Ep. XVI. To Eusebius, Bishop of Cæsarea.
Ep. XVII. To Eusebius, Archbishop of Cæsarea.
Ep. XVIII. To Eusebius of Cæsarea.
Ep. XLI. To the People of Cæsarea, in His Father’s Name.
Ep. XLII. To Eusebius, Bishop of Samosata.
Ep. XLIX. To Basil. (The Praises of Quiet.)
Ep. LXIII. To Amphilochius the Elder.
Ep. CI. To Cledonius the Priest Against Apollinarius.
Ep. CII. Against Apollinarius The Second Letter to Cledonius.
Ep. CLIII. To Bosporius, Bishop of Colonia.
Ep. CLVII. To Theodore, Archbishop of Tyana.
Ep. CLXXI. To Amphilochius, Bishop of Iconium.
Ep. CXCVII. A Letter of Condolence on the Death of His Sister Theosebia.
Ep. CXIV.
[114] ΤΩΙ ΑΥΤΩΙ
Ἐπειδή μοι τὴν σιωπὴν ἐγκαλεῖς καὶ τὴν ἀγροικίαν, ὦ λάλε καὶ ἀστικέ, φέρε σοι διαμυθολογήσω μῦθον οὐκ ἄμουσον, εἴ πως, ἀλλὰ ταύτῃ γε, δυναίμην ἐπισχεῖν σε τῆς φλυαρίας. Ἐπέσκωπτον αἱ χελιδόνες τῶν κύκνων τὸ μὴ ἐθέλειν ὁμιλεῖν τοῖς ἀνθρώποις μήτε δημοσιεύειν τὴν μουσικήν, ἀλλ' ἀμφὶ τοὺς λειμῶνας διάγειν καὶ τοὺς ποταμούς, καὶ τὴν ἐρημίαν ἀσπάζεσθαι, καὶ βραχέα μὲν ᾄδειν, ἃ δὲ καὶ ᾄδοιεν ᾄδειν ἐν σφίσιν αὐτοῖς, ὥσπερ αἰσχυνουμένους τὴν μουσικήν. «Ἡμῶν δέ, ἔφασαν, αἱ πόλεις καὶ οἱ ἄνθρωποι καὶ οἱ θάλαμοι, καὶ περιλαλοῦμεν τοῖς ἀνθρώποις καὶ τὰ ἡμέτερα διηγούμεθα, ταῦτα δὴ τὰ ἀρχαῖα καὶ ἀττικά, τὸν Πανδίονα, τὰς Ἀθήνας, τὸν Τηρέα, τὴν Θρᾴκην, τὴν ἀποδημίαν, τὸ κῆδος, τὴν ὕβριν, τὴν ἐκτομήν, τὰ γράμματα, καὶ ἐπὶ πᾶσι τὸν Ἴτυν, καὶ ὡς ἐγενόμεθα ἐξ ἀνθρώπων ὄρνιθες.» Καὶ οἳ μόλις μὲν αὐτὰς ἠξίωσαν καὶ λόγου τῆς ἀδολεσχίας μισήσαντες, ἐπεὶ δὲ ἠξίωσαν: «Ἀλλ' ἡμῶν μὲν ἕνεκεν, ἔφασαν, ὦ αὗται, κἂν εἰς τὴν ἐρημίαν ἀφίκοιτό τις ὥστε ἀκοῦσαι τῆς μουσικῆς, ὅταν ἀνῶμεν τῷ Ζεφύρῳ τὰς πτέρυγας ἐμπνεῖν ἡδύ τι καὶ ἐναρμόνιον: ὥστ' εἰ μὴ πολλὰ καὶ ἐν πολλοῖς ᾄδομεν, ἀλλ' αὐτὸ δὴ τοῦτο κάλλιστόν ἐστιν ἡμῶν ὅτι μέτρῳ φιλοσοφοῦμεν τὸ μέλος καὶ οὐκ ἀναμίγνυμεν θορύβοις τὴν μουσικήν. Ὑμᾶς δὲ καὶ εἰσοικιζομένας οἱ ἄνθρωποι δυσχεραίνουσι καὶ ᾀδούσας ἀποστρέφονται: καὶ μάλα ἐν δίκῃ, αἵ γε οὐδὲ ἐκτμηθεῖσαι τὴν γλῶτταν δύνασθε σιωπᾶν, ἀλλ' αὐταὶ τὴν ἀφωνίαν ὑμῶν ὀδυρόμεναι καὶ τὸ ἐφ' ὑμῖν πάθος, ἔπειτά ἐστε λαλίστεραι τίνος οὐχὶ τῶν εὐγλώττων καὶ μουσικῶν;» « Σύνες ὅ τοι λέγω », φησὶν ὁ Πίνδαρος, κἂν εὕρῃς τὴν ἐμὴν ἀφωνίαν ἀμείνω τῆς σῆς εὐγλωττίας, παῦσαι καταφλυαρῶν ἡμῶν τῆς σιωπῆς: ἤ σοι παροιμίαν ἐρῶ μάλα μὲν ἀληθῆ, μάλα δὲ σύντομον, ὅτι τότε ᾄσονται κύκνοι ὅταν κολοιοὶ σιωπήσωσιν.