Ep. XVI. To Eusebius, Bishop of Cæsarea.
Ep. XVII. To Eusebius, Archbishop of Cæsarea.
Ep. XVIII. To Eusebius of Cæsarea.
Ep. XLI. To the People of Cæsarea, in His Father’s Name.
Ep. XLII. To Eusebius, Bishop of Samosata.
Ep. XLIX. To Basil. (The Praises of Quiet.)
Ep. LXIII. To Amphilochius the Elder.
Ep. CI. To Cledonius the Priest Against Apollinarius.
Ep. CII. Against Apollinarius The Second Letter to Cledonius.
Ep. CLIII. To Bosporius, Bishop of Colonia.
Ep. CLVII. To Theodore, Archbishop of Tyana.
Ep. CLXXI. To Amphilochius, Bishop of Iconium.
Ep. CXCVII. A Letter of Condolence on the Death of His Sister Theosebia.
Ep. LXI.
[61] ΑΕΡΙΩΙ ΚΑΙ ΑΛΥΠΙΩΙ
Ὥσπερ ἀπαρχὰς ἀλῶνός τε καὶ ληνοῦ καὶ τέκνων τοὺς ἀληθῶς φιλοτέκνους ἀνατιθέναι Θεῷ δίκαιόν τε καὶ ὅσιον, ὅτι παρ' αὐτοῦ καὶ ἡμεῖς αὐτοὶ καὶ τὰ ἡμέτερα, οὕτω καὶ νέας κληρονομίας, ἵνα τὸ μέρος προθύμως δοθὲν παράσχῃ τῷ πλείονι τὴν ἀσφάλειαν. Μὴ τοίνυν ἀναμείνητε μετὰ πάντας ἡμῖν γενέσθαι χρηστοί, ἀλλὰ πρὸ πάντων Θεῷ δι' ὃν καὶ πᾶσι, καὶ τοὺς ἔξω ῥίψαντες νόμους τοῖς ἡμετέροις δουλεύσατε, τοῦτο παρ' ὑμῶν αὐτῶν καρποφοροῦντες, τὴν προθυμίαν. Τὰ μὲν γὰρ καταλειφθέντα παρ' ἄλλων, τὸ δὲ πρόθυμον παρ' ὑμῶν ἕξομεν, οἷς δυνατὸς ὁ Θεὸς ἀντιδοῦναι πολυπλάσια ὧν νῦν ἐπιδώσετε, οὐ μόνον ἐν τῷ προσκαίρῳ τούτῳ βίῳ καὶ ῥέοντι, ἀλλὰ καὶ ἐν τῷ αἰωνίῳ καὶ μένοντι: πρὸς ὃν μόνον ὁρᾶν ἀσφαλὲς καὶ εἰς ὃν πάσας τείνειν ἡμῶν τὰς ἐλπίδας. Ὡς οὖν τοιούτου τευξόμενοι τοῦ Θεοῦ περὶ ὑμᾶς, οἷοί περ ἂν αὐτοὶ γένησθε τοῖς πτωχοῖς, μὴ μικροψύχως μηδὲ μικρολόγως, ἀλλὰ καὶ λίαν φιλοτίμως τε καὶ προθύμως πληρώσατε τῇ κατοιχομένῃ τὴν βούλησιν, ἣν παρεῖναί τε ὑμῖν νομίσαντες καὶ ὁρᾶν τὰ γινόμενα, διὰ τῆς ἐπιδόσεως ἀναπαύσατε, ἵνα μὴ τὰ χρήματα μόνον ἔχητε παρ' αὐτῆς, ἀλλὰ καὶ στηρίζουσαν οἴκους τέκνων μητρὸς εὐλογίαν πορίσησθε, τοῦτο ἐνθυμηθέντες ὅτι « βελτίων μικρὰ μερὶς μετὰ δικαιοσύνης », κατὰ τὸ γεγραμμένον, ἢ « πλατυτέρα μετὰ μικρολογίας » (ἵνα μὴ λέγω τι βλάσφημον) καὶ ὅτι πολλοὶ καὶ οἴκων ὅλων ἐκποιουμένων εἰς ἐκκλησίας ἠνέσχοντο, οἳ δὲ καὶ παρ' ἑαυτῶν πᾶσαν προήκαντο τὴν οὐσίαν καὶ τὴν καλλίστην ἐπραγματεύοντο πραγματείαν, γενέσθαι διὰ τὸν ἐκεῖ πλοῦτον πένητες. Μὴ τοίνυν σπείρητε φειδομένως, ἵνα πλουσίως θερίσητε, ἀλλ' ἀγαθὸν κλῆρον καὶ ὑμῖν αὐτοῖς καὶ τοῖς φιλτάτοις ὑμῶν τοῦτον χαρίσασθε, μηδὲν ὑφελόντες τῶν γεγραμμένων, ἀλλὰ πάντα μεθ' ἡδονῆς καὶ φαιδρότητος ἐπιδόντες ἢ ἀποδόντες ὡς οἰκεῖα τοῦ Θεοῦ, ὡς τοῦτο μόνον κερδανοῦντες ὅ τι ἂν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ἀναλώσητε. Τί γὰρ δεῖ θησαυρίζειν λῃσταῖς καὶ κλέπταις καὶ καιρῶν μεταβολαῖς ἄλλοτε εἰς ἄλλους μετατιθέντων καὶ ῥιπιζόντων τὴν ἄστατον εὐπορίαν, ἀλλὰ μὴ εἰς τὰς ἀσφαλεῖς ἀποθήκας ἀποτίθεσθαι καὶ τῶν ἐπιβουλευόντων ἰσχυροτέρας; Τὸ μὲν οὖν εὐτελὼς περὶ ἄλλα καὶ ἄλλοις δείξατε (καὶ γὰρ εὔχομαι δυνατοὺς ὑμᾶς εἶναι μετὰ χρηστότητος), ἡμῖν δὲ ἀγωνίσασθε τὸν καλὸν ἀγῶνα, ὅστις νικήσει τὸν ἄλλον εὐλαβείᾳ καὶ ταῖς ὀφειλομέναις εὐλογίαις ἐκ Θεοῦ τοῖς εὐγνώμοσι. Πείσατε οὖν ἡμᾶς ὅτι γνησίως χριστιανίζετε, μᾶλλον δὲ ἀπὸ καλῆς ἀρξάμενοι ἀρχῆς καὶ οὕτως εὐσεβοῦς καὶ δικαίας, ἐντεῦθεν καὶ περὶ τῶν ἄλλων ὁμονοήσατε, ὡς ἂν ὑμεῖς τε ἀλλήλοις καὶ ἡμεῖς ὑμῖν ἐπευφραινώμεθα τά τε ἄλλα καὶ δεξιὸν ὑπόδειγμα γενομένοις πάσῃ τῇ Ἑκκλησίᾳ τῆς περὶ ταῦτα εὐγνωμοσύνης.