S. Cyril, Archbishop Of Alexandria. Interpretation Or Comment On The Gospel According To John.
Exegetic Commentary Gospel According To John Archbishop of Alexandria.
Chapter I. That Everlasting and before the ages is the Only-Begotten.
Our Father Among The Saints Cyril Archbishop of Alexandria On The Gospel According To John. Book Ii.
Chapter Ii. That the Son is not in the number of things originate, but above all, as God of God.
Chapter Iii. That Christ is God and of God by Nature.
Our Father Among The Saints Cyril Archbishop of Alexandria On The Gospel According To John. Book Iv.
Our Father Among The Saints Cyril Archbishop of Alexandria Gospel According To John. Book V.
Our Father Among The Saints Cyril Archbishop of Alexandria On The Gospel According To John. Book Vi.
The Fragments Which Are Extant Of Book Vii.
The Fragments Which Are Extant Of Book Viii.
Cyril Archbishop of Alexandria Comment On The Gospel According To John. Book Ix.
Chapters In The Eleventh Book.
Chapter I. That the Son is by Nature God, even though we find Him calling the Father His God.
Our Father Among The Saints, Cyril, Archbishop of Alexandria, On The Gospel According To John. Book Xi.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΔΕΚΑΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ ἐν τῷ Υἱῷ τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ δι' αὐτοῦ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ.
« Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν. » ὩΣ ἀποκαλύπτειν μέλλοντος τοῖς τούτου τυχεῖν ἀξίοις τοῦ Ἁγίου Πνεύματος τὸ ἐπὶ Χριστῷ μυστήριον, καὶ παραδεικνύειν ἀκριβῶς τίς μέν ἐστι κατὰ φύσιν, πόση δὲ αὐτῷ δύναμίς τε καὶ ἐξουσία, καὶ ὅτι πάντων βασιλεύει μετὰ Πατρὸς, ἀναγκαίως φησὶν ὅτι ἐκεῖνος ἐμὲ δοξάσει. ἀνωτέρω μὲν γὰρ ἵστησι φρονημάτων Ἰουδαϊκῶν τὸν ἡμέτερον νοῦν, μικρὰν δὲ οὕτω καὶ χαμαιριφῆ τὴν διάληψιν ἔχειν ἡμᾶς οὐκ ἐφίησιν, ὡς ἄνθρωπον οἴεσθαι ψιλὸν ὑπάρχειν αὐτὸν, ἢ ὀλίγον κομιδῆ τὸ τῶν προφητῶν ὑπερθέοντα μέτρον, ἢ καὶ τῆς ἐκείνων εὐκλείας μειονεκτούμενον. τοιαῦτα γὰρ ἐπ' αὐτῷ πεφρονηκότας εὑρήσομεν τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οἳ τῆς εὐσεβείας οὐκ εἰδότες τὸ μυστήριον, συχνὰς ἐποιοῦντο τὰς κατὰ τοῦ Χριστοῦ δυσφημίας, καὶ τοῖς παρ' αὐτοῦ λεγομένοις τὴν ἰδίαν ἀπόνοιαν ἀντεξάγοντες, ποτὲ μὲν ἔφασκον ” Σὺ τίς εἶ; Ἁβραὰμ ἀπέθανε καὶ οἱ προφῆται “ἀπέθανον, καὶ σὺ λέγεις Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, ” θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα: τίνα σεαυτὸν ποιεῖς;“ ποτὲ δὲ πάλιν τὴν τοῦ κατὰ σάρκα γένους εὐτέλειαν, καὶ τὸ λίαν ἄσημον ἐν τούτῳ κατονειδίζοντες ” Οὐχ υἱός ἐστιν “Ἰωσὴφ οὗτος, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν ” μητέρα; πῶς οὖν λέγει ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;“ ὁρᾷς ἐν τούτοις Ἰουδαϊκῶν ἀθλιότητα λογισμῶν; διακειμένων οὖν ἄρα τῶν πολλῶν, οἰηθέντων τε κατὰ ἀλήθειαν οὐκ εἶναι Θεὸν τὸν Κύριον, διὰ τὸ ἐπίκηρον τουτὶ τοῦ σώματος σχῆμα, καὶ χθαμαλωτάτην περὶ αὐτοῦ τὴν ὑπόληψιν οὐ καταδεισάντων ἑλεῖν, φανοτάτην τοῖς ἁγίοις τὸ Πνεῦμα τὴν δόξαν αὐτοῦ καταφοιτῆσαν ἐτίθει: καὶ οὐχὶ πάντως φαμὲν, ὡς δὴ μόνον λόγοις αὐτοὺς ἀναπεῖσαν σοφοῖς, ἀλλὰ καὶ ἐν ἀποδείξει πραγμάτων τὴν ἑκάστου πληροφορῆσαν διάνοιαν, ὅτι καὶ Θεὸς ἀληθῶς, καὶ καρπός ἐστι τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. τίς οὖν ἡ ἀπόδειξις, ἢ πῶς εὐκλεᾶ καὶ περίοπτον ἐποίει Χριστόν; παράδοξον γὰρ καὶ θεοπρεπῆ τὴν ἐφ' ἅπασιν ἐνέργειαν ἔχον, καὶ τὴν τῶν ὅλων εἴδησιν ἀκριβῆ τοῖς ἁγίοις ἐμφυτεῦον, αὐτῷ τὴν δόξαν ἐπραγματεύετο. ἀναθετέον γὰρ μόνῃ τῇ τῶν ὅλων βασιλίδι φύσει, τὸ πάντα εἰδέναι, διδάσκοντος οὐδενὸς, καὶ ἔχειν ἐν ὀφθαλμοῖς, γυμνά τε καὶ τετραχηλισμένα, κατορθοῦν τε δύνασθαι, καὶ λίαν εὐπετῶς, πᾶν ὅπερ ἂν βούλοιτο. Δοξάζει τοιγαροῦν τὸν Υἱὸν ὁ Παράκλητος, τουτέστι, τὸ ἴδιον αὐτοῦ Πνεῦμα, πάντα ἰσχύον καὶ πάντα εἰδός. δοξάζει δὲ πῶς; ἃ γὰρ οἶδε καὶ δύναται τὸ Πνεῦμα αὐτοῦ, πῶς ἂν αὐτὸς οὐκ εἰδείη τυχὸν, ἢ πῶς οὐκ ἂν δύναιτο; καὶ εἰ καθάπερ αὐτός φησιν, ἐξ αὐτοῦ λαμβάνει τὸ Πνεῦμα, καίτοι πάντα ἰσχύον καὶ κατορθοῦν, πῶς ἂν αὐτὸς οὐκ ἔχῃ τὸ ἐφ' ἅπασιν ἰσχυρόν; ὑποτοπητέον δὲ οὐδαμῶς ἰσχύος ἐπιδεᾶ τῆς ἐμφύτου καὶ φυσικῆς καθεστάναι τὸν Παράκλητον, τουτέστι τὸ Πνεῦμα, ὡς εἰ μὴ λάβοι τυχὸν μηδ' ἂν ἐξαρκέσειν αὐτὸν ἑαυτῷ δύνασθαι πρὸς τὴν τῶν θείων κατορθωμάτων ἐνέργειαν ἀποτελεστικήν: δυσσεβείας γὰρ ἂν τῆς ἁπασῶν ἐσχάτης ὑπομείναι γραφὴν, καὶ σφόδρα εἰκότως, ὁ καὶ μόνον οἰηθεὶς ἀληθές τι τῶν τοιούτων εἶναι περὶ αὐτοῦ. ἐπειδὴ δὲ ὁμοούσιόν τε ἐστι τῷ Υἱῷ, καὶ πρόεισι θεοπρεπῶς δι' αὐτοῦ, πᾶσαν αὐτοῦ τὴν ἐφ' ἅπασι τελεωτάτην ἔχον ἐνέργειάν τε καὶ δύναμιν, διὰ τοῦτό φησιν Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται. ὑφεστάναι γὰρ αὐτὸ καθ' ἑαυτὸ τὸ Πνεῦμα πιστεύομεν, εἶναί τε κατὰ ἀλήθειαν τοῦθ' ὅπερ ἐστὶ καὶ λέγεται, ἐνυπάρχον γεμὴν τῇ οὐσίᾳ τοῦ Θεοῦ, προκύπτει τε καὶ πρόεισιν ἐξ αὐτῆς, πάντα τὰ αὐτῆς ἔχον ἐν ἑαυτῷ φυσικῶς: οὐ γὰρ κατὰ μέθεξιν, ἀλλ' οὐδὲ κατὰ τρόπον σχετικὸν, ἀλλ' οὐχ ὡς ἕτερον ὂν παρ' αὐτὴν, ἐπείπερ ἐστὶν ἴδιον αὐτῆς. ὅνπερ γὰρ τρόπον ἡ ἐκ τῶν εὐοσμοτάτων ἀνθέων εὐωδία λαβοῦσα τρόπον τινὰ τῶν προϊέντων αὐτὴν τὴν οὐσιώδη καὶ φυσικὴν ἐνέργειαν, ἤτοι ποιότητα, διακομίζει τοῖς ἔξω τὴν γνῶσιν, τοῖς ὀσφραντικοῖς τοῦ σώματος μορίοις ἐμπίπτουσα, καὶ δοκεῖ μέν πως, ὅσον ἧκεν εἰς ἐπινοίας λόγον, ἑτέρα τις εἶναι παρὰ τὴν πέμπουσαν αὐτὴν φύσιν, νοουμένη γεμὴν οὐκέτι καθ' ἑαυτὴν οὐχ ἑτέραν ἔχει φύσιν, ἢ τὴν ἐξ ὧν καὶ ἐν οἷς ἐστιν: οὕτω νοήσεις ἐπί τε Θεοῦ καὶ Ἁγίου Πνεύματος τὸν τοῦ παραδείγματος ἀναβαίνων λόγον. ἀκατηγόρητον οὖν ἄρα παντελῶς καὶ λοιδορίας ἁπάσης ἔξω κείσεται, τὸ λαβεῖν λέγεσθαί τι παρὰ τοῦ Μονογενοῦς τὸ Πνεῦμα αὐτοῦ. προϊὸν γὰρ δι' αὐτοῦ φυσικῶς, ὡς ἴδιον αὐτοῦ, μετὰ πάντων ὧν ἔχει τελείως, λαμβάνειν λέγεται τὰ αὐτοῦ. εἰ δὲ παχυτέραις τὸ τοιοῦτον ἐσημάνθη φωναῖς, ἀφέντες τὸ σκανδαλίζεσθαι, δικαίως ἂν μᾶλλον τῆς ἑαυτῶν γλώττης αἰτιασαίμεθα τὴν πτωχείαν, οὐκ ἀντεχούσης εἰπεῖν τὰ θεοπρεπῆ, καθ' ὃν ἔδει τρόπον. ποῖος γὰρ λόγος οὐκ ἐλάττων ἐστὶ τῆς ἀῤῥήτου φύσεώς τε καὶ δόξης; ἀναγγελεῖ τοιγαροῦν φησιν ὑμῖν ἐκ τοῦ ἐμοῦ λαβὼν ὁ Παράκλητος, τουτέστιν, οὐχ ἕτερόν τι λαλήσει παρὰ τὸν ἐν ἐμοὶ σκοπὸν, καὶ ἐπείπερ ἐστὶ Πνεῦμα ἐμὸν, ταυτολογήσει δὴ πάντως, καὶ τὰ ἐκ τῶν ἐμῶν ἀναγγελεῖ θελημάτων.