Letter XXVI. Translation absent.
[26] τοῦ σοφιστοῦ Σταγειρίου πρὸς Γρηγόριον ἐπίσκοπον Πᾶς μὲν ἐπίσκοπος πρᾶγμα δυσγρίπιστον: σὺ δὲ ὅσῳ παρελήλυθας τοὺς ἄλλους λογιότητι, τοσούτῳ μοι καὶ φόβον παρέχεις μὴ ἄρα ἰσχυρῶς ἐνστῇς πρὸς τὴν αἴτησιν. ἀλλὰ ἀποθέμενος τὴν εἰς ἀντιλογίαν σοφίαν τὸν μεταδοτικόν, ὦ θαυμάσιε, ζήλωσον τρόπον, κἀπειδὴ στρωτήρων δεόμεθα πρὸς [τὸ] τὸν οἶκον ἐρέψαι (κάμακας δ' ἂν εἶπεν ἄλλος σοφιστὴς [μᾶλλον] ἢ χάρακας, ἐγκαλλωπιζόμενος τοῖς ῥηματίοις μᾶλλον ἤπερ τῆς χρείας γινόμενος), νεῦσον πολλῶν ἑκατοντάδων δόσιν. σὺ μὲν γὰρ κἂν ἐκ τοῦ παραδείσου τεμεῖν βουληθῇς, δύναμιν ἔχεις: ἐγὼ δέ, εἰ μὴ σὺ δοίης, ὕπαιθρος διαχειμάσω. μεγαλοψύχησον οὖν, ὦ θαυμάσιε, γράμμα ἐπιθεὶς πρὸς τὸν Ὀσιηνῶν πρεσβύτερον τὴν δόσιν κελεῦον.