Ep. XVI. To Eusebius, Bishop of Cæsarea.
Ep. XVII. To Eusebius, Archbishop of Cæsarea.
Ep. XVIII. To Eusebius of Cæsarea.
Ep. XLI. To the People of Cæsarea, in His Father’s Name.
Ep. XLII. To Eusebius, Bishop of Samosata.
Ep. XLIX. To Basil. (The Praises of Quiet.)
Ep. LXIII. To Amphilochius the Elder.
Ep. CI. To Cledonius the Priest Against Apollinarius.
Ep. CII. Against Apollinarius The Second Letter to Cledonius.
Ep. CLIII. To Bosporius, Bishop of Colonia.
Ep. CLVII. To Theodore, Archbishop of Tyana.
Ep. CLXXI. To Amphilochius, Bishop of Iconium.
Ep. CXCVII. A Letter of Condolence on the Death of His Sister Theosebia.
Ep. CLXXVI.
[176] ΤΩΙ ΑΥΤΩΙ
Τί φῶμεν πεπονθέναι σε πρὸς ἡμᾶς, ὦ θαυμάσιε; Τίς ἡ τοῦ μὴ γράφειν αἰτία; Οὔτε ὑπεροψίαν ἐγκαλέσομεν, οὔτε ἀργίαν, οὔτε τὸ μὴ ἔχειν ὅ τι γράψεις: οὐ πρὸς σοῦ τὸ ταῦτα παθεῖν. Ἦ που τῶν ἰάμβων ἡμῖν μνησικακεῖς, ὧν ὁ κακῶς ἀπολούμενος Οὐαλεντῖνος προσέπτυσε, καὶ ταῦτα σοῦ θέλοντος. Οὐ γὰρ ἦν ῥήτορος ἀνδρὸς καὶ δεινοῦ ἄνδρ' ἐπαμύνασθαι, ὁπότε τις πρότερον ἰαμβοποιεῖν τοιαῦτα κατετόλμησεν. « Ἀλλ', Ἀχιλεῦ, δάμασον θυμὸν μέγαν » ... καὶ κίνησον αὖθις ἡμῖν τὴν γραφίδα, τὴν σὴν μελίαν: μὴ δόξῃς, μικρὰ πεπονθώς, ἀπαντᾶν εἰς μείζω, τὸν ἐπισκοπικὸν τρόπον. Ἵππευε, θήρα, βάδιζε ὡς ἂν ἐθέλῃς, ἐμοῦ γε εἵνεκα, οὔτε τι γράψομεν ἔτι, οὔτε προσπαίξομεν. Καὶ ταῦτα ἱκανῶς, τοσούτου τιμώμεθα τὴν σὴν φιλίαν. Ἡ μὲν οὖν παιδιὰ τοσαύτη καὶ ἐπὶ τοσοῦτον. Ὃ δὲ οὐκέτι παιζόντων ἐστίν, ἀλλὰ καὶ λίαν σπουδαζόντων, τὸν γλυκύτατον υἱὸν ἡμῶν Νικόβουλον αὖθις ἐγχειρίζομέν σοι. Καὶ δέχοιο παρ' ἡμῶν τοῦτον ὡς παρ' ἡμῶν, τὸ μὲν ῥητορικὸν ἔργον τῷ πατρὶ χαριούμενος, τὸ δὲ σοφιστικὸν ἡμῖν. Οἶδα γὰρ ὅτι θελήσαντί σοι τὸ πρᾶγμα ἐπίδρομον. Τοῖς δὲ θαυμασίοις σοφισταῖς τὴν ὀφρῦν μόνον ἀφήσεις, καὶ τὸ περὶ τοῦ πλείονος μάχεσθαι.