Letter II. Translation absent.
Letter V.— To the City of Sebasteia .
Letter XI. To a Student of the Classics .
Letter XV.— On his work against Eunomius .
Letter XVI. Translation absent.
Letter XVII.— To the Church at Nicomedia .
Letter XVIII.— To the Bishop of Melitene .
Letter XIX. Translation absent.
Letter XX.— To Adelphius the Lawyer .
Letter XXI. Translation absent.
Letter XXII. Translation absent.
Letter XXIII. Translation absent.
Letter XXIV. Translation absent.
Letter XXV.— To Amphilochius .
Letter XXVI. Translation absent.
Letter XXVII. Translation absent.
Letter XXVII. Translation absent.
[27] ἀντίγραφον τοῦ ἁγίου Γρηγορίου πρὸς τὸν σοφιστήν Εἰ τὸ κερδαίνειν γριπίζειν λέγεται καὶ ταύτην ἔχει τὴν σημασίαν ἡ λέξις ἣν ἐκ τῶν Πλάτωνος ἀδύτων ἡ σοφιστική σου ἡμῖν προεχειρίσατο δύναμις, σκόπησον, ὦ θαυμάσιε, τίς ἐστι μᾶλλον ἀγρίπιστος, ἡμεῖς οἱ οὕτως εὐκόλως ἀποχαρακούμενοι δι' ἐπιστολιμαίας δυνάμεως, ἢ τὸ τῶν σοφιστῶν γένος, οἷς τέχνη τὸ τελωνεῖν τοὺς λόγους ἐστί. τίς γὰρ τῶν ἐπισκόπων τοὺς λόγους ἐφορολόγησε; τίς τοὺς μαθητευομένους μισθοφόρους ἐποίησε; τούτῳ δὲ οἱ σοφισταὶ καλλωπίζονται, ὤνιον προτιθέντες τὴν ἑαυτῶν σοφίαν ὥσπερ οἱ τοῦ μέλιτος ἑψηταὶ τὰ μελίπηκτα. ὁρᾷς ὅσα ποιεῖς τῇ ἀπορρήτῳ σου καὶ μουσικῇ τῶν λόγων δυνάμει, ὅς γε κἀμὲ τὸν γέροντα ὑποσκιρτᾶν παρεκίνησας καὶ τοὺς ἀπείρους τῆς ὀρχήσεως ὑποκινεῖς πρὸς τὴν ὄρχησιν;
Ἐγὼ δὲ σοὶ τῷ κατὰ τὰς μελέτας τοῖς Μηδικοῖς ἐμπομπεύοντι ἰσαρίθμους τοῖς ἐν Θερμοπύλαις ἀγωνιζομένοις στρατιώταις στρωτῆρας δοθῆναι προσέταξα, πάντας εὐμήκεις καὶ κατὰ τὸν σὸν Ὅμηρον δολιχοσκίους_οὕς μοι σώους ὁ ἱερὸς δεῖνα ἀποκαταστήσειν κατεπηγγείλατο_, λέγων μὴ μυρίους μηδὲ δισμυρίους στρωτῆρας, ἀλλὰ τοσούτους ὅσους τῷ τε αἰτηθέντι χρῆσθαι καὶ τῷ λαβόντι εὐχερὲς ἀποδοῦναι.