τοῦ κυριωτέρου καὶ μείζονος ἡ πᾶσα γέγονε τοῦ ἀντικειμένου σπουδή, τοῦ παρατραπῆναι τῶν πολλῶν τὰς ψυχὰς εἰς τό, μηδὲ εἴ τι διὰ τῶν ἐντολῶν κατορθωθῇ, κέρδος εἶναι, τῆς μεγάλης καὶ πρώτης ἐλπίδος ἐν τῇ περὶ τὸ δόγμα πλάνῃ τοῖς ἀπατηθεῖσι μὴ συμπαρούσης. διὰ τοῦτο συμβουλεύομεν τῆς ἁπλότητος τῶν πρώτων ῥημάτων τῆς πίστεως μὴ ἀποχωρεῖν τοὺς ἀντιποιουμένους τῆς ἑαυτῶν σωτηρίας, ἀλλὰ παραδεχομένους ἐν τῇ ψυχῇ πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον, μὴ μίαν ὑπόστασιν πολυώνυμον εἶναι νομίζειν: οὔτε γὰρ δυνατόν ἐστι τὸν πατέρα ἑαυτοῦ πατέρα λέγεσθαι, μὴ ἀληθῶς ἐξ αὑτοῦ τοῦ υἱοῦ τῷ πατρὶ τὴν κλῆσιν ἐπαληθεύοντος, οὔτε τὸ πνεῦμα ἓν τῶν εἰρημένων εἶναι νομίζειν, ὥστε εἰς πατρὸς ἢ υἱοῦ ἔννοιαν διὰ τῆς τοῦ πνεύματος προσηγορίας ἐνάγεσθαι τὸν ἀκούοντα: ἀλλ' ἰδίως καὶ ἀποτεταγμένως ἐν ἑκάστῳ τῶν ὀνομάτων συνυπακούεται ἡ ἐνσημαινομένη ταῖς προσηγορίαις ὑπόστασις, καὶ τὸν πατέρα ἀκούσαντες τὴν τοῦ παντὸς αἰτίαν ἠκούσαμεν, τὸν δὲ υἱὸν μαθόντες τὴν ἐκ τῆς πρώτης αἰτίας ἀναλάμψασαν δύναμιν εἰς τὴν τοῦ παντὸς σύστασιν ἐδιδάχθημεν, τὸ δὲ πνεῦμα γνόντες τὴν τελειωτικὴν δύναμιν τῶν διὰ κτίσεως εἰς τὸ εἶναι παραγομένων ἐκ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ ἐνοήσαμεν. αἱ μὲν οὖν ὑποστάσεις κατὰ τὸν εἰρημένον τρόπον ἀσυγχύτως ἀπ' ἀλλήλων διακεχωρισμέναι εἰσί, πατρὸς λέγω καὶ υἱοῦ καὶ ἁγίου πνεύματος: ἡ δὲ οὐσία αὐτῶν, ἥτις ποτὲ αὕτη ἐστίν_ἄφραστος γάρ ἐστι λόγῳ καὶ νοήματι ἄληπτος_εἰς ἑτερότητά τινα φύσεως οὐ διαμερίζεται: διότι τὸ ἀκατάληπτον καὶ ἀπερινόητον καὶ λογισμοῖς ἀπερίδρακτον ἴσον ἐστὶν ἐφ' ἑκάστου τῶν ἐν τῇ τριάδι πεπιστευμένων προσώπων. ὁ γὰρ ἐρωτηθεὶς τί κατ' οὐσίαν ἐστὶν ὁ πατήρ, εὐγνωμόνως καὶ ἀληθῶς ὁμολογήσει τὸ ὑπὲρ γνῶσιν εἶναι τὸ ζητούμενον: ὡσαύτως καὶ περὶ τοῦ μονογενοῦς υἱοῦ οὐδενὶ λόγῳ τὴν οὐσίαν καταληφθῆναι δυνατὸν εἶναι συνθήσεται: Τὴν γὰρ γενεὰν αὐτοῦ, φησί, τίς διηγήσεται; ὁμοίως δὲ καὶ περὶ τοῦ πνεύματος τοῦ ἁγίου τὸ ἴσον τῆς κατὰ τὴν κατάληψιν ἀμηχανίας ὁ τοῦ κυρίου λόγος ἐνδείκνυται λέγων ὅτι τῆς μὲν φωνῆς αὐτοῦ ἀκούεις, οὐκ οἶδας δὲ πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει.
Ἐπειδὴ τοίνυν οὐδεμίαν ἐν τῷ ἀκαταλήπτῳ τῶν τριῶν προσώπων διαφορὰν ἐννοοῦμεν (οὐ γὰρ τὸ μὲν μᾶλλον ἀκατάληπτον τὸ δὲ ἧττον, ἀλλ' εἷς ἐπὶ τῆς τριάδος ὁ τῆς ἀκαταληψίας λόγος), διὰ τοῦτό φαμεν, αὐτῷ τῷ ἀλήπτῳ καὶ ἀκατανοήτῳ χειραγωγούμενοι, μηδεμίαν τῆς οὐσίας ἐπὶ τῆς ἁγίας τριάδος διαφορὰν ἐξευρίσκειν ἐκτὸς τῆς τάξεως τῶν προσώπων καὶ τῆς τῶν ὑποστάσεων ὁμολογίας: τάξις μὲν γάρ ἐστιν ἐν τῷ εὐαγγελίῳ παραδοθεῖσα, καθ' ἣν ἐκ πατρὸς ἡ πίστις ἀρχομένη διὰ μέσου τοῦ υἱοῦ εἰς τὸ πνεῦμα τὸ ἅγιον καταλήγει: ἡ δὲ διαφορὰ τῶν προσώπων [ἐν] αὐτῇ τῇ τάξει τῆς τῶν ὑποστάσεων παραδόσεως φαινομένη οὐδεμίαν σύγχυσιν ἐμποιεῖ τοῖς δυναμένοις ἐπακολουθεῖν ταῖς σημασίαις τοῦ λόγου, ἰδίαν ἔννοιαν τῆς τοῦ πατρὸς προσηγορίας ἐμφαινούσης καὶ τοῦ υἱοῦ πάλιν καὶ τοῦ ἁγίου πνεύματος ἰδίαν, κατ' οὐδένα τρόπον τῶν σημαινομένων ἐν ἀλλήλοις συγχεομένων. βαπτιζόμεθα τοίνυν, ὡς παρελάβομεν, εἰς πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον: πιστεύομεν δὲ ὡς βαπτιζόμεθα_σύμφωνον γὰρ εἶναι προσήκει τῇ ὁμολογίᾳ τὴν πίστιν_. δοξάζομεν δὲ ὡς πιστεύομεν_οὐδὲ γὰρ ἔχει φύσιν μάχεσθαι τῇ πίστει τὴν δόξαν, ἀλλ' εἰς ἃ πιστεύομεν, ταῦτα καὶ δοξάζομεν.
Ἐπειδὴ τοίνυν εἰς πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον ἡ πίστις ἐστίν, ἀκολουθεῖ δὲ ἀλλήλοις ἡ πίστις ἡ δόξα τὸ βάπτισμα, διὰ τοῦτο καὶ ἡ δόξα οὐ διακρίνεται ἡ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. αὕτη δὲ ἡ δόξα ἣν ἀναπέμπομεν τῇ ἰδίᾳ φύσει, οὐδὲν ἄλλο ἐστὶν ἀλλ' ἡ τῶν προσόντων τῇ μεγαλειότητι τῆς θείας φύσεως ἀγαθῶν ὁμολογία: οὐ γὰρ ἐξ ἡμετέρας δυνάμεως τιμὴν προστίθεμεν τῇ ἀτιμήτῳ φύσει, ἀλλὰ τὰ προσόντα ὁμολογήσαντες τὴν τιμὴν ἐπληρώσαμεν. ἐπεὶ οὖν πρόσεστιν ἑκάστῳ τῶν ἐν τῇ ἁγίᾳ τριάδι πιστευομένων προσώπων ἀφθαρσία ἀιδιότης ἀθανασία ἀγαθότης δύναμις ἁγιασμὸς σοφία, πᾶν νόημα μεγαλοπρεπές τε καὶ ὑψηλόν, ἐν τῷ λέγειν τὰ προσόντα ἀγαθὰ τούτῳ τῆς δόξης ποιούμεθα τὴν ἀπόδοσιν. καὶ ἐπεὶ πάντα μὲν τὰ τοῦ πατρὸς ὁ υἱὸς ἔχει, πάντα δὲ τὰ τοῦ υἱοῦ ἀγαθὰ ἐνθεωρεῖται τῷ πνεύματι, οὐδεμίαν εὑρίσκομεν ἐν τῇ ἁγίᾳ τριάδι κατὰ τὸ ὕψος τῆς δόξης πρὸς ἑαυτὴν διαφοράν: οὔτε γὰρ κατά τινα σωματικὴν σύγκρισιν τὸ μὲν ὑψηλότερόν ἐστι τὸ δὲ ταπεινότερον_ τὸ γὰρ ἀόρατον καὶ ἀσχημάτιστον μέτρῳ οὐ καταλαμβάνεται _, οὔτε κατὰ δύναμιν ἢ ἀγαθότητα τὸ διάφορον συγκριτικῶς ἐπὶ τῆς ἁγίας τριάδος εὑρίσκεται, ὡς εἰπεῖν παρὰ τὸ πλεῖον καὶ ἔλαττον εἶναι ἐν τούτοις παραλλαγήν: ὁ γὰρ ἰσχυρότερον τὸ ἓν τοῦ ἑτέρου εἰπὼν κατὰ τὸ σιωπώμενον ὡμολόγησε τὸ ἐλαττούμενον ἐν τῇ δυνάμει ἀσθενέστερον εἶναι τοῦ δυνατωτέρου, τοῦτο δὲ τῆς ἐσχάτης ἀσεβείας ἐστὶν ἔμφασίν τινα ἀσθενείας ἢ ἀδυναμίας εἴτε ἐν ὀλίγῳ εἴτε ἐν πλείονι περὶ τὸν μονογενῆ θεὸν καὶ περὶ τὸ πνεῦμα τοῦ θεοῦ ἐννοεῖν: τέλειον γὰρ ἐν δυνάμει καὶ ἀγαθότητι καὶ ἀφθαρσίᾳ καὶ πᾶσι τοῖς ὑψηλοῖς νοήμασι καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα ὁ τῆς ἀληθείας παραδίδωσι λόγος. εἰ οὖν παντὸς ἀγαθοῦ ἡ τελειότης [ἐφ'] ἑκάστου τῶν ἐν τῇ ἁγίᾳ τριάδι πιστευομένων προσώπων εὐσεβῶς ὁμολογεῖται, οὐκ ἔχει φύσιν τὸ αὐτὸ καὶ τέλειον λέγειν καὶ πάλιν διὰ συγκρίσεως ἀτελὲς ὀνομάζειν: τὸ γὰρ ἔλαττον [λέγειν] κατὰ τὸ μέγεθος τῆς δυνάμεως ἤτοι τῆς ἀγαθότητος οὐδὲν ἄλλο ἐστὶν ἢ ἀτελὲς εἶναι κατὰ τοῦτο διισχυρίζεσθαι. εἰ οὖν τέλειος ὁ υἱός, τέλειον καὶ τὸ πνεῦμα, τελείου τέλειον οὔτε ἀτελέστερον οὔτε τελειότερον ἐπινοεῖ ὁ λόγος.
Ἀλλὰ καὶ ἐκ τῶν ἐνεργειῶν τὸ ἀδιαίρετον τῆς δόξης καταμανθάνομεν. ζωοποιεῖ ὁ πατήρ, καθὼς ἔφη τὸ εὐαγγέλιον: ζωοποιεῖ καὶ ὁ υἱός: ζωοποιεῖ δὲ καὶ τὸ πνεῦμα κατὰ τὴν τοῦ κυρίου μαρτυρίαν τοῦ εἰπόντος ὅτι Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν. προσήκει οὖν δύναμιν ἐκ πατρὸς ἀρχομένην καὶ δι' υἱοῦ προϊοῦσαν καὶ ἐν πνεύματι ἁγίῳ τελειουμένην νοεῖν: ἐμάθομεν γὰρ πάντα ἐκ θεοῦ εἶναι, καὶ πάντα διὰ τοῦ μονογενοῦς καὶ ἐν αὐτῷ συνεστάναι, καὶ διὰ πάντων διήκειν τὴν τοῦ πνεύματος δύναμιν, πάντα ἐν πᾶσι καθὼς βούλεται ἐνεργοῦσαν, ὥς φησιν ὁ ἀπόστολος.