Letter II. Translation absent.
Letter V.— To the City of Sebasteia .
Letter XI. To a Student of the Classics .
Letter XV.— On his work against Eunomius .
Letter XVI. Translation absent.
Letter XVII.— To the Church at Nicomedia .
Letter XVIII.— To the Bishop of Melitene .
Letter XIX. Translation absent.
Letter XX.— To Adelphius the Lawyer .
Letter XXI. Translation absent.
Letter XXII. Translation absent.
Letter XXIII. Translation absent.
Letter XXIV. Translation absent.
Letter XXV.— To Amphilochius .
Letter XXVI. Translation absent.
Letter XXVII. Translation absent.
Letter XXVIII. Translation absent.
[28] Οἱ πρὸς τὸ ῥόδον ἔχοντες ὡς τοὺς φιλοκάλους εἰκός, οὐδὲ τὰς ἀκάνθας ὧν τὸ ἄνθος ἐκφύεται δυσχεραίνουσιν: καί τινος ἤκουσα τοιοῦτό τι περὶ αὐτῶν παίζοντος ἢ τάχα που καὶ σπουδάζοντος, ὅτι καθάπερ ἐρωτικά τινα κνίσματα τοῖς ἐρασταῖς τοῦ ἄνθους ἡ φύσις τὰς λεπτὰς ἐκείνας ἀκάνθας προσέφυσεν, εἰς μείζονα πόθον τοῖς ἀπλήκτοις κέντροις τοὺς δρεπομένους ὑπερεθίζουσα. ἀλλὰ τί μοι βούλεται τοῖς γράμμασι τὸ ῥόδον ἐπεισαγόμενον; πάντως οὐδὲν δεῖ σε παρ' ἡμῶν διδαχθῆναι τῆς ἐπιστολῆς μεμνημένον τῆς σῆς, ἣ τὸ μὲν ἄνθος εἶχε τοῦ λόγου τοῦ σοῦ, ὅλον ἡμῖν τὸ ἔαρ τῆς εὐγλωττίας διαπετάσασα, μέμψεσι δέ τισι καὶ ἐγκλήμασι καθ' ἡμῶν ἐξηκάνθωτο. ἀλλ' ἐμοὶ τῶν σῶν λόγων καθ' ἡδονήν ἐστι καὶ ἡ ἄκανθα πρὸς μείζονα πόθον τῆς φιλίας ἐκκαίουσα: ὥστε γράφε καὶ συνεχῶς γράφε, ὅπως ἂν ᾖ σοι φίλον τοῦτο ποιεῖν, εἴτε σεμνύνων, καθώς ἐστί σοι σύνηθες, εἴτε καὶ ὑποκνίζων διὰ τῶν μέμψεων.
Μελήσει δὲ πάντως ἡμῖν τοῦ μηδέποτέ σοι τῆς εὐλόγου μέμψεως τὰς ἀφορμὰς παρασχεῖν, ὥσπερ οὐδὲ νῦν παρεσχήκαμεν, πρὸ τῆς ἐπὶ τὴν Ἑῴαν ἀποδημίας πάντα καταπραξάμενοι ὅσα σοί τε καταθύμια ἦν καὶ παρ' ἡμῶν ὠφείλετο τῷ δικαίῳ: καὶ τούτου μάρτυς ὁ αἰδεσιμώτατος καὶ κοινὸς ἡμῶν ἀδελφὸς Εὐάγριος (ὃς ὁμοῦ τε τὴν ἐπιστολὴν ὤρεξε ταύτην καὶ πάντα παρὰ τῶν σῶν ἐδιδάχθη: παρόντες γὰρ ἔτυχον), τῆς τε ἡμετέρας ὑπὲρ τοῦ δικαίου σπουδῆς τῶν τε οἰκονομούντων τὰ σὰ τῆς ἐπὶ τοῖς γεγενημένοις εὐχαριστίας.