ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ ΠΕΡΙ ΚΑΤΑΣΚΕΥΗΣ ΑΝΘΡΩΠΟΥ. Τῷ ἀδελφῷ δούλῳ Θεοῦ Πέτρῳ Γρηγόριος ἐπίσκοπος Νύσσης.

 ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Ἐν ᾧ τίς ἐστι μερικὴ περὶ τοῦ κόσμου φυσιολογία, καί τις ἁβροτέρα διήγησις περὶ τῶν προγεγονότων τῆς τοῦ ἀνθρώπου γενέσεως.

 ΚΕΦΑΛΑΙΟΝ Βʹ. Διὰ τί μετὰ τὴν κτίσιν τελευταῖος ὁ ἄνθρωπος.

 ΚΕΦΑΛΑΙΟΝ Γʹ. Ὅτι τιμιωτέρα πάσης τῆς φαινομένης κτίσεως ἡ τοῦ ἀνθρώπου φύσις.

 ΚΕΦΑΛΑΙΟΝ Δʹ. Ὅτι διὰ πάντων ἐπισημαίνει τὴν ἀρχικὴν ἐξουσίαν ἡ τοῦ ἀνθρώπου κατασκευή.

 ΚΕΦΑΛΑΙΟΝ Εʹ. Ὅτι ὁμοίωμα τῆς θείας βασιλείας ὁ ἄνθρωπος.

 ΚΕΦΑΛΑΙΟΝ Ϛʹ. Ἐξέτασις τῆς τοῦ νοῦ πρὸς τὴν φύσιν συγγενείας, ἐν ᾧ καὶ ἐκ παρόδου τὸ τῶν Ἀνομοίων διελέγχεται δόγμα.

 ΚΕΦΑΛΑΙΟΝ Ζʹ. Διὰ τί γυμνὸς τῶν ἐκ φύσεως ὅπλων τε καὶ προκαλυμμάτων ὁ ἄνθρωπος.

 ΚΕΦΑΛΑΙΟΝ Ηʹ. Διὰ τί ὄρθιον τοῦ ἀνθρώπου τὸ σχῆμα, καὶ ὅτι διὰ τὸν λόγον αἱ χεῖρες: ἐν ᾧ τις καὶ περὶ διαφορᾶς ψυχῶν φιλοσοφία.

 ΚΕΦΑΛΑΙΟΝ Θʹ. Ὅτι ὀργανικὸν κατεσκευάσθη τοῦ ἀνθρώπου τὸ σχῆμα πρὸς τὴν τοῦ λόγου χρείαν.

 ΚΕΦΑΛΑΙΟΝ Ιʹ. Ὅτι διὰ τῶν αἰσθήσεων ὁ νοῦς ἐνεργεῖ.

 ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. Ὅτι ἀθεώρητος ἡ τοῦ ἀνθρώπου φύσις.

 ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. Ἐξέτασις, ἐν τίνι τὸ ἡγεμονικὸν νομιστέον, ἐν ᾧ καὶ περὶ δακρύων καὶ περὶ γέλωτος φυσιολογία, καὶ θεώρημά τι φυσικὸν περὶ τῆς κατὰ τὴν

 ΚΕΦΑΛΑΙΟΝ. ΙΓʹ. Περὶ ὕπνου, καὶ χάσμης, καὶ ὀνείρων, αἰτιολογία.

 ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ. Ὅτι οὐκ ἐν μέρει τοῦ σώματος ὁ νοῦς. Ἐν ᾧ καὶ διάκρισις τῶν τε σωματικῶν καὶ ψυχικῶν κινημάτων.

 ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ. Ὅτι κυρίως ψυχὴ, ἡ λογικὴ καὶ ἔστι καὶ λέγεται: αἱ δ' ἄλλαι ὁμωνύμως κατονομάζονται. Ἐν ᾧ καὶ τὸ, διὰ παντὸς τοῦ σώματος διήκειν τὴν το

 ΚΕΦΑΛΑΙΟΝ ΙϚʹ. Θεωρία τοῦ θείου ῥητοῦ εἰπόντος, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν.» Ἐν ᾧ ἐξετάζεται, τίς ὁ τῆς εἰκόνος λόγος, καὶ

 ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ. Τί χρὴ λέγειν πρὸς τοὺς ἐπαποροῦντας, εἰ μετὰ τὴν ἁμαρτίαν ἡ παιδοποιΐα, πῶς ἂν ἐγένοντο αἱ ψυχαὶ, εἰ ἀναμάρτητοι διέμειναν οἱ ἐξ ἀρχῆς

 ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ. Ὅτι τὰ ἄλογα ἐν ἡμῖν πάθη ἐκ τῆς πρὸς τὴν ἄλογον φύσιν συγγενείας τὰς ἀφορμὰς ἔχει.

 ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ. Πρὸς τοὺς λέγοντας, πάλιν ἐν βρώσει καὶ ἐν πόσει εἶναι τῶν ἐλπιζομένων ἀγαθῶν τὴν ἀπόλαυσιν, διὰ τὸ ἐξ ἀρχῆς ἐν τῷ παραδείσῳ γεγράφθαι

 ΚΕΦΑΛΑΙΟΝ Κʹ. Τίς ἡ ἐν τῷ παραδείσῳ ζωὴ, καὶ τί τὸ ἀπηγορευμένον ξύλον.

 ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ. Ὅτι ἡ ἀνάστασις οὐ τοσοῦτον ἐκ τοῦ κηρύγματος τοῦ Γραφικοῦ, ὅσον ἐξ αὐτῆς τῆς ἀνάγκης τῶν πραγμάτων ἀκολούθως ἐλπίζεται.

 ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ. Πρὸς τοὺς λέγοντας, εἰ καλόν τι καὶ ἀγαθὸν ἡ ἀνάστασις, τί οὐχὶ ἤδη γέγονεν, ἀλλὰ χρόνων τισὶ περιόδοις ἐλπίζεται.

 ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ. Ὅτι ὁ τὴν ἀρχὴν τῆς τοῦ κόσμου συστάσεως ὁμολογῶν, ἀναγκαίως καὶ περὶ τοῦ τέλους συνθήσεται.

 ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ. Ἀντίῤῥησις πρὸς τοὺς λέγοντας, συναΐδιον εἶναι τῷ Θεῷ τὴν ὕλην.

 ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ. Πῶς ἄν τις καὶ τῶν ἔξωθεν προσαχθείη πιστεῦσαι τῇ Γραφῇ περὶ τῆς ἀναστάσεως διδασκούσῃ.

 ΚΕΦΑΛΑΙΟΝ ΚϚʹ.

 ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ. Ὅτι δυνατόν ἐστιν, εἰς τὰ τοῦ παντὸς στοιχεῖα τοῦ ἀνθρωπίνου σώματος ἀναλυθέντος, πάλιν ἐκ τοῦ κοινοῦ ἑκάστῳ τὸ ἴδιον ἀποσωθῆναι.

 ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ. Πρὸς τοὺς λέγοντας προϋφεστάναι τὰς ψυχὰς τῶν σωμάτων, ἢ τὸ ἔμπαλιν πρὸ τῶν ψυχῶν διαπεπλᾶσθαι τὰ σώματα. Ἐν ᾧ τις καὶ ἀνατροπὴ τῆς κατ

 ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ. Κατασκευὴ τοῦ μίαν καὶ τὴν αὐτὴν ψυχῇ τε καὶ σώματι τὴν αἰτίαν τῆς ὑπάρξεως εἶναι.

 ΚΕΦΑΛΑΙΟΝ Λʹ. Θεωρία τις ἰατρικωτέρα περὶ τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς δι' ὀλίγων.

XXIV. An argument against those who say that matter is co-eternal with God.123    Otherwise Chap. xxv. The Bodleian ms. of the Latin version has the title:—“That all matter exists in certain quantities.”

1. For after all that opinion on the subject of matter does not turn out to be beyond what appears consistent, which declares that it has its existence from Him Who is intelligible and immaterial. For we shall find all matter to be composed of certain qualities, of which if it is divested it can, in itself, be by no means grasped by idea. Moreover in idea each kind of quality is separated from the substratum; but idea is an intellectual and not a corporeal method of examination. If, for instance, some animal or tree is presented to our notice, or any other of the things that have material existence, we perceive in our mental discussion of it many things concerning the substratum, the idea of each of which is clearly distinguished from the object we contemplate: for the idea of colour is one, of weight another; so again that of quantity and of such and such a peculiar quality of touch: for “softness,” and “two cubits long,” and the rest of the attributes we spoke of, are not connected in idea either with one another or with the body: each of them has conceived concerning it its own explanatory definition according to its being, having nothing in common with any other of the qualities that are contemplated in the substratum.

2. 124    With this passage may be compared the idealistic doctrine of the De Anim. et Resurr.If, then, colour is a thing intelligible, and resistance also is intelligible, and so with quantity and the rest of the like properties, while if each of these should be withdrawn from the substratum, the whole idea of the body is dissolved; it would seem to follow that we may suppose the concurrence of those things, the absence of which we found to be a cause of the dissolution of the body, to produce the material nature: for as that is not a body which has not colour, and figure, and resistance, and extension, and weight, and the other properties, while each of these in its proper existence is found to be not the body but something else besides the body, so, conversely, whenever the specified attributes concur they produce bodily existence. Yet if the perception of these properties is a matter of intellect, and the Divinity is also intellectual in nature, there is no incongruity in supposing that these intellectual occasions for the genesis of bodies have their existence from the incorporeal nature, the intellectual nature on the one hand giving being to the intellectual potentialities, and the mutual concurrence of these bringing to its genesis the material nature.

3. Let this discussion, however, be by way of digression: we must direct our discourse once more to the faith by which we accept the statement that the universe took being from nothing, and do not doubt, when we are taught by Scripture, that it will again be transformed into some other state.

ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ. Ἀντίῤῥησις πρὸς τοὺς λέγοντας, συναΐδιον εἶναι τῷ Θεῷ τὴν ὕλην.

Οὐδὲ γὰρ ἔξω τῶν κατὰ τὸ ἀκόλουθον εὑρισκομένων ἡ περὶ τῆς ὕλης ὑπόληψις φαίνεται, ἡ ἐκ τοῦ νοητοῦ τε καὶ ἀΰλου ταύτην ὑποστῆναι πρεσβεύουσα: πᾶσαν γὰρ εὑρήσομεν ἐκ ποιοτήτων τινῶν συνεστῶσαν τὴν ὕλην, ὧν εἰ γυμνωθείη καθ' ἑαυτὴν, οὐδαμοῦ τῷ λόγῳ καταληφθήσεται. Ἀλλὰ μὴν ἕκαστον ποιότητος εἶδος λόγῳ τοῦ ὑποκειμένου χωρίζεται. Ὁ δὲ λόγος νοητή τίς ἐστι, καὶ οὐχὶ σωματικὴ θεωρία. Οἷον, προκειμένου ζώου τινὸς ἢ ξύλου τῇ θεωρίᾳ, ἤ τινος ἄλλου τῶν ὑλικὴν ἐχόντων τὴν σύστασιν, πολλὰ περὶ τὸ ὑποκείμενον τῇ κατ' ἐπίνοιαν διαιρέσει κατενοήσαμεν, ὧν ἑκάστου πρὸς τὸ συνθεωρούμενον ἀμίκτως ὁ λόγος ἔχει. Ἕτερος γὰρ ὁ τοῦ χρώματος, καὶ ἕτερος τοῦ βάρους ὁ λόγος, ὁ τῆς ποσότητος πάλιν, καὶ ὁ τῆς ποιᾶς κατὰ τὴν ἀφὴν ἰδιότητος. Ἤ τε γὰρ μαλακότης καὶ τὸ δίπηχυ, καὶ τὰ λοιπὰ τῶν εἰρημένων, οὔτε ἀλλήλοις, οὔτε τῷ σώματι κατὰ τὸν λόγον συμφέρεται. Ἑκάστου γὰρ τούτων ἴδιος, καθ' ὅ ἐστιν, ὁ ἑρμηνευτικὸς ὅρος ἐπινοεῖται, οὐδὲν ἐπικοινωνῶν ἄλλῃ τινὶ τῶν περὶ τὸ ὑποκείμενον θεωρουμένων ποιότητι. Εἰ τοίνυν νοητὸν μὲν τὸ χρῶμα, νοητὴ δὲ καὶ ἡ ἀντιτυπία, καὶ ἡ ποσότης, καὶ τὰ λοιπὰ τῶν τοιούτων ἰδιωμάτων, ἕκαστον δὲ τούτων εἰ ὑφαιρεθείη τοῦ ὑποκειμένου, πᾶς ὁ τοῦ σώματος συνδιαλύεται λόγος: ἀκόλουθον ἂν εἴη, ὧν τὴν ἀπουσίαν τῆς τοῦ σώματος λύσεως αἰτίαν εὕρομεν, τούτων τὴν συνδρομὴν ἀποτίκτειν τὴν ὑλικὴν φύσιν ὑπολαμβάνειν. Ὡς γὰρ οὐκ ἔστι σῶμα, ᾧ τὸ χρῶμα, καὶ τὸ σχῆμα, καὶ ἡ ἀντιτυπία καὶ ἡ διάστασις, καὶ τὸ βάρος, καὶ τὰ λοιπὰ τῶν ἰδιωμάτων οὐ πρόσεστιν, ἕκαστον δὲ τούτων σῶμα οὐκ ἔστιν, ἀλλ' ἕτερόν τι παρὰ τὸ σῶμα, κατὰ τὸ ἰδιάζον εὑρίσκεται: οὕτω κατὰ τὸ ἀντίστροφον, ὅπου δ' ἂν συνδράμῃ τὰ εἰρημένα, τὴν σωματικὴν ὑπόστασιν ἀπεργάζεται. Ἀλλὰ μὴν εἰ νοητὴ τῶν ἰδιωμάτων τούτων ἡ κατανόησις, νοητὸν δὲ τῇ φύσει τὸ Θεῖον: οὐδὲν ἀπεικὸς, ἐκ τῆς ἀσωμάτου φύσεως τὰς νοερὰς ταύτας ἀφορμὰς πρὸς τὴν τῶν σωμάτων γένεσιν ὑποστῆναι, τῆς μὲν νοητῆς φύσεως τὰς νοητὰς ὑφιστώσης δυνάμεις, τῆς δὲ τούτων πρὸς ἄλληλα συνδρομῆς τὴν ὑλώδη φύσιν παραγούσης εἰς γένεσιν Ἀλλὰ ταῦτα μὲν κατὰ τὸ πάρεργον ἡμῖν παρεξετάσθω: ἡμῖν δὲ πάλιν ἐπὶ τὴν πίστιν ἐπανακτέον τὸν λόγον, δι' ἧς ἐκ τε τοῦ μὴ ὄντος ὑποστῆναι τὸ πᾶν ἐδεξάμεθα, καὶ πάλιν εἰς ἄλλην τινὰ μεταστοιχειοῦσθαι κατάστασιν παρὰ τῆς Γραφῆς διδαχθέντες, οὐκ ἀμφιβάλλομεν.