“ΚΥΡΙΟΣ δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει ” πολλῇ,“ καλῶς γε σφόδρα ποιῶν ὁ μελῳδὸς ἀναφθέγγεται: χρῆναι δὲ οἶμαι πρὸς τοῦτο βαδίζειν, οὐ τοὺς

 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΠΡΩΤΩ ΒΙΒΛΙΩ. α. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής: προκειμένου ῥητοῦ Ἐν ἀρχῇ ἦν ὁ Λόγος. β. Ὅτι καὶ Θεὸς ὁμοούσιος ὑπάρχων τῷ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΛΟΓΟΣ ΠΡΩΤΟΣ. ΑΚΡΙΒΗΣ ὄντως καὶ θ

 ΚΕΦΑΛΗ Α. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής. ΤΙ πρὸς τοῦτό φασιν οἱ νέον ἡμῖν καὶ πρόσφατον εἰσφέροντες τὸν Υἱὸν, ἵνα μηδὲ

 ΚΕΦΑΛΗ Β. Ὅτι καὶ Θεὸς καὶ ὁμοούσιος τῷ Πατρὶ ὑπάρχων ὁ Υἱὸς ἐν ἰδίᾳ ἐστὶν ὑποστάσει, ὁμοίως δὲ καὶ ὁ Πατήρ. « Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. » ἝΩΛΟΝ ἤ

 ΚΕΦΑΛΗ Γ. Ὅτι καὶ Θεὸς κατὰ φύσιν, καὶ κατ' οὐδένα τρόπον ἢ ἐλάττων ἢ ἀνόμοιός ἐστι τοῦ Πατρὸς ὁ Υἱός. « Καὶ Θεὸς ἦν ὁ Λόγος. » ΟΥΚ ἠγνόησεν ὁ πνευματ

 ΚΕΦΑΛΗ Δ. Πρὸς τοὺς τολμῶντας λέγειν, ὅτι ἕτερός ἐστιν ὁ ἐνδιάθετός τε καὶ φυσικὸς ἐν Θεῷ καὶ Πατρὶ Λόγος, καὶ ἕτερος ὁ παρὰ ταῖς θείαις γραφαῖς λεγόμ

 ΚΕΦΑΛΗ Ε. Ὅτι κατὰ φύσιν δημιουργὸς ὁ Υἱὸς μετὰ Πατρὸς, ὡς ἐκ τῆς οὐσίας ὑπάρχων αὐτοῦ, καὶ οὐχ ὥσπερ ὑπουργὸς παραλαμβανόμενος. « Πάντα δι' αὐτοῦ ἐγέ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. « Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. » ἜΤΙ τὰς πε

 ΚΕΦΑΛΗ Ζ. Ὅτι φῶς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς φῶς ἀληθινὸν ἐκ φωτὸς ἀληθινοῦ. « Καὶ

 ΚΕΦΑΛΗ Η. Ὅτι μόνος ὁ Υἱὸς τοῦ Θεοῦ φῶς ἐστιν ἀληθινὸν, ἡ δὲ κτίσις οὐκέτι, φωτὸς οὖσα μέτοχος, ὡς γενητή. « Ἦν τὸ φῶς τὸ ἀληθινόν. » ΕΠΕΞΕΡΓΑΖΕΤΑΙ πά

 ΚΕΦΑΛΗ Θ. Ὅτι οὐ προϋπάρχει τοῦ σώματος ἡ τοῦ ἀνθρώπου ψυχὴ, οὐδὲ ἐκ πρεσβυτέρων ἁμαρτημάτων ἡ σωμάτωσις κατά τινας. « Ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμε

 ΚΕΦΑΛΗ Ι. Ὅτι μόνος κατὰ φύσιν Υἱὸς ἐκ Πατρὸς ὁ Μονογενὴς, ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ. « Θεὸν οὐδεὶς ἑώρακε πώποτε: ὁ Μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον

 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ, ΒΙΒΛΙΟΝ Αʹ. ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΔΕΥΤΕΡΩ ΒΙΒΛΙΩ. α. Ὅτι οὐ κατὰ μετοχὴν, οὐδὲ ὡς ἐπακτὸν

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Βʹ. Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς

 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον Πνεῦμά ἐστιν, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν ἐνυπάρχει αὐτῷ. « Καὶ ἐμαρτύρησεν Ἰωάννης

 ΚΕΦΑΛΗ Β. Ὅτι οὐκ ἐν τοῖς γενητοῖς ἐστιν ὁ Υἱὸς, ἀλλ' ἐπάνω πάντων, ὡς Θεὸς ἐκ Θεοῦ. « Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. » ΟΥ μέγα, φησὶν, οὐδὲ λ

 ΚΕΦΑΛΗ Γ. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Χριστός. « Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. » ΟΥΧ ἑτέρως ἦν ἐπιδεῖξαι τὴ

 ΚΕΦΑΛΗ Δ. Ὅτι οὐ μεταληπτῶς ἐν Υἱῷ τὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν. « Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ α

 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐν τοῖς προσκυνοῦσίν ἐστιν ὁ Υἱὸς, ᾗ Λόγος ἐστὶ καὶ Θεὸς, προσκυνεῖται δὲ μᾶλλον μετὰ Πατρός. « Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε: ἡμεῖ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι οὐκ ἐλάττων κατὰ δύναμιν ἢ κατ' ἐνέργειαν τὴν ἐπί τισιν ὁ Υἱὸς τοῦ Πατρὸς, ἀλλ' ἰσοσθενής τε καὶ ὁμοούσιος, ὡς ἐξ αὐτοῦ καὶ κατὰ φύσιν.

 ΚΕΦΑΛΗ Ζ. Ὅτι τῶν θεοπρεπῶν ἀξιωμάτων ἤτοι πλεονεκτημάτων οὐδὲν ὡς ἐκ μετοχῆς ἢ ἐπακτὸν ἐν Υἱῷ. « Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσα

 ΚΕΦΑΛΗ Η. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, καὶ εἰκὼν τοῦ γεννήσαντος ἀκριβὴς, ἴσην ἔχει πρὸς αὐτὸν καὶ τιμὴν καὶ δόξαν. « Ἵνα πάντες τι

 ΚΕΦΑΛΗ Θ. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἀλλ' ἰσοσθενὴς κατ' ἐνέργειαν τὴν ἐφ' ἅπασίν ἐστιν ὡς Θεὸς ἐκ Θεοῦ. « Οὐ δύναμαι ἐγὼ ποιε

 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩι ΤΡΙΤΩι ΒΙΒΛΙΩι ΠΛΑΤΥΤΕΡΟΝ ΕΙΡΗΜΕΝΑ. α. Ζήτησις ἀκριβὴς, διατί μὴ μόνον λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ μακάριος βαπτιστὴς εἴρηται

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Γ. « Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλ

 ΚΕΦΑΛΗ Β. Ὅτι εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἐν ᾧ καὶ πρὸς Ἰουδαίους ἔλεγχος, ὡς μὴ νοοῦντας τὰ διὰ Μωυσέως αἰνιγματωδῶς μᾶλλον εἰρημένα. « Οὔ

 ΚΕΦΑΛΗ Γ. Ὅτι τοῦ Σωτῆρος τὴν ἄφιξιν ἐσήμαινεν ὁ Μωυσῆς. Ἐκ τοῦ Δευτερονομίου περὶ Χριστοῦ. ” ΠΡΟΦΗΤΗΝ ὑμῖν ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀνα“στήσει σοι Κ

 ΚΕΦΑΛΗ Δ. Ὅτι πολλάκις αἱ Χριστοῦ μεταβάσεις ἀπὸ τῆς Ἱερουσαλὴμ τὸ μετατεθήσεσθαι τὴν χάριν ἐπὶ τὰ ἔθνη δηλοῦσιν: ἐν ταὐτῷ δὲ καὶ λόγος περὶ τῶν πέντε

 ΚΕΦΑΛΗ Ε. Ὅτι χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Μονογενὴς, καὶ οὐχ ἕτερος παρ' αὐτὸν ἢ ἔστιν ἢ νοεῖται χα ρακτήρ. « Ἣν ὁ υἱὸς τοῦ ἀν

 ΚΕΦΑΛΗ Ϛ. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ τῶν δι' αὐτοῦ χαρισμάτων πνευματικῶν. « Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΤΕΤΑΡΤΩι ΒΙΒΛΙΩι α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, διὰ τὸ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχειν, κἂν ὑποτάττεσθαι λέγητα

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θ

 ΚΕΦΑΛΗ Β. Ὅτι ζωοποιὸν τὸ ἅγιον σῶμα Χριστοῦ, ἐν οἷς ὡς περὶ ἄρτου φησὶ τοῦ ἰδίου σώματος. « Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάνν

 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ ζωῆς τῆς παρ' ἑτέρου μέτοχός ἐστιν ὁ Υἱὸς, μᾶλλον δὲ κατὰ φύσιν ζωὴ ὡς ἐκ ζωῆς τῆς κατὰ φύσιν γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρός. « Καθ

 ΚΕΦΑΛΗ Δ. Ὅτι τύπος ἦν τοῦ Χριστοῦ προηγουμένη τοῦ λαοῦ κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ, καὶ ἡ κιβωτὸς δὲ ἡ ἐν αὐτῇ καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια δὲ, τ

 ΚΕΦΑΛΗ Ε. Περὶ τῆς ἑορτῆς τῆς σκηνοπηγίας, ὅτι τῆς ὀφειλομένης τοῖς ἁγίοις ἐλπίδος τὴν ἀποκατάστασιν δηλοῖ, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν: προκειμένου ῥ

 ΚΕΦΑΛΗ Ϛ. Λόγος περὶ τῆς ἀργίας τῆς κατὰ τὸ σάββατον, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. « Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λ

 ΚΕΦΑΛΗ Ζ. Λόγος περὶ τῆς ἐν ὀγδόῃ περιτομῆς, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. ἈΡΚΟΥΝΤΩΣ ἤδη, καθάπερ ὑπολαμβάνω, καὶ κατὰ δύναμιν τῆς ἐνούσ

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΠΕΜΠΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατὰ Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδία

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ. « Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν

 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδίας ἐπί τε τὸ ἀγαθὸν καὶ τὸ

 ΚΕΦΑΛΗ Β. Ὅτι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν κατὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνῳκίσθη παγίως ἡμῖν τὸ Ἅγιον Πνεῦμα. « Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος οὗ ἔ

 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ ἐπὶ σταυρῷ πάθος, οὐδὲ ἐκ τῆς τινων πλεονεξίας ἀπέθανεν ὁ Χριστὸς, ἀλλ' αὐτὸς ἑκὼν ὑπὲρ ἡμῶν τοῦτο πέ

 ΚΕΦΑΛΗ Δ. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τῆς πρὸς τὴν κτίσιν ὁμοιότητος ἀνῳκισμένος παντελῶς, ὅσον εἰς οὐσίας λόγον. « Ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐσ

 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐλάττων ἐν δυνάμει καὶ σοφίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, μᾶλλον δὲ αὐτὸς σοφία καὶ δύναμις αὐτοῦ. « Καὶ ἀπ' ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΚΤΩι ΒΙΒΛΙΩι. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπὶ τ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ. « Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ,

 ΚΕΦΑΛΗ Α. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπάγει τισὶν ὁ Θεὸς, τοὺς οὐδ

 LIBRI VII FRAGMENTA QUAE REPERIRI POTUERUNT. « Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν

 LIBRI VIII FRAGMENTA QUAE REPERIRI POTUERUNT. « Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε τα

 ΚΕΦΑΛΑΙΟΝ ΤΟ ΕΝ ΤΩι ΕΝΝΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν: ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν.

 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΝΑΤΟΝ. « Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με Πατὴρ

 ΚΕΦΑΛΗ Α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως, ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν, ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν. « Πιστεύετε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Π

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατ' οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ, προκειμένου

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΔΕΚΑΤΟΝ. « Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰ

 ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ. « Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομα

 ΚΕΦΑΛΗ Β. Ὅτι τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιός ἐστιν ὁ Υἱὸς, καὶ οὐχ ἑτεροφυὴς, οὐδὲ ἔκφυλος, κατά τινας τῶν διεστραμμένων. « Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ,

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΝΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ ἐν τῷ Υἱῷ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ δι' αὐτοῦ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ. β. Ὅτι φυσικῶς ἐ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΔΕΚΑΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ

 ΚΕΦΑΛΗ Β. Ὅτι φυσικῶς ἐν τῷ Υἱῷ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, τουτέστι τὸ Ἅγιον, καθὰ καὶ ἐν τῇ οὐσίᾳ τοῦ Πατρός. « Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμ

 ΚΕΦΑΛΗ Γ. Ὅτι τῆς θεοπρεποῦς δόξης οὐκ ἐπιδεᾶ θεωρήσαι τις ἂν τὸν Υἱὸν, κἂν εὑρίσκηται λέγειν Πάτερ δόξασον τὸν Υἱόν σου. « Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, κ

 ΚΕΦΑΛΗ Δ. Ὅτι κατ' οὐδένα τρόπον ἀδικήσει τοῦ Υἱοῦ τὴν δόξαν τὸ εἰληφέναι τι λέγεσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἔχοντος εὐσεβῆ τοῦ πράγματος λόγον. «

 ΚΕΦΑΛΗ Ε. Ὅτι τοῦ εἶναι Θεὸς ἀληθινὸς ὁ Υἱὸς οὐκ ἔξω κείσεται, κἂν μόνον καὶ ἀληθινὸν ὀνομάζῃ Θεὸν τὸν Πατέρα. « Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι δόξης τῆς θεοπρεποῦς οὐ γυμνὸς ἦν ὁ Υἱὸς κἂν εὑρίσκηται λέγων πρὸς τὸν Πατέρα Καὶ νῦν δόξασόν με τῇ δόξῃ ᾗ εἶχον, καὶ τὰ ἑξῆς. « Ἐγώ σε

 ΚΕΦΑΛΗ Ζ. Ὅτι τὸ λέγεσθαί τι δεδόσθαι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς, οὐκ ἐξοικιεῖ τῆς θεοπρεποῦς ἀξίας αὐτὸν, ἀλλ' ὢν ὁμοούσιός τε καὶ ἐξ αὐτοῦ διαφαίνεται κ

 ΚΕΦΑΛΗ Η. Ὅτι οὐκ ἔξω κείσεται τῆς Χριστοῦ βασιλείας, κἂν εἴ τι λέγοιτο τοῦ Πατρός: ἅμα γὰρ αὐτῶν ἡ κατὰ πάντων ἀρχή. « Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ: οὐ περὶ

 ΚΕΦΑΛΗ Θ. Ὅτι φυσικὸν ἐν τῷ Υἱῷ τὸ τῆς θεότητος ἀξίωμα, κἂν εἰληφέναι λέγηται τοῦτο παρὰ Πατρὸς διὰ τὸ ἀνθρώπινον καὶ τὸ τῆς ταπεινώσεως σχῆμα. « Πάτε

 ΚΕΦΑΛΗ Ι. Ὅτι οὐκ ἐκ μετοχῆς τῆς πρὸς ἕτερον ἅγιός ἐστιν ὁ Χριστὸς οὐδὲ ξένος τῆς οὐσίας αὐτοῦ ὁ διὰ Πνεύματος ἁγιασμός. « Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸ

 ΚΕΦΑΛΗ ΙΑ. Ὅτι φυσικῶς ὁ Υἱὸς ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, καὶ αὐτὸς μὲν ἐν Πατρὶ, ὁ Πατὴρ δὲ ἐν αὐτῷ, κατά γε τὸν οὐσιώδη τῆς ἑνότητος σύνδεσ

 ΚΕΦΑΛΗ ΙΒ. « Ὅτι κατὰ φύσιν ἕν ἐστιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, κἂν ὡς ἐν χάριτος μέρει δέξασθαι λέγῃ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα. »

 ΚΕΦΑΛΑΙΟΝ « ΤΟ ΕΝ ΤΩι ΔΩΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. » α. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι' ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν, προκειμένου ῥητο

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΒΙΒΛΙΟΝ ΔΩΔΕΚΑΤΟΝ

 ΚΕΦΑΛΗ Α. « Ὅτι κατὰ φύσιν Θεός ἐστιν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι' ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν. »

Chapter Iv. That it will in no way damage the glory of the Son, when He is said to have received aught from God the Father, since for this we can assign a pious reason.

2 Even as Thou gavest Him authority over all flesh, that whatsoever Thou hast given Him, to them He shall give eternal life.

In these words Christ expounds once more to us the kind of glory whereby God will exalt and glorify His own Son; and He will also Himself be glorified in turn by His own Offspring. And He expands the saying, and makes the point clear to our edification and profit. For what need had God the Father, Who knoweth all things, of learning the kind of request? He invites then the Father's goodness towards us. For since He is the High Priest of our souls, insomuch as He appeared as Man, though being by Nature God together with the Father, He most fittingly makes His prayer on our behalf; trying to persuade us to believe that He is, even now, the propitiation for our sins, and a righteous Advocate; as John saith. Therefore also Paul, wishing us to be of this mind, thus exhorts us: For we have not a high priest that cannot be touched with the feeling of our infirmities; but One that hath been in all points tempted like as we are; yet without sin. Then, since He is an High Priest, insomuch as He is Man, and, at the same time, brought Himself a blameless sacrifice to God the Father, as a ransom for the life of all men, being as it were the firstfruits of mortality, that in all things He might have the pre-eminence, as Paul says; and He reconciles to Him the reprobate race of man upon the earth, purifying them by His own Blood, and shaping them to newness of life through the Holy Spirit; and since, as we have often said, all things are accomplished by the Father through the Son in the Spirit; He moulds the prayer for blessings towards us, as Mediator and High Priest, though He unites with His Father in giving and providing Divine and spiritual graces. For Christ divideth the Spirit, according to His own Will and pleasure, to every man severally, as He will.

So far with reference to this. Now let us examine and declare what is meant by the form of prayer used. Father, then, He saith, glorify Thy Son, that Thy Son may also glorify Thee. How then, or in what manner, will what I have said be brought to pass? I will, He says, that as Thou hast given Me power over all flesh, that so also, all that Thou hast given Me may have life eternal. For the Father glorified His own Son, putting the whole world under His rule: and He was glorified Himself also in turn by Him. For the Son was glorified of the Father, being believed of all to be the Offspring and Fruit of Him That is all-powerful, and at His pleasure puts all things under the yoke of His Son's kingly power; and the Father was glorified in turn, so to speak, by His own Son. For since the Son was known to be able to accomplish all things at His pleasure, the splendour of His reputation has reached to Him That begat Him. As therefore, He says, Thou didst glorify and wast glorified, giving to the Son power and sovereignty over all, after the manner just now stated, so I will that nothing that Thou hast given Me be lost; for this honour will pass from the Father to the Son, and from the Son to the Father. For it was meet that all those who were wholly subject to, and under, the rule of the Word, the all-powerful God, now having been saved once for all, should also abide in blessings without end; so as to be freed from the power of death, and the dominion of corruption and sin, and should no longer lie in subjection to their ancient enemies.  

And, as the words, Thou gavest Him authority over all flesh, may possibly perplex some simple-minded hearers, let us make a few reflections thereon which may be useful; without scruple, as it is necessary, even though language may be wholly inadequate to such an exposition. For the Lord will say this most suitably in the character He had assumed; I mean His humiliation and His lowly humanity. For listen to the argument: If indeed we feel ashamed, when we hear that He became a slave for our sakes, though Lord of all with the Father; and that He was set up as King upon His holy hill of Zion, though He had the power to reign over the universe by right of His own Nature, and borrowed it not from others; we must needs also feel ashamed, if He says that He receives anything as Man. And, if we marvel at His voluntary subjection, when we bear in mind the dignity that is His by birthright, why are we not also astonied when we hear this saying? For, possessing all things as God, He says that He receives as Man, to whom kingly power comes, not by natural right, but by gift. For What hast thou that thou didst not receive? will suit the limitations of created beings; and Christ is also a creature in so far as He is Man; though by Nature uncreate, in so far as He came from God. For all things are conceived of, as naturally and individually being in God's hand, and are so in truth; but all good things in us are borrowed and brought down to us by Divine grace. When then, as Man, being appointed to rule over us, He says that the Father has given Him power over all flesh, we must not be offended at it; for we must bear in mind the scheme of our redemption. But, if you choose to listen to His words as having more reference to His Divinity, think on what the Lord said to the Jews: Verily, verily, I say unto you, no man can come to Me except the Father which sent Me draw Him. For whom the Father will quicken, them, as by His own life-giving power, He brings to His Son, and through Him gives them power and wisdom; nay. if He will to bring any into subjection to His own rule, He calls them in no other way, save by the living and all-sufficient Might, whereby He rules over the universe----I mean His Son. For men, who have of themselves no power to accomplish anything that is above and beyond themselves, borrow from God the power, which can bring all things superhuman into subjection; for through Him, kings have their dominion, according to the Scripture, and monarchs through Him rule over the earth. And the God of the universe, having this power in Himself alone, subjects to Himself the race of man, who are reprobates from His love, and have shaken off the yoke of His kingdom, together with all beside; receiving, as it were, from His own might, the gift of dominion over them, and subjugating thereby whatsoever He will. For God the Father subjects them to His Son, as to His own power; and through Him wholly, and in no other way, all things that exist become His willing subjects, through obedience to His yoke. For as He endows with wisdom, and quickens with life, all things through Him, so also He rules over the universe through Him.

We must observe, however, that it was not to Israel alone any longer, that the favour of the Divine love of mankind was confined, but it was extended to all flesh. For that which is wholly subject to the power of the Saviour, will wholly partake in life and grace from Him.  

ΚΕΦΑΛΗ Δ. Ὅτι κατ' οὐδένα τρόπον ἀδικήσει τοῦ Υἱοῦ τὴν δόξαν τὸ εἰληφέναι τι λέγεσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἔχοντος εὐσεβῆ τοῦ πράγματος λόγον.
« Καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκὸς, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ, δώσει αὐτοῖς ζωὴν αἰώνιον. » ἘΞΗΓΕΙΤΑΙ πάλιν καὶ διὰ τούτων ἡμῖν ὁ Χριστὸς τὸν τῆς δόξης τρόπον, δι' οὗπερ ἂν ὁ μὲν Θεὸς καὶ Πατὴρ εὐκλεᾶ καὶ ἐπιδοξότατον ἀποφανεῖ τὸν ἴδιον Υἱὸν, ἀντιδοξασθήσεται δὲ καὶ αὐτὸς παρὰ τοῦ ἰδίου γεννήματος. ἐκπλατύνει δὲ τὸν λόγον καὶ διαφανὲς ἐργάζεται τὸ θεώρημα πρὸς ἡμετέραν οἰκοδομήν τε καὶ ὄνησιν. πάντα γὰρ εἰδότι τῷ Θεῷ καὶ Πατρὶ τίς ἡ τοῦ διδάσκεσθαι χρεία τὸν τῆς αἰτήσεως τρόπον; καλεῖ τοιγαροῦν τὴν παρὰ Πατρὸς εἰς ἡμᾶς εὐμένειαν. ἐπειδὴ γάρ ἐστιν ἀρχιερεὺς τῶν ἡμετέρων ψυχῶν, καθὸ πέφηνεν ἄνθρωπος, καίτοι Θεὸς ὑπάρχων φύσει μετὰ Πατρὸς, τὰς ὑπὲρ ἡμῶν διαλέξεις ποιεῖται πρεπωδέστατα, πιστεύειν ἡμᾶς ἀναπείθων ὅτι καὶ νῦν ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ παράκλητος δίκαιος, κατὰ τὴν Ἰωάννου φωνήν. διὸ καὶ ὁ Παῦλος τοῦτον ἡμᾶς διακεῖσθαι τὸν τρόπον ἐθελήσας, ἐπιστέλλει ” Οὐ γὰρ ἔχομεν ἀρχιερέα “μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειρα” μένον δὲ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας.“ οὐκοῦν ἐπείπερ ἐστὶν ἀρχιερεὺς, καθὸ πέφηνεν ἄνθρωπος, ἐν ταὐτῷ δὲ καὶ ἄμωμον θῦμα προσκεκόμικεν ἑαυτὸν ἀντίλυτρον τῆς ἁπάντων ζωῆς τῷ Θεῷ καὶ Πατρὶ, καθάπερ ἀπαρχήν τινα τῆς ἀνθρωπότητος, ” ἵν' ἐν πᾶσι γένηται πρωτεύων,“ ὡς ὁ Παῦλός φησι: προσκομίζει δὲ πάλιν τὸ ἀποσκιρτῆσαν γένος ἐπὶ τῆς γῆς, αἵματι μὲν τῷ ἰδίῳ καθαρὸν ἀποδείξας, ἀναμορφώσας δὲ πρὸς καινότητα ζωῆς διὰ τοῦ Ἁγίου Πνεύματος. ἐπειδὴ δὲ, καθὰ πολλάκις εἰρήκαμεν, πάντα τελεῖται παρὰ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι, πλάττεται τῶν ἀγαθῶν εἰς ἡμᾶς τὴν αἴτησιν, ὡς μεσίτης καὶ ἀρχιερεὺς, καίτοι συνδοτὴρ καὶ συγχορηγὸς ὑπάρχων τῷ ἰδίῳ γεννήτορι τῶν θείων τε καὶ πνευματικῶν χαρισμάτων. διαιρεῖ γὰρ κατ' ἰδίαν βούλησίν τε καὶ ἐξουσίαν οἷσπερ ἂν ἐθέλοι τὸ Πνεῦμα Χριστός. Καὶ ταυτὶ μὲν ἐν τούτοις: τί δὲ δὴ βούλεται δηλοῦν τὸ τῆς αἰτήσεως σχῆμα, δοκιμαζέτω πάλιν ὁ λόγος. ” Πάτερ“ τοίνυν, φησὶ, ” δόξασόν σου τὸν Υἱὸν ἵνα καὶ ὁ Υἱός σου “δοξάσῃ σε.” πῶς οὖν ἢ τίνα τρόπον ὅπερ ἔφην διανυσθήσεται; βούλομαι, φησὶν, ἵνα ὥσπερ δέδωκάς μοι τὴν ἐξουσίαν πάσης σαρκὸς, οὕτω καὶ πᾶν ὃ δέδωκάς μοι ἔχῃ ζωὴν αἰώνιον. ἐδόξασε μὲν γὰρ ὁ Πατὴρ τὸν ἴδιον Υἱὸν, πᾶσαν ὑποθεὶς τὴν ὑφ' ἡλίῳ τοῖς σκήπτροις αὐτοῦ, ἀντεδοξάσθη δὲ καὶ αὐτὸς δι' αὐτοῦ. ὁ μὲν γὰρ Υἱὸς ἐδοξάσθη παρὰ τοῦ Πατρὸς, πιστευθεὶς παρὰ πάντων ὅτι γέννημα καὶ καρπός ἐστι τοῦ πάντα ἰσχύοντος καὶ ἀμογητὶ τὰ πάντα τοῖς τῆς αὐτοῦ βασιλείας ὑποτιθέντος ζυγοῖς, ἀντεδοξάσθη δὲ ὥσπερ παρὰ τοῦ ἰδίου γεννήματος ὁ Πατήρ. ἐπειδὴ γὰρ πάντα ἰσχύον ἐπιτελεῖν εὐκόλως ἐγνώσθη τὸ γέννημα, διαβέβηκε τῆς εὐκλείας ἡ χάρις εἰς τὸν τεκόντα αὐτό. ὥσπερ οὖν, φησὶ, ἐδόξασάς τε καὶ ἐδοξάσθης, δοὺς αὐτῷ τὴν κατὰ πάντων ἐξουσίαν καὶ κυριότητα, κατὰ τὸν εἰρημένον δηλονότι τρόπον: οὕτω θέλω ἵνα μηδὲν τῶν δοθέντων ἀπόληται: δόξα γὰρ καὶ αὕτη παρὰ μὲν τοῦ Πατρὸς εἰς τὸν Υἱὸν, παρὰ δὲ τοῦ Υἱοῦ εἰς τὸν Πατέρα διαδραμεῖται πάλιν. ἔδει γὰρ ἔδει τὸ ὑπεξούσιον ὅλως καὶ ὑπὸ χεῖρα γεγενημένον τοῦ πάντα ἰσχύοντος Θεοῦ Λόγου, διασεσωσμένον ἅπαξ, καὶ ἐν ἀτελευτήτοις μεῖναι τοῖς ἀγαθοῖς, ὡς μηκέτι μὲν τυραννεῖσθαι θανάτῳ, μὴ φθορᾷ κρατεῖσθαι καὶ ἁμαρτίαις, ἤγουν ἔτι τοῖς ἀρχαίοις ὑποκεῖσθαι κακοῖς. Ἐπειδὴ δὲ τό Δέδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκὸς θορυβήσειν εἰκὸς τῶν ἁπλουστέρων τινὰς, φέρε δὴ πάλιν ὀλίγα ἄττα χρησίμως εἰς τοῦτο λέγωμεν, οὐκ ὀκνοῦντες διὰ τὴν χρείαν, εἰ καὶ ἀσθενεῖ πᾶς λόγος εἰς τὴν περὶ τῶν τοιούτων ἐξήγησιν. μάλιστα μὲν γὰρ ἐρεῖ καὶ τοῦτο πρεπόντως ὁ Κύριος τῷ ληφθέντι σχήματι, τῷ τῆς ταπεινώσεως λέγω καὶ τοῖς τῆς ἀνθρωπότητος μέτροις. καὶ δέχου τὸν λογισμόν. εἰ μὲν γὰρ ἐρυθριῶμεν ἀκούοντες ὅτι δοῦλος κεχρημάτικε δι' ἡμᾶς, καίτοι τῶν ὅλων Κύριος ὢν μετὰ τοῦ Πατρὸς, καὶ ὅτι κεχειροτόνηται “βασιλεὺς ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ,” καίτοι τὸ κατάρχειν δύνασθαι τῶν ὅλων ἐν ἰδίᾳ φύσει καὶ οὐκ ἐπίκτητον ἔχων, ἐρυθριᾶν ἀκόλουθον κἂν εἴ τι λέγῃ δέχεσθαι πάλιν ὡς ἄνθρωπος. εἰ δὲ θαυμάζομεν ἐν ἐκείνοις τὴν ἑκούσιον ὑποταγὴν, τὸ οὐσιωδῶς ἐμπεφυκὸς οὐκ ἀγνοοῦντες ἀξίωμα, τί μὴ πρὸς ἐκείνοις καὶ τοῦτο τεθαύμασται; πάντα γὰρ ἔχων, ὡς Θεὸς, δέχεσθαί φησιν ὡς ἄνθρωπος, ᾧ τὸ βασιλεύειν, οὐκ οὐσιῶδες, ἀλλὰ δοτόν: “τί γὰρ ἔχεις ὃ ” οὐκ ἔλαβες,“ τοῖς τῶν γενητῶν ἁρμόσει μέτροις: γενητὸς δὲ καὶ ὁ Χριστὸς, καθὸ γέγονεν ἄνθρωπος, καίτοι τὴν φύσιν ἀγένητος ὢν, καθὸ πέφηνεν ἐκ Θεοῦ. πάντα μὲν γὰρ ἐν Θεῷ φυσικῶς τε καὶ ἰδίως τὰ ἀγαθὰ νοεῖταί τε καὶ ἔστι κατὰ ἀλήθειαν, εἰσποιητὰ δὲ ἐν ἡμῖν καὶ διὰ θείας χορηγούμενα χάριτος. ὅταν τοίνυν ὡς ἄνθρωπος εἰς τὴν καθ' ἡμῶν τεθειμένος ἀρχὴν δεδόσθαι λέγῃ παρὰ Πατρὸς τὴν κατὰ πάσης σαρκὸς ἐξουσίαν αὐτῷ, σκανδαλιστέον οὐδαμῶς: χρὴ γὰρ ἐννοῆσαι τὴν οἰκονομίαν. εἰ δέ σοι δοκεῖ καὶ θεοπρεπέστερον ἐπαΐειν τῶν λεγομένων, σύνες δὴ πάλιν ὅπερ ἔφη που πρὸς Ἰουδαίους ὁ Κύριος ” Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐδεὶς “δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ” ἑλκύσῃ αὐτόν.“ οὓς γὰρ ἐὰν θέλῃ ζωοποιεῖν ὁ Πατὴρ, τούτους ὡς ἰδίᾳ δυνάμει τῇ ζωοποιῷ προσάγει τῷ ἰδίῳ γεννήματι, δυναμοῖ δὲ πάλιν καὶ σοφοῖ δι' αὐτοῦ: ἀλλὰ καὶ εἴ τινας ὑπὸ ζεύγλην τῆς ἰδίας ἀρχῆς ποιῆσαι βούλεται πάλιν, αὐτοὺς οὐχ ἑτέρως εἰς τοῦτο καλεῖ, ὡς δὲ διὰ ζώσης ἰσχύος καὶ παντουργοῦ, δι' ἧς κατάρχει τῶν ὅλων, φημὶ δὴ τοῦ ἰδίου γεννήματος. ἄνθρωποι μὲν γὰρ οὐδὲν ἐξ ἑαυτῶν τῶν ὑπὲρ ἑαυτοὺς κατορθοῦν ἰσχύοντες δανείζονται παρὰ Θεοῦ τὸ τῶν ἄλλων δύνασθαι κρατεῖν: δι' αὐτοῦ γὰρ βασιλεῖς βασιλεύουσι, κατὰ τὸ γεγραμμένον, καὶ τύραννοι δι' αὐτοῦ κρατοῦσι γῆς: ὁ δὲ τῶν ὅλων Θεὸς τὸ ἀποσκιρτῆσαν γένος τῆς εἰς αὐτὸν ἀγάπης, καὶ τῆς ὑπ' αὐτῷ βασιλείας τὸν ζυγὸν ἀποτινάξαν, οὐ παρ' ἑτέρου τὸ δύνασθαι λαβὼν, ὑποτίθησιν ἑαυτῷ τὰ πάντα, τῇ ἰδίᾳ δυνάμει τὴν κατ' αὐτῶν ἐξουσίαν οἱονεὶ δωρούμενος, καὶ δι' αὐτῆς χειρούμενος, ὅπερ ἂν ἐθελήσῃ λαβεῖν. ὑπάγει γὰρ ὁ Θεὸς καὶ Πατὴρ ὡς ἰδίᾳ δυνάμει τῷ Υἱῷ: δι' αὐτοῦ δὲ πάντως καὶ οὐχ ἑτέρως πᾶν ὅπερ ἐστὶν ὑποπίπτειν ἐθέλον αὐτῷ διὰ τῆς ὑποταγῆς. ὥσπερ γὰρ τὰ πάντα σοφοῖ καὶ ζωοποιεῖ δι' αὐτοῦ, οὕτω καὶ τῶν ὅλων κατάρχει δι' αὐτοῦ. Σημειωτέον γεμὴν, ὡς οὐκ εἰς μόνον ἔτι τὸν Ἰσραὴλ ἡ τῆς ἄνωθεν φιλανθρωπίας συνεστέλλετο χάρις, ἀλλ' ἐπὶ πᾶσαν ἐξετείνετο σάρκα. τὸ γὰρ ὅλως ὑποτρέχον τοῦ Σωτῆρος τὴν ἐξουσίαν, μεθέξει δὴ πάντως καὶ τῆς παρ' αὐτοῦ ζωῆς τε καὶ χάριτος.