Ep. XVI. To Eusebius, Bishop of Cæsarea.
Ep. XVII. To Eusebius, Archbishop of Cæsarea.
Ep. XVIII. To Eusebius of Cæsarea.
Ep. XLI. To the People of Cæsarea, in His Father’s Name.
Ep. XLII. To Eusebius, Bishop of Samosata.
Ep. XLIX. To Basil. (The Praises of Quiet.)
Ep. LXIII. To Amphilochius the Elder.
Ep. CI. To Cledonius the Priest Against Apollinarius.
Ep. CII. Against Apollinarius The Second Letter to Cledonius.
Ep. CLIII. To Bosporius, Bishop of Colonia.
Ep. CLVII. To Theodore, Archbishop of Tyana.
Ep. CLXXI. To Amphilochius, Bishop of Iconium.
Ep. CXCVII. A Letter of Condolence on the Death of His Sister Theosebia.
Ep. LXXVIII.
[78] ΘΕΟΤΕΚΝΩΙ
Οἴδαμεν ὅτι χαλεπόν ἐστι, προσφάτου τῆς ἀδικίας οὔσης καὶ τοῦ θυμοῦ ζέοντος ἔτι, παραδεχθῆναι τοὺς λογισμούς: τυφλὸν γὰρ ὁ θυμὸς καὶ ἡ λύπη, καὶ μάλιστα ὅταν τὸ δικαίως ἀγανακτεῖν παρῇ. Ὅμως ἐπειδὴ καὶ αὐτοὶ τῶν συνηδικημένων ἐσμὲν καὶ συνυβρισμένων καὶ οὐχ ἧττον ἀγανακτούντων, διὰ τοῦτό ἐσμεν δίκαιοι καὶ συμβουλεύοντες μὴ ἀτιμασθῆναι. Δεινὰ πεπόνθαμεν: εἰ δὲ βούλει, πρόσθες οἷα μηδεὶς ἄλλος ἀνθρώπων. Ἀλλὰ μὴ διὰ τοῦτο καὶ ἡμᾶς αὐτοὺς ἀδικήσωμεν, μηδὲ τοσοῦτον εὐσέβειαν μισήσωμεν ὅσον ἡμῖν οὐ συμφέρει. Μέγα ἐστὶ γυνὴ καὶ τίμιον θυγάτηρ, ἀλλ' οὔπω ψυχῆς τιμιώτερον. Ἐνθυμήθητι ὅτι νεωστὶ μὲν τῆς χάριτος ἠξιώθης καὶ τῷ λουτρῷ τῶν ἁμαρτιῶν ἐκαθάρθης, κίνδυνος δὲ οὐχ ὁ τυχὼν αἵματι μολῦναι τὴν δωρεὰν καὶ πάλιν ἄλλης δεηθῆναι καθάρσεως. Μὴ τοίνυν ἐπιβουλεύσωμεν ἡμῖν αὐτοῖς μηδὲ τὴν παρρησίαν τὴν πρὸς Θεὸν ἀποβάλωμεν, πικροὶ τοῖς ἠδικηκόσι φανέντες καὶ ὑπὲρ τὸ μέτρον ἀγανακτοῦντες. Ἀφῶμεν τῷ Θεῷ τὸν ἄνθρωπον καὶ τοῖς ἐκεῖθεν κολαστηρίοις: ἡμεῖς δὲ φιλάνθρωπον κτησώμεθα τὸν κριτήν, αὐτοὶ φανέντες φιλάνθρωποι, καὶ συγχωρήσωμεν ἵνα συγχωρηθῶμεν. Καὶ μή σε ἀπατάτω μάταιος λογισμός, ὅτι τὸ δικαίως ἐπεξελθεῖν ἀνεύθυνον καὶ τὸ παραδοῦναι τοῖς νόμοις τὸν παρανομήσαντα. Εἰσὶ νόμοι Ῥωμαίων, εἰσὶ δὲ καὶ ἡμέτεροι. Ἀλλ' οἱ μὲν ἄμετροι καὶ πικροὶ καὶ μέχρις αἵματος προϊόντες: ἡμῖν δὲ χρηστοὶ καὶ φιλάνθρωποι καὶ μὴ συγχωροῦντές τι τῷ θυμῷ χρῆσθαι κατὰ τῶν ἀδικούντων. Τούτοις ἐμμείνωμεν καὶ τούτους ἀκολουθήσωμεν, ἵνα μικρὰ χαρισάμενοι (μικρὰ γὰρ ἡ ἐνταῦθα ζωὴ καὶ τοῦ μηδενὸς ἀξία), μεγάλα παρὰ τοῦ Θεοῦ ἀντιλάβωμεν, τὴν παρ' αὐτοῦ φιλανθρωπίαν καὶ τὰς ἐκεῖθεν ἐλπίδας.