Ep. XVI. To Eusebius, Bishop of Cæsarea.
Ep. XVII. To Eusebius, Archbishop of Cæsarea.
Ep. XVIII. To Eusebius of Cæsarea.
Ep. XLI. To the People of Cæsarea, in His Father’s Name.
Ep. XLII. To Eusebius, Bishop of Samosata.
Ep. XLIX. To Basil. (The Praises of Quiet.)
Ep. LXIII. To Amphilochius the Elder.
Ep. CI. To Cledonius the Priest Against Apollinarius.
Ep. CII. Against Apollinarius The Second Letter to Cledonius.
Ep. CLIII. To Bosporius, Bishop of Colonia.
Ep. CLVII. To Theodore, Archbishop of Tyana.
Ep. CLXXI. To Amphilochius, Bishop of Iconium.
Ep. CXCVII. A Letter of Condolence on the Death of His Sister Theosebia.
Ep. CXC.
[190] ΤΩΙ ΑΥΤΩΙ
« Ὦ Ὀδυσεῦ, μάλα πώς με καθίκεο », σταγειρισμὸν ὀνειδίζων καὶ κατασοφιστεύων ἡμῶν ἐπιμελέστατα. Καὶ σοῦ τὴν παρρησίαν ἐπαινῶν ἐφ' οἷς γράφεις ἃ γράφεις (κρεῖσσον γὰρ ἐκλαλεῖν τὸ λυποῦν ἢ ἐρήμην αἱρεῖν ἀγνοοῦντας), ἔχω τι καὶ ἐγκαλεῖν. Ὅμως δέ, ἵνα νόμον φυλάξω δικαστικόν, ἀπολογήσομαι πρότερον, εἶτα κατηγορήσω, καὶ ἀμφότερα μετὰ τῆς ἴσης εὐνοίας.
Τῷ καλῷ Σταγειρίῳ προσῆλθεν Νικόβουλος ὁ ἐμός, « οὔ τι καθ' ἡμέτερόν γε νόον », μὴ τοῦθ' ὑπολάβῃς: οὐχ οὕτως ἢ τῶν Ἀθηνῶν ἐπιλήσμων ἐγώ, ἢ τῆς σῆς φιλίας καὶ ἑταιρείας. Ἀλλ' ὥρμησε μὲν παρ' ἑαυτοῦ καὶ τοῦ πατρὸς οὕτω θελήσαντος: παρ' ἐμοῦ δὲ διὰ τῶν γραμμάτων ἐνεχειρίσθη. Τί τοῦτο ἄφιλον ἢ ἀπάνθρωπον;
Ἐπεὶ δὲ τὴν ἀπολογίαν ἔχεις, δέξαι καὶ τὴν κατηγορίαν. Οὐκ ἐπαινῶ σοῦ τοὺς κοροπλάθους καὶ τοὺς Τελχῖνας οἷς βάλλεις τὸν ἀντίτεχνον, ἐπειδὴ νενίκηκε τοὺς ὁμοτέχνους ἀντιτέχνους καλεῖν. Μέχρι τίνος γὰρ ταῦτα; Καὶ ποῦ στησόμεθα τῆς σοφιστικῆς ἐπηρείας; ἕως ἂν τί γένηται; ἕως ἂν θάνατος ἡμᾶς διακόψῃ τῆς πονηρίας; Ταῦτα γὰρ νέον μὲν ὄντα, φιλοτιμίας ἡττώμενον, κέρδους μεταποιούμενον, καὶ τότε μετρίως ποιεῖν, « ἔχει τινὰ συγγνώμην » (μικρὸν γάρ τι δημοσθενίσω σὴν χάριν): ἐν τούτῳ δὲ τῆς ἡλικίας καὶ οὕτω πράττοντα κυρίττειν τε καὶ κυρίττεσθαι, παντελῶς ἄωρον καὶ φιλόνεικον, οὐ μόνον ὅτι ἀπρεπὲς καὶ παντάπασιν ἀνελεύθερον, ἀλλ' ὅτι καὶ ῥᾳστώνη πολλὴ τοῦ πράγματος. « Ὁπποῖόν κ' εἴπῃσθα ἔπος, τοῖόν κ' ἐπακούσαις », καθάπερ ῥεύματος ἀντιστρέφοντος (πάλιν γὰρ Ὁμήρῳ συγχρήσομαι): « τὸν ξύοντα δ' ἀντιξύειν », παντελῶς ἀνεπίφθονον.
Τίς οὖν ἡ σοφία, ἐξὸν ἀρετῇ πρωτεύειν, ἡττᾶσθαι κακίᾳ ἢ καὶ νικᾶν, ὃ πολλῷ χεῖρόν ἐστι; ἀλλ' ἐγώ γε καὶ τῶν δικαστῶν τοῦτο μέμφομαι (« εἰρήσεται γὰρ τἀληθές »), ὅτι ἃ κολάζουσι κρίνοντες, ταῦτα ἐπαινοῦσιν ἀκροώμενοι. Οὐ μόνον δέ, ἀλλὰ καὶ πολλοὺς ἔχουσι τοὺς συνεπαινέτας καὶ τὴν κακίαν ἀνάπτοντας καὶ ταῖς σπουδαῖς ἄχρι τούτου μεμερισμένους: δέον, εἰ μὲν ἀπιστεῖται, μὴ ἐπαινεῖσθαι: εἰ δὲ πιστεύεται, δημοσίᾳ κρίνεσθαι: ἢ οὕτως, εἰ μὲν ψευδῆ, τοὺς κατηγόρους κολάζεσθαι: εἰ δὲ ἀληθῆ, τοὺς καθ' ὧν ὁ λόγος: καὶ μὴ οὕτω μέγιστον πρᾶγμα, τὴν τῶν εὖ γεγονότων ὑπόληψιν, οὕτω ῥᾳδίως παίζεσθαι.
Εἴ τι οὖν ἐμοὶ πείθεσθε (πρὸς γὰρ ἀμφοτέρους ὁ λόγος), τοὺς μὲν τοιούτους λόγους καὶ ψόγους χαίρειν ἐάσατε, εἰ μή τι ἄλλο, τὴν πολιὰν αἰδούμενοι ἢ καὶ ἀποκάμνοντες ἐν τοῖς αἰσχίστοις. Αὐτοὶ δὲ βουλεύσασθε τὴν παλαιὰν τιμῆσαι παραίνεσιν τήν, ὅταν τῳ βίος ἱκανὸς ᾖ, ἀρετὴν ἀσκεῖσθαι κελεύουσαν. Καὶ οὐκ ἐπιβουλεύσετε μὲν ὑμῖν αὐτοῖς, ἐπιβουλεύσετε δὲ ταῖς τῶν νέων ἐλπίσιν, οἳ πάντως ἂν τὰ δεινότατα πάθοιεν, εἰ λόγους ἀσκούμενοι κακίαν μάθοιεν, καὶ ταύτην οὐκ ἄμισθον, ὥσπερ οὐκ ἀρετῆς ἀλλὰ ταύτης ἔχοντες ὑμᾶς διδασκάλους.
Εἰ δέ σοι φορτικὸς εἶναι δοκῶ ταῦτα γράφων, ἄμυνέ με τοῖς ἴσοις καὶ αὐτὸς παραινέσας τι τῶν χρησίμων, ἵν' ἢ πειθόμενον ὠφελῇς ἢ ἐγκαλῇς ἀντιτείνοντι.