ΚΛΗΜΕΝΤΟΣ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΑΛΗΘΗ ΦΙΛΟΣΟΦΙΑΝ ΓΝΩΣΤΙΚΩΝ ΥΠΟΜΝΗΜΑΤΩΝ

 ΣΤΡΩΜΑΤΕΩΝ ΠΡΩΤΟΣ [...] ἵνα ὑπὸ χεῖρα ἀναγινώσκῃς αὐτὰς καὶ δυνηθῇς φυλάξαι αὐτάς. πότερον δ' οὐδ' ὅλως ἢ τισὶ καταλειπτέον συγγράμματα; καὶ εἰ μὲν τὸ

 ὑπὲρ δὲ τῶν ὑπομνημάτων τῶν περιειληφότων κατὰ τοὺς ἀναγκαίους καιροὺς τὴν Ἑλληνικὴν δόξαν τοσοῦτόν φημι τοῖς φιλεγκλήμοσι· πρῶτον μὲν εἰ καὶ ἄχρηστος

 Πολὺς δὲ ὁ τοιόσδε ὄχλος· οἳ μὲν αὐτῶν, ἡδοναῖς δεδουλωμένοι, ἀπιστεῖν ἐθέλοντες, γελῶσι τὴν ἁπάσης σεμνότητος ἀξίαν ἀλήθειαν, τὸ βάρβαρον ἐν παιδιᾷ τ

 Ὅμηρος δὲ καὶ τέκτονα σοφὸν καλεῖ καὶ περὶ τοῦ Μαργίτου, εἰ δὴ αὐτοῦ, ὧδέ πως γράφει· τὸν δ' οὔτ' ἂρ σκαπτῆρα θεοὶ θέσαν οὔτ' ἀροτῆρα, οὔτ' ἄλλως τι σ

 Ἦν μὲν οὖν πρὸ τῆς τοῦ κυρίου παρουσίας εἰς δικαιοσύνην Ἕλλησιν ἀναγκαία φιλοσοφία, νυνὶ δὲ χρησίμη πρὸς θεοσέβειαν γίνεται, προπαιδεία τις οὖσα τοῖς

 πολλὰ δ' ἡ ἑτοιμότης πρὸς τὸ τὰ δέοντα ὁρᾶν διὰ τῆς προγυμνασίας συμβάλλεται. εἴη δ' ἂν γυμνασία τῷ νῷ τὰ νοητά. τριττὴ δὲ ἡ τούτων φύσις, ἔν τε ποσοῖ

 Καταφαίνεται τοίνυν προπαιδεία ἡ Ἑλληνικὴ σὺν καὶ αὐτῇ φιλοσοφίᾳ θεόθεν ἥκειν εἰς ἀνθρώπους οὐ κατὰ προηγούμενον, ἀλλ' ὃν τρόπον οἱ ὑετοὶ καταρρήγνυντ

 Ἡ δὲ σοφιστικὴ τέχνη, ἣν ἐζηλώκασιν Ἕλληνες, δύναμίς ἐστι φανταστική, διὰ λόγων δοξῶν ἐμποιητικὴ ψευδῶν ὡς ἀληθῶν· παρέχει γὰρ πρὸς μὲν πειθὼ τὴν ῥητο

 Ἔνιοι δὲ εὐφυεῖς οἰόμενοι εἶναι ἀξιοῦσι μήτε φιλοσοφίας ἅπτεσθαι μήτε διαλεκτικῆς, ἀλλὰ μηδὲ τὴν φυσικὴν θεωρίαν ἐκμανθάνειν, μόνην δὲ καὶ ψιλὴν τὴν π

 ∆ιὰ τοῦτο οὖν ὁ σωτὴρ ἄρτον λαβὼν πρῶτον ἐλάλησεν καὶ εὐχαρίστησεν· εἶτα κλάσας τὸν ἄρτον προέθηκεν, ἵνα δὴ φάγωμεν λογικῶς, καὶ τὰς γραφὰς ἐπιγνόντες

 Αὕτη οὖν ἡ σοφία τοῦ κόσμου μωρία παρὰ θεῷ ἐστιν, καὶ τούτων τῶν σοφῶν κύριος γινώσκει τοὺς διαλογισμοὺς ὅτι εἰσὶ μάταιοι. μηδεὶς τοίνυν καυχάσθω ἐν ἀ

 Ἐπεὶ δὲ μὴ κοινὴ ἡ παράδοσις καὶ πάνδημος τῷ γε αἰσθομένῳ τῆς μεγαλειότητος τοῦ λόγου, ἐπικρυπτέον οὖν τὴν ἐν μυστηρίῳ λαλουμένην σοφίαν, ἣν ἐδίδαξεν

 Μιᾶς τοίνυν οὔσης τῆς ἀληθείας (τὸ γὰρ ψεῦδος μυρίας ἐκτροπὰς ἔχει), καθάπερ αἱ βάκχαι τὰ τοῦ Πενθέως διαφορήσασαι μέλη αἱ τῆς φιλοσοφίας τῆς τε βαρβά

 Φασὶ δὲ Ἕλληνες μετά γε Ὀρφέα καὶ Λίνον καὶ τοὺς παλαιοτάτους παρὰ σφίσι ποιητὰς ἐπὶ σοφίᾳ πρώτους θαυμασθῆναι τοὺς ἑπτὰ τοὺς ἐπικληθέντας σοφούς, ὧν

 Οἵδε μὲν οἱ χρόνοι τῶν παρ' Ἕλλησι πρεσβυτάτων σοφῶν τε καὶ φιλοσόφων. ὡς δὲ οἱ πλεῖστοι αὐτῶν βάρβαροι τὸ γένος καὶ παρὰ βαρβάροις παιδευθέντες, τί δ

 Οὐ μόνης δὲ φιλοσοφίας, ἀλλὰ καὶ πάσης σχεδὸν τέχνης εὑρεταὶ βάρβαροι. Αἰγύπτιοι γοῦν πρῶτοι ἀστρολογίαν εἰς ἀνθρώπους ἐξήνεγκαν, ὁμοίως δὲ καὶ Χαλδαῖ

 Ναί φασι γεγράφθαι· πάντες οἱ πρὸ τῆς παρουσίας τοῦ κυρίου κλέπται εἰσὶ καὶ λῃσταί. πάντες μὲν οὖν οἱ ἐν λόγῳ, οὗτοι δὴ οἱ πρὸ τῆς τοῦ λόγου σαρκώσεως

 Καὶ τούτων, φησίν, ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. ἐπιφέρει γοῦν ὁ ἀπόστολος· ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴ

 Ὅτι οὖν μαρτυροῦνται ἀληθῆ τινα δογματίζειν καὶ Ἕλληνες, ἔξεστι κἀντεῦθεν σκοπεῖν. ὁ Παῦλος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἀναγράφεται λέγων πρὸς τοὺς

 Ὡς δὲ οἱ πολλοὶ ἄνθρωποι οἱ καθέλκοντες τὴν ναῦν οὐ πολλὰ αἴτια λέγοιντ' ἄν, ἀλλ' ἐκ πολλῶν αἴτιον ἕν (οὐκ ἔστι γὰρ αἴτιος ἕκαστος τοῦ καθέλκεσθαι τὴν

 Καὶ περὶ μὲν τοῦ παρ' Ἑβραίων τὰ τῶν φιλοσόφων ἐσκευωρῆσθαι δόγματα μικρὸν ὕστερον διαληψόμεθα, πρότερον δέ, ὅπερ ἀκόλουθον ἦν, περὶ τῶν κατὰ Μωυσέα χ

 Καὶ τὰ μὲν περὶ τῶν χρόνων διαφόρως πολλοῖς ἱστορηθέντα καὶ πρὸς ἡμῶν ἐκτεθέντα ὧδε ἐχέτω, ἑρμηνευθῆναι δὲ τὰς γραφὰς τάς τε τοῦ νόμου καὶ τὰς προφητι

 Μωυσῆς [οὖν] ἄνωθεν τὸ γένος Χαλδαῖος ὢν ἐν Αἰγύπτῳ γεννᾶται, τῶν προγόνων αὐτοῦ διὰ πολυχρόνιον λιμὸν ἐκ Βαβυλῶνος εἰς Αἴγυπτον μεταναστάντων. ἑβδόμῃ

 Ἔστιν οὖν ὁ Μωυσῆς ἡμῖν προφητικός, νομοθετικός. τακτικός, στρατηγικός, πολιτικός, φιλόσοφος. ὅπως μὲν οὖν ἦν προφητικός, μετὰ ταῦτα λεχθήσεται, ὁπηνί

 Πλάτων δὲ ὁ φιλόσοφος ἐκ τῶν Μωυσέως τὰ περὶ τὴν νομοθεσίαν ὠφεληθεὶς ἐπετίμησε μὲν τῇ Μίνωος καὶ Λυκούργου πολιτείᾳ πρὸς ἀνδρείαν μόνην ἀποβλεπομέναι

 Ὅθεν ὁ νόμος εἰκότως εἴρηται διὰ Μωυσέως δεδόσθαι, κανὼν τυγχάνων δικαίων τε καὶ ἀδίκων. καὶ τοῦτον κυρίως θεσμὸν ἂν εἴποιμεν τὸν ὑπὸ θεοῦ διὰ Μωυσέως

 Μὴ τοίνυν κατατρεχέτω τις τοῦ νόμου διὰ τὰς τιμωρίας ὡς οὐ καλοῦ κἀγαθοῦ· οὐ γὰρ ὁ μὲν τὴν τοῦ σώματος νόσον ἀπάγων εὐεργέτης δόξει, ψυχὴν δὲ ἀδικίας

 δύνασθαι, κεχαρισμένα δὲ πράττειν, τὸ πᾶν εἰς δύναμιν. μικτὴ δὲ φιλοσοφίᾳ οὖσα τῇ ἀληθεῖ ἡ ἀληθὴς διαλεκτικὴ ἐπισκοποῦσα τὰ πράγματα καὶ τὰς δυνάμεις

 Ὅθεν παγκάλως ὁ παρὰ τῷ Πλάτωνι Αἰγύπτιος ἱερεύς· ὦ Σόλων, Σόλων, εἶπεν, Ἕλληνες ὑμεῖς αἰεὶ παῖδές ἐστε, οὐδ' ἡντινοῦν ἐν ταῖς ψυχαῖς ἔχοντες δι' ἀρχα

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ∆ΕΥΤΕΡΟΣ Ἑξῆς δ' ἂν εἴη διαλαβεῖν, ἐπεὶ κλέπτας τῆς βαρβάρου φιλοσοφίας Ἕλληνας εἶναι προσεῖπεν ἡ γραφή, ὅπως τοῦτο δι' ὀλίγων δε

 Ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου, αἱ Παροιμίαι λέγουσιν, ἐν πάσαις δὲ ὁδοῖς γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου· ὁ δὲ πούς σου οὐ μὴ προσκόπτῃ. βούλετ

 Ἐνταῦθα φυσικὴν ἡγοῦνται τὴν πίστιν οἱ ἀμφὶ τὸν Βασιλείδην, καθὸ καὶ ἐπὶ τῆς ἐκλογῆς τάττουσιν αὐτήν, τὰ μαθήματα ἀναποδείκτως εὑρίσκουσαν καταλήψει ν

 Ἡμεῖς δὲ οἱ τὴν αἵρεσιν καὶ φυγὴν δεδόσθαι τοῖς ἀνθρώποις αὐτοκρατορικὴν παρὰ τοῦ κυρίου διὰ τῶν γραφῶν παρειληφότες ἀμεταπτώτῳ κριτηρίῳ τῇ πίστει ἐπα

 Πάντα τοίνυν τὰ προειρημένα φαίνεται παρὰ Μωυσέως τοῦ μεγάλου ἐπὶ τοὺς Ἕλληνας διαδεδόσθαι δόγματα. πάντα μὲν οὖν τοῦ σοφοῦ ὑπάρχειν διὰ τούτων διδάσκ

 Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; Ἡσαΐας φησίν. ἡ μὲν γὰρ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος θεοῦ, φησὶν ὁ ἀπόστολος. πῶς οὖν ἐπικαλέσονται εἰς

 Οἱ δὲ τοῦ φόβου κατηγοροῦντες κατατρέχουσι τοῦ νόμου, εἰ δὲ τοῦ νόμου, δῆλόν που ὡς καὶ τοῦ δεδωκότος τὸν νόμον θεοῦ. τρία γὰρ ταῦτα ἐξ ἀνάγκης ὑφέστη

 Ἐνταῦθα οἱ ἀμφὶ τὸν Βασιλείδην τοῦτο ἐξηγούμενοι τὸ ῥητὸν αὐτόν φασιν Ἄρχοντα ἐπακούσαντα τὴν φάσιν τοῦ διακονουμένου πνεύματος ἐκπλαγῆναι τῷ τε ἀκούσ

 Ἀνάγει γοῦν ὁ τοιοῦτος φόβος ἐπί τε τὴν μετάνοιαν ἐπί τε τὴν ἐλπίδα. ἐλπὶς δὲ προσδοκία ἀγαθῶν ἡ ἀπόντος ἀγαθοῦ εὔελπις. ἀμέλει καὶ ἡ ** [εὐ]εμπτωσία

 Τριῶν τοίνυν τούτων ἀντέχεται ὁ ἡμεδαπὸς φιλόσοφος, πρῶτον μὲν τῆς θεωρίας, δεύτερον δὲ τῆς τῶν ἐντολῶν ἐπιτελέσεως, τρίτον ἀνδρῶν ἀγαθῶν κατασκευῆς·

 Ἀλλ' ἡ μὲν τῶν οἰησισόφων, εἴτε αἱρέσεις εἶεν βάρβαροι εἴτε οἱ παρ' Ἕλλησι φιλόσοφοι, γνῶσις φυσιοῖ κατὰ τὸν ἀπόστολον· πιστὴ δὲ ἡ γνῶσις ἥτις ἂν εἴη

 Τῆς δὲ πίστεως καθάπερ τοῦ χρόνου διττῶν ὄντων εὕροιμεν ἂν διττὰς ἀρετὰς συνοικούσας ἀμφοῖν. τοῦ γὰρ χρόνου τῷ μὲν παρῳχηκότι ἡ μνήμη, τῷ δὲ μέλλοντι

 Τὸν οὖν εἰληφότα τὴν ἄφεσιν τῶν ἁμαρτιῶν οὐκέτι ἁμαρτάνειν χρή. ἐπὶ γὰρ τῇ πρώτῃ καὶ μόνῃ μετανοίᾳ τῶν ἁμαρτιῶν (αὕτη ἂν εἴη τῶν προϋπαρξάντων κατὰ τὸ

 Τὸ γοῦν ἀκούσιον οὐ κρίνεται (διττὸν δὲ τοῦτο, τὸ μὲν γινόμενον μετ' ἀγνοίας, τὸ δὲ ἀνάγκῃ)· ἐπεὶ πῶς ἂν καὶ δικάσειας περὶ τῶν κατὰ τοὺς ἀκουσίους τρ

 Τὸ δ' ἑκούσιον ἢ τὸ κατ' ὄρεξίν ἐστιν ἢ τὸ κατὰ προαίρεσιν ἢ τὸ κατὰ διάνοιαν. αὐτίκα παράκειταί πως ταῦτα ἀλλήλοις, ἁμάρτημα, ἀτύχημα, ἀδίκημα. καὶ ἔ

 Ἐνταῦθα πάλιν ἐπιφύονται οἱ κατήγοροι χαρὰν καὶ λύπην πάθη ψυχῆς λέγοντες· τὴν μὲν γὰρ χαρὰν εὔλογον ἔπαρσιν ἀποδιδόασι καὶ τὸ ἀγάλλεσθαι χαίρειν ἐπὶ

 Ὡς οὖν ἡ ἐπιστήμη ἐπιστητική ἐστιν ἕξις, ἀφ' ἧς τὸ ἐπίστασθαι συμβαίνει, γίνεται δὲ ἡ κατάληψις αὐτῇ ἀμετάπτωτος ὑπὸ λόγου, οὕτω καὶ ἡ ἄγνοια φαντασία

 Προφανεῖς μὲν οὖν καὶ πᾶσαι [αἱ] ἄλλαι ἀρεταί, αἱ παρὰ τῷ Μωυσεῖ ἀναγεγραμμέναι, ἀρχὴν Ἕλλησι παντὸς τοῦ ἠθικοῦ τόπου παρασχόμεναι, ἀνδρείαν λέγω καὶ

 Οὗτός ἐστιν ὁ κατ' εἰκόνα καὶ ὁμοίωσιν, ὁ γνωστικός, ὁ μιμούμενος τὸν θεὸν καθ' ὅσον οἷόν τε, μηδὲν παραλιπὼν τῶν εἰς τὴν ἐνδεχομένην ὁμοίωσιν, ἐγκρατ

 Ἥ γε μὴν καρτερία καὶ αὐτὴ εἰς τὴν θείαν ἐξομοίωσιν βιάζεται δι' ὑπομονῆς ἀπάθειαν καρπουμένη, εἴ τῳ ἔναυλα τὰ ἐπὶ [τῶν περὶ] τὸν Ἀνανίαν ἱστορούμενα,

 Ἐπίκουρος δέ, ἐν τῷ μὴ πεινῆν μηδὲ διψῆν μηδὲ ῥιγοῦν τὴν εὐδαιμονίαν τιθέμενος τὴν ἰσόθεον, ἐπεφώνησε φωνὴν ἀσεβῶς εἰπών, ἐν τούτοις κἂν ∆ιὶ πατρὶ μάχ

 Ναὶ μὴν Πλάτων ὁ φιλόσοφος διττὸν εἶναι τὸ τέλος φησίν, τὸ μὲν μεθεκτόν τε καὶ πρῶτον ἐν αὐτοῖς ὑπάρχον τοῖς εἴδεσιν, ὃ δὴ καὶ τἀγαθὸν προσονομάζει, τ

 Ἐπεὶ δὲ ἡδονῇ καὶ ἐπιθυμίᾳ ὑποπίπτειν γάμος δοκεῖ, καὶ περὶ τούτου διαληπτέον. γάμος μὲν οὖν ἐστι σύνοδος ἀνδρὸς καὶ γυναικὸς ἡ πρώτη κατὰ νόμον ἐπὶ γ

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΤΡΙΤΟΣ Οἱ μὲν οὖν ἀμφὶ τὸν Οὐαλεντῖνον ἄνωθεν ἐκ τῶν θείων προβολῶν τὰς συζυγίας καταγαγόντες εὐαρεστοῦνται γάμῳ, οἱ δὲ ἀπὸ Βασιλ

 Οἱ δὲ ἀπὸ Καρποκράτους καὶ Ἐπιφάνους ἀναγόμενοι κοινὰς εἶναι τὰς γυναῖκας ἀξιοῦσιν, ἐξ ὧν ἡ μεγίστη κατὰ τοῦ ὀνόματος ἐρρύη βλασφημία. Ἐπιφάνης οὗτος,

 Ἤδη δὲ εἰ αὐτός τε ὁ Πλάτων καὶ οἱ Πυθαγόρειοι καθάπερ οὖν ὕστερον καὶ οἱ ἀπὸ Μαρκίωνος κακὴν τὴν γένεσιν ὑπειλήφεσαν (πολλοῦ γε ἔδει κοινὰς αὐτὸν ὑπο

 Τῶν δὲ ἀφ' αἱρέσεως ἀγομένων Μαρκίωνος μὲν τοῦ Ποντικοῦ ἐπεμνήσθημεν δι' ἀντίταξιν τὴν πρὸς τὸν δημιουργὸν τὴν χρῆσιν τῶν κοσμικῶν παραιτουμένου. γίνε

 Ἵν' οὖν μὴ ἐπὶ πλεῖον ὀνυχίζοντες τὸν τόπον πλειόνων ἀτόπων αἱρέσεων ἐπιμεμνώμεθα μηδ' αὖ καθ' ἑκάστην αὐτῶν λέγειν πρὸς ἑκάστην ἀναγκαζόμενοι αἰσχυνώ

 Τοῖς δὲ εὐφήμως δι' ἐγκρατείας ἀσεβοῦσιν εἴς τε τὴν κτίσιν καὶ τὸν ἅγιον δημιουργὸν τὸν παντοκράτορα μόνον θεὸν καὶ διδάσκουσι μὴ δεῖν παραδέχεσθαι γά

 Ἡ μὲν οὖν ἀνθρωπίνη ἐγκράτεια, ἡ κατὰ τοὺς φιλοσόφους λέγω τοὺς Ἑλλήνων, τὸ διαμάχεσθαι τῇ ἐπιθυμίᾳ καὶ μὴ ἐξυπηρετεῖν αὐτῇ εἰς τὰ ἔργα ἐπαγγέλλεται,

 Ἐπεὶ δὲ οἱ τὴν ἀδιαφορίαν εἰσάγοντες βιαζόμενοί τινας ὀλίγας γραφὰς συνηγορεῖν αὑτῶν τῇ ἡδυπαθείᾳ οἴονται, ἀτὰρ δὴ κἀκείνην ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύ

 Οἱ δὲ ἀντιτασσόμενοι τῇ κτίσει τοῦ θεοῦ διὰ τῆς εὐφήμου ἐγκρατείας κἀκεῖνα λέγουσι τὰ πρὸς Σαλώμην εἰρημένα, ὧν πρότερον ἐμνήσθημεν· φέρεται δέ, οἶμαι

 Τίνες δὲ οἱ δύο καὶ τρεῖς ὑπάρχουσιν ἐν ὀνόματι Χριστοῦ συναγόμενοι, παρ' οἷς μέσος ἐστὶν ὁ κύριος; ἢ οὐχὶ ἄνδρα καὶ γυναῖκα καὶ τέκνον τοὺς τρεῖς λέγ

 Τούτων ὧδε ἐπιδεδειγμένων φέρε, ὁπόσαι τούτοις τοῖς κατὰ τὰς αἱρέσεις σοφισταῖς ἐναντιοῦνται γραφαί, ἤδη παραθώμεθα, τὸν κανόνα τῆς κατὰ λόγον τηρουμέ

 Ἡ δὲ ἐκ συμφώνου πρὸς καιρὸν σχολάζουσα τῇ προσευχῇ συζυγία ἐγκρατείας ἐστὶ διδασκαλία· προσέθηκε γὰρ τὸ μὲν ἐκ συμφώνου, ἵνα μή τις διαλύσῃ τὸν γάμον

 Τοιούτοις ἐπιχειρεῖ καὶ ὁ τῆς δοκήσεως ἐξάρχων Ἰούλιος Κασσιανός. ἐν γοῦν τῷ Περὶ ἐγκρατείας ἢ περὶ εὐνουχίας κατὰ λέξιν φησίν· καὶ μηδεὶς λεγέτω ὅτι,

 Αὐτίκα βιάζεται τὸν Παῦλον ἐκ τῆς ἀπάτης τὴν γένεσιν συνεστάναι λέγειν διὰ τούτων· φοβοῦμαι δὲ μή, ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπ

 Αὖθίς τε ὅταν φῇ καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, οἷον ἐπεξηγούμενος πάλιν λέγει· ἵνα μὴ πειρ

 Ἐπικατάρατος δὲ ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην, καὶ μὴ ἔστω ἐπευκτέα ὁ Ἱερεμίας φησίν, οὐ τὴν γένεσιν ἁπλῶς ἐπικατάρατον λέγων, ἀλλ' ἀποδυσπετῶν ἐπὶ τοῖς ἁμαρτή

 Εἰ δὲ ἡ γένεσις κακόν, ἐν κακῷ λεγόντων οἱ βλάσφημοι τὸν γενέσεως μετειληφότα κύριον, ἐν κακῷ τὴν γεννήσασαν παρθένον. οἴμοι τῶν κακῶν, βλασφημοῦσι τὸ

 Τὴν δικαιοσύνην τοίνυν καὶ τὴν ἁρμονίαν τοῦ σωτηρίου σεμνὴν οὖσαν καὶ βεβαίαν οἳ μὲν ἐπέτειναν, ὡς ἐπεδείξαμεν, βλασφήμως ἐκδεχόμενοι μετὰ πάσης ἀθεότ

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΤΕΤΑΡΤΟΣ Ἀκόλουθον δ' ἂν οἶμαι περί τε μαρτυρίου διαλαβεῖν καὶ τίς ὁ τέλειος, οἷς ἐμπεριληφθήσεται κατὰ τὴν ἀπαίτησιν τῶν λεχθησο

 Ἔστω δὲ ἡμῖν τὰ ὑπομνήματα, ὡς πολλάκις εἴπομεν, διὰ τοὺς ἀνέδην ἀπείρως ἐντυγχάνοντας ποικίλως, ὡς αὐτό που τοὔνομά φησι, διεστρωμένα, ἀπ' ἄλλου εἰς

 οἱ πολλοὶ δὲ τῇ τῶν χειμώνων καταστάσει ὁμοίαν ἔχουσι τὴν διάθεσιν ἀνέδραστόν τε καὶ ἀλόγιστον. Πολλὰ ἀπιστία δέδρακεν ἀγαθὰ [καὶ] πίστις κακά. ὅ τε Ἐ

 Ὅθεν εἰκότως καλούμενος ὁ γνωστικὸς ὑπακούει ῥᾳδίως καὶ τῷ τὸ σωμάτιον αἰτοῦντι φέρων προσδίδωσι καὶ τὰ πάθη, προαποδυόμενος τοῦ σαρκίου ταῦτα, οὐχ ὑβ

 Θαυμάζειν δὲ ἄξιον καὶ τῶν Στωϊκῶν οἵτινές φασι μηδὲν τὴν ψυχὴν ὑπὸ τοῦ σώματος διατίθεσθαι μήτε πρὸς κακίαν ὑπὸ τῆς νόσου μήτε πρὸς ἀρετὴν ὑπὸ τῆς ὑγ

 Ὁ σωτὴρ ἡμῶν ὁ ἅγιος καὶ ἐπὶ τῶν πνευματικῶν καὶ ἐπὶ τῶν αἰσθητῶν τὴν πενίαν καὶ τὸν πλοῦτον καὶ τὰ τούτοις ὅμοια ἔταξεν· εἰπὼν γὰρ μακάριοι οἱ δεδιωγ

 Εἶτα ὁ μὲν ψευσάμενος καὶ ἑαυτὸν ἄπιστον δείξας καὶ μεταστὰς εἰς τὴν τοῦ διαβόλου στρατείαν ἐν τίνι, οἰόμεθα, ἔστι κακῷ; ψεύδεται τοίνυν τὸν κύριον, μ

 ἐπεὶ οὐ μόνον † Αἰσώπιοι καὶ Μακεδόνες καὶ Λάκωνες στρεβλούμενοι ἐκαρτέρουν, ὥς φησιν Ἐρατοσθένης ἐν τοῖς Περὶ ἀγαθῶν καὶ κακῶν, ἀλλὰ καὶ Ζήνων ὁ Ἐλεά

 Περὶ δὲ τοῦ μαρτυρίου διαρρήδην ὁ κύριος εἴρηκεν, καὶ τὰ διαφόρως γεγραμμένα συντάξωμεν· λέγω δὲ ὑμῖν, πᾶς ὃς ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρ

 Ἐπὰν δ' ἔμπαλιν εἴπῃ ὅταν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην, οὐχ ὡς κακὸν τὸ διώκεσθαι παραινεῖ φεύγειν οὐδ' ὡς θάνατον φοβουμένο

 Ναί, φασίν, εἰ κήδεται ὑμῶν ὁ θεός, τί δήποτε διώκεσθε καὶ φονεύεσθε; ἢ αὐτὸς ὑμᾶς εἰς τοῦτο ἐκδίδωσιν; ἡμεῖς δὲ οὐχ οὕτως ὑπολαμβάνομεν τοῖς περιστατ

 βασιλείδης δὲ ἐν τῷ εἰκοστῷ τρίτῳ τῶν Ἐξηγητικῶν περὶ τῶν κατὰ τὸ μαρτύριον κολαζομένων αὐταῖς λέξεσι τάδε φησί· φημὶ γάρ τοι, ὁπόσοι ὑποπίπτουσι ταῖς

 Καὶ περὶ μὲν τούτων πολὺς ὁ λόγος, ὃν ἐν ὑστέρῳ σκοπεῖν ἀποκείσεται κατὰ καιρὸν διαλαμβάνουσιν. Οὐαλεντῖνος δὲ ἔν τινι ὁμιλίᾳ κατὰ λέξιν γράφει· ἀπ' ἀ

 Ὅση δὲ καὶ χρηστότης· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν λέγει, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμῖν καὶ τὰ ὅμοια· οἷς

 Οἴδαμεν δὲ ὅτι πάντες γνῶσιν ἔχομεν τὴν κοινὴν ἐν τοῖς κοινοῖς καὶ τὴν ὅτι εἷς θεός· πρὸς πιστοὺς γὰρ ἐπέστελλεν· ὅθεν ἐπιφέρει· ἀλλ' οὐκ ἐν πᾶσιν ἡ γ

 Καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. λέγει γοῦν ἡ γραφή· πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται. τοῦτ' ἔ

 Ναὶ μὴν ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ὁ ἀπόστολος Κλήμης καὶ αὐτὸς ἡμῖν τύπον τινὰ τοῦ γνωστικοῦ ὑπογράφων λέγει· τίς γὰρ παρεπιδημήσας πρὸς ὑμᾶς τὴν

 Ἡ σεμνὴ οὖν τῆς φιλανθρωπίας ἡμῶν καὶ ἁγνὴ ἀγωγὴ κατὰ τὸν Κλήμεντα τὸ κοινωφελὲς ζητεῖ, ἐάν τε μαρτυρῇ ἐάν τε καὶ παιδεύῃ ἔργῳ τε καὶ λόγῳ, διττῷ δὲ τ

 Ταύτης τοι τῆς τελειότητος ἔξεστιν ἐπ' ἴσης μὲν ἀνδρί, ἐπ' ἴσης δὲ καὶ γυναικὶ μεταλαβεῖν. αὐτίκα οὐχ ὁ Μωυσῆς μόνος, ἀκούσας παρὰ τοῦ θεοῦ· λελάληκα

 Φίλανδρον μετὰ σεμνότητος ὑπογράφει γυναῖκα Εὐριπίδης παραινῶν· εὖ λέγειν δ' ὅταν τι λέξῃ, χρὴ δοκεῖν, κἂν μὴ λέγῃ, κἀκπονεῖν ἃν τῷ ξυνόντι πρὸς χάριν

 Ἐνταῦθα τὸ τέλειον εὑρίσκω πολλαχῶς ἐκλαμβανόμενον κατὰ τὸν ἐν ἑκάστῃ κατορθοῦντα ἀρετῇ. τελειοῦται γοῦν τις καὶ ὡς εὐλαβὴς καὶ ὡς ὑπομονητικὸς καὶ ὡς

 Ὁ δὴ συνίων καὶ διορατικὸς οὗτός ἐστιν ὁ γνωστικός. ἔργον δὲ αὐτοῦ οὐχ ἡ ἀποχὴ τῶν κακῶν (ἐπιβάθρα γὰρ αὕτη προκοπῆς μεγίστης), οὐδὲ μὴν ποιεῖν τι ἀγα

 Οὐ γὰρ αὐτῇ τῇ φύσει τοῦ πράγματος οἰκειοῦνται ὡς τῷ ὄντι γνωστικῶς καταλαβέσθαι καλὰ μὲν εἶναι πάντα ὅσα εἰς χρῆσιν ἡμῶν ἐκτίσθη, ὡς γάμον φέρε εἰπεῖ

 Αὐτίκα τὸ ἐφ' ἡμῖν ἐστιν οὗπερ ἐπ' ἴσης αὐτοῦ τε κύριοί ἐσμεν καὶ τοῦ ἀντικειμένου αὐτῷ, ὡς τὸ φιλοσοφεῖν ἢ μή, καὶ τὸ πιστεύειν ἢ ἀπιστεῖν. διὰ γοῦν

 Ὄλβιος ὅστις τῆς ἱστορίας ἔσχε μάθησιν, μήτε πολιτῶν ἐπὶ πημοσύνην μήτ' εἰς ἀδίκους πράξεις ὁρμῶν, ἀλλ' ἀθανάτου καθορῶν φύσεως κόσμον ἀγήρω, πῇ τε συ

 Οὔκουν εὐλόγως οἱ κατατρέχοντες τῆς πλάσεως καὶ κακίζοντες τὸ σῶμα, οὐ συνορῶντες τὴν κατασκευὴν τοῦ ἀνθρώπου ὀρθὴν πρὸς τὴν οὐρανοῦ θέαν γενομένην κα

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΠΕΜΠΤΟΣ Περὶ μὲν τοῦ γνωστικοῦ τοσαῦτα ὡς ἐν ἐπιδρομῇ, χωρῶμεν δὲ ἤδη ἐπὶ τὰ ἑξῆς, καὶ δὴ τὴν πίστιν αὖθις διαθρητέον· εἰσὶ γὰρ ο

 Περὶ μὲν οὖν πίστεως ἱκανὰ μαρτύρια τῶν παρ' Ἕλλησι γραφῶν παρατεθείμεθα· ὡς δὲ μὴ ἐπὶ μήκιστον παρεξίωμεν καὶ περὶ τῆς ἐλπίδος καὶ τῆς ἀγάπης πλεῖστα

 ἐπεὶ καὶ ὁ ἐλπίζων, καθάπερ ὁ πιστεύων, τῷ νῷ ὁρᾷ τὰ νοητὰ καὶ τὰ μέλλοντα. εἰ τοίνυν φαμέν τι εἶναι δίκαιον, φαμὲν δὲ καὶ καλόν, ἀλλὰ καὶ ἀλήθειάν τι

 Ἀλλ' ἐπεὶ μήτε τῷ ἀγαθῷ δικαίως μήτε τῇ γνώσει εἰς σωτηρίαν πιστεύειν ἐθέλουσιν, ἡμεῖς αὐτοὶ τὰ ἐκείνων ἴδια ἡγούμενοι ὅτι πάντα τοῦ θεοῦ, καὶ μάλιστα

 Αὐτίκα τῆς βαρβάρου φιλοσοφίας πάνυ σφόδρα ἐπικεκρυμμένως ἤρτηται τὰ Πυθαγόρεια σύμβολα. Παραινεῖ γοῦν ὁ Σάμιος χελιδόνα ἐν οἰκίᾳ μὴ ἔχειν, τουτέστι λ

 Μακρὸν δ' ἂν εἴη πάντα ἐπεξιέναι τὰ προφητικὰ καὶ τὰ νομικὰ τὰ δι' αἰνιγμάτων εἰρημένα ἐπιλεγομένους. σχεδὸν γὰρ ἡ πᾶσα ὧδέ πως θεσπίζεται γραφή. ἀπόχ

 Ὅθεν καὶ Αἰγύπτιοι οὐ τοῖς ἐπιτυχοῦσι τὰ παρὰ σφίσιν ἀνετίθεντο μυστήρια οὐδὲ μὴν βεβήλοις τὴν τῶν θείων εἴδησιν ἐξέφερον, ἀλλ' ἢ μόνοις γε τοῖς μέλλο

 Ἀλλὰ γὰρ οὐ μόνον Αἰγυπτίων οἱ λογιώτατοι, πρὸς δὲ καὶ τῶν ἄλλων βαρβάρων ὅσοι φιλοσοφίας ὠρέχθησαν, τὸ συμβολικὸν εἶδος ἐζήλωσαν. Φασὶ γοῦν καὶ Ἰδανθ

 Ἀλλ', ὡς ἔοικεν, ἔλαθον ὑπὸ φιλοτιμίας ἀποδεικτικῆς περαιτέρω τοῦ δέοντος παρεκβάς. ἐπιλείψει γάρ με ὁ βίος τὸ πλῆθος τῶν συμβολικῶς φιλοσοφούντων παρ

 Εἰκότως ἄρα ὁ θεσπέσιος ἀπόστολος κατὰ ἀποκάλυψιν φησὶν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν

 Θυσία δὲ ἡ τῷ θεῷ δεκτὴ σώματός τε καὶ τῶν τούτου παθῶν ἀμετανόητος χωρισμός. ἡ ἀληθὴς τῷ ὄντι θεοσέβεια αὕτη. καὶ μή τι εἰκότως μελέτη θανάτου διὰ το

 Τὸν γὰρ πατέρα καὶ ποιητὴν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἐξειπεῖν ἀδύνατον. ῥητὸν γὰρ οὐδαμῶς ἐστιν ὡς τἄλλα μαθήματα, ὁ φιλ

 Πᾶν τοίνυν, ὃ ὑπὸ ὄνομα πίπτει, γεννητόν ἐστιν, ἐάν τε βούλωνται ἐάν τε μή. εἴτ' οὖν ὁ πατὴρ αὐτὸς ἕλκει πρὸς αὑτὸν πάντα τὸν καθαρῶς βεβιωκότα καὶ εἰ

 τὰ δ' ἑξῆς [προσ]αποδοτέον καὶ τὴν ἐκ τῆς βαρβάρου φιλοσοφίας Ἑλληνικὴν κλοπὴν σαφέστερον ἤδη παραστατέον. Φασὶ γὰρ σῶμα εἶναι τὸν θεὸν οἱ Στωϊκοὶ καὶ

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΕΚΤΟΣ Ὁ δὲ δὴ ἕκτος καὶ ὁμοῦ ὁ ἕβδομος ἡμῖν τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων Στρωματεύς, διαγράψας ὡς ἔνι μάλι

 Πρὸ δὲ τῆς εἰς τὸ προκείμενον ἐγχειρήσεως ἐν προοιμίου εἴδει προσαποδοτέον τῷ πέρατι τοῦ πέμπτου Στρωματέως τὰ ἐνδέοντα. Ἐπεὶ γὰρ παρεστήσαμεν τὸ συμβ

 Ἤδη δὲ οὐ μόνον ὑφαιρούμενοι τὰ δόγματα παρὰ τῶν βαρβάρων διελέγχονται, ἀλλὰ καὶ προσέτι ἀπομιμούμενοι τὰ παρ' ἡμῖν ἄνωθεν ἐκ τῆς θείας δυνάμεως διὰ τ

 Εὕροιμεν δ' ἂν καὶ ἄλλο μαρτύριον εἰς βεβαίωσιν τοῦ τὰ κάλλιστα τῶν δογμάτων τοὺς ἀρίστους τῶν φιλοσόφων παρ' ἡμῶν σφετερισαμένους ὡς ἴδια αὐχεῖν τὸ κ

 Καὶ ὡς μὲν κλέπται πάσης γραφῆς Ἕλληνες ᾕρηνται, ἱκανῶς, οἶμαι, διὰ πλειόνων δέδεικται τεκμηρίων· ὅτι δὲ οὐ κατ' ἐπίγνωσιν ἴσασι τὸν θεόν, ἀλλὰ κατὰ π

 Ἀλλ' ὡς κατὰ καιρὸν ἥκει τὸ κήρυγμα νῦν, οὕτως κατὰ καιρὸν ἐδόθη νόμος μὲν καὶ προφῆται βαρβάροις, φιλοσοφία δὲ Ἕλλησι, τὰς ἀκοὰς ἐθίζουσα πρὸς τὸ κήρ

 [...] ὡς πάλαι παρεσημειωσάμεθα, οὐ τὴν κατὰ ἑκάστην αἵρεσιν ἀγωγήν φαμεν, ἀλλ', ὅπερ ὄντως ἐστὶ φιλοσοφία, † ὀρθῶς σοφίαν τεχνικήν, τὴν ἐμπειρίαν παρ

 ἐπεὶ καὶ Παῦλος ἐν ταῖς ἐπιστολαῖς οὐ φιλοσοφίαν διαβάλλων φαίνεται, τὸν δὲ τοῦ γνωστικοῦ μεταλαμβάνοντα ὕψους οὐκέτι παλινδρομεῖν ἀξιοῖ ἐπὶ τὴν Ἑλλην

 Τοιοῦτος γὰρ ὁ γνωστικός, ὡς μόνοις τοῖς διὰ τὴν [δια]μονὴν τοῦ σώματος γινομένοις πάθεσι περιπίπτειν, οἷον πείνῃ, δίψει καὶ τοῖς ὁμοίοις. ἀλλ' ἐπὶ μὲ

 Κατ' ἐπακολούθημα τοίνυν καὶ τοῖς εἰς γνῶσιν γυμνάζουσιν αὐτὸν προσανάκειται, παρ' ἑκάστου μαθήματος τὸ πρόσφορον τῇ ἀληθείᾳ λαμβάνων, τῆς μὲν οὖν μου

 Καθάπερ οὖν ἐπὶ τῆς ἀστρονομίας ἔχομεν ὑπόδειγμα τὸν Ἀβραάμ, οὕτως ἐπὶ τῆς ἀριθμητικῆς τὸν αὐτὸν Ἀβραάμ. ἀκούσας γὰρ ὅτι αἰχμάλωτος ἐλήφθη ὁ Λώτ, τοὺς

 Ὧι λόγῳ λύεται τὸ πρὸς τῶν αἱρετικῶν ἀπορούμενον ἡμῖν, πότερον τέλειος ἐπλάσθη ὁ Ἀδὰμ ἢ ἀτελής· ἀλλ' εἰ μὲν ἀτελής, πῶς τελείου θεοῦ ἀτελὲς τὸ ἔργον κ

 Ὁ τοίνυν μετριοπαθήσας τὰ πρῶτα καὶ εἰς ἀπάθειαν μελετήσας αὐξήσας τε εἰς εὐποιίαν γνωστικῆς τελειότητος ἰσάγγελος μὲν ἐνταῦθα· φωτεινὸς δὲ ἤδη καὶ ὡς

 οἱ τοιοῦτοι κατὰ τὸν ∆αβὶδ καταπαύσουσιν ἐν ὄρει ἁγίῳ θεοῦ, τῇ ἀνωτάτω ἐκκλησίᾳ, καθ' ἣν οἱ φιλόσοφοι συνάγονται τοῦ θεοῦ, οἱ τῷ ὄντι Ἰσραηλῖται οἱ κα

 Ὁ γνωστικὸς ἄρα τὴν προσεχεστέραν ἀναμάσσεται ὁμοιότητα, τὴν διάνοιαν τὴν τοῦ διδασκάλου, ἥντινα ἐκεῖνος νοῶν ἐνετείλατό τε καὶ συνεβούλευσε τοῖς φρον

 Ὑπόδειγμα δ' ἡμῖν κατὰ παραδρομὴν ἐκκείσθω εἰς σαφήνειαν γνωστικὴν ἡ δεκάλογος. καὶ ὅτι μὲν ἱερὰ ἡ δεκάς, παρέλκει λέγειν τὰ νῦν. εἰ δὲ αἱ πλάκες αἱ γ

 Ἀλλ', ὡς ἔοικεν, οἱ φιλόσοφοι τῶν Ἑλλήνων θεὸν ὀνομάζοντες οὐ γιγνώσκουσιν, ἐπεὶ μὴ σέβουσι κατὰ θεὸν τὸν θεόν. τὰ φιλοσοφούμενα δὲ παρ' αὐτοῖς κατὰ τ

 Ὁ γνωστικὸς δ' ἡμῖν ἐν τοῖς κυριωτάτοις ἀεί ποτε διατρίβει· εἰ δέ που σχολὴ καὶ ἀνέσεως καιρὸς ἀπὸ τῶν προηγουμένων, ἀντὶ τῆς ἄλλης ῥᾳθυμίας καὶ τῆς Ἑ

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΕΒ∆ΟΜΟΣ Ἤδη δὲ καιρὸς ἡμᾶς παραστῆσαι τοῖς Ἕλλησι μόνον ὄντως εἶναι θεοσεβῆ τὸν γνωστικόν, ὡς ἀναμαθόντας τοὺς φιλοσόφους, οἷός τ

 Πίστις οὖν τοῦ εἰδέναι θεὸν ἡ πρώτη μετὰ τῆς τοῦ σωτῆρος διδασκαλίας τὴν πεποίθησιν τὸ κατὰ μηδένα τρόπον ἄδικα δρᾶν, τοῦτ' εἶναι πρέπον ἡγεῖσθαι τῇ ἐ

 Τὰ δ' ἄλλα σιγῶ, δοξάζων τὸν κύριον. πλὴν ἐκείνας φημὶ τὰς γνωστικὰς ψυχάς, τῇ μεγαλοπρεπείᾳ τῆς θεωρίας ὑπερβαινούσας ἑκάστης ἁγίας τάξεως τὴν πολιτε

 Ἕλληνες δὲ ὥσπερ ἀνθρωπομόρφους οὕτως καὶ ἀνθρωποπαθεῖς τοὺς θεοὺς ὑποτίθενται, καὶ καθάπερ τὰς μορφὰς αὐτῶν ὁμοίας ἑαυτοῖς ἕκαστοι διαζωγραφοῦσιν, ὥς

 Ἢ γὰρ οὐ καλῶς καὶ ἀληθῶς οὐκ ἐν τόπῳ τινὶ περιγράφομεν τὸν ἀπερίληπτον οὐδ' ἐν ἱεροῖς καθείργνυμεν χειροποιήτοις τὸ πάντων περιεκτικόν; τί δ' ἂν καὶ

 Καθάπερ οὖν οὐ περιγράφεται τόπῳ θεὸς οὐδὲ ἀπεικονίζεταί ποτε ζῴου σχήματι, οὕτως οὐδὲ ὁμοιοπαθὴς οὐδὲ ἐνδεὴς καθάπερ τὰ γενητά, ὡς θυσιῶν, δίκην τροφ

 Σέβειν δὲ δεῖν ἐγκελευόμεθα καὶ τιμᾶν τὸν αὐτὸν καὶ λόγον, σωτῆρά τε αὐτὸν καὶ ἡγεμόνα εἶναι πεισθέντες, καὶ δι' αὐτοῦ τὸν πατέρα, οὐκ ἐν ἐξαιρέτοις ἡ

 Πολλοῦ γε δεῖ τὸν ἐν τοιαύτῃ εὐσεβείᾳ ἐξεταζόμενον πρόχειρον εἶναι περί τε τὸ ψεύσασθαι περί τε τὸ ὀμόσαι. ὅρκος μὲν γάρ ἐστιν ὁμολογία καθοριστικὴ με

 Πλεῖον δέ τι καὶ μᾶλλον ἐπιτείνει τὸ γνωστικὸν ἀξίωμα ὁ τὴν προστασίαν τῆς τῶν ἑτέρων διδασκαλίας ἀναλαβών, τοῦ μεγίστου ἐπὶ γῆς ἀγαθοῦ τὴν οἰκονομίαν

 Ἔστιν γάρ, ὡς ἔπος εἰπεῖν, ἡ γνῶσις τελείωσίς τις ἀνθρώπου ὡς ἀνθρώπου, διὰ τῆς τῶν θείων ἐπιστήμης συμπληρουμένη κατά τε τὸν τρόπον καὶ τὸν βίον καὶ

 Περὶ μὲν οὖν τῶν ὅλων ἀληθῶς καὶ μεγαλοπρεπῶς διείληφεν, ὡς ἂν θείαν χωρήσας διδασκαλίαν. ἀρξάμενος γοῦν ἐκ τοῦ θαυμάζειν τὴν κτίσιν, δεῖγμα τοῦ δύνασ

 Ταῦτα μὲν οὖν ταύτῃ. οὕτω δὲ ἔχων ὁ γνωστικὸς πρὸς τὸ σῶμα καὶ τὴν ψυχήν, πρὸς τε τοὺς πέλας, κἂν οἰκέτης ᾖ κἂν πολέμιος νόμῳ γενόμενος κἂν ὁστισοῦν,

 Οὐδέποτε τῶν εἰς αὐτὸν ἁμαρτησάντων μέμνηται, ἀλλὰ ἀφίησι. διὸ καὶ δικαίως εὔχεται, ἄφες ἡμῖν λέγων· καὶ γὰρ ἡμεῖς ἀφίεμεν· ἓν γάρ ἐστι καὶ τοῦτο ὧν ὁ

 Καὶ ταῦτα μὲν ὡς ἔνι μάλιστα διὰ βραχυτάτων περὶ τοῦ γνωστικοῦ τοῖς Ἕλλησι σπερματικῶς εἰρήσθω. ἰστέον δὲ ὅτι ἐὰν ἓν τούτων ὁ πιστὸς ἢ καὶ δεύτερον κα

 Ἐπειδὴ δὲ ἀκόλουθόν ἐστι πρὸς τὰ ὑπὸ Ἑλλήνων καὶ Ἰουδαίων ἐπιφερόμενα ἡμῖν ἐγκλήματα ἀπολογήσασθαι, συνεπιλαμβάνονται δὲ ἔν τισι τῶν ἀποριῶν ὁμοίως το

 Ἀλλ' οἱ πονεῖν ἕτοιμοι ἐπὶ τοῖς καλλίστοις οὐ πρότερον ἀποστήσονται ζητοῦντες τὴν ἀλήθειαν πρὶν ἂν τὴν ἀπόδειξιν ἀπ' αὐτῶν λάβωσι τῶν γραφῶν. ἔστι μὲν

 Οἱ τοίνυν τῶν ἀσεβῶν ἁπτόμενοι λόγων ἄλλοις τε ἐξάρχοντες μηδὲ εὖ τοῖς λόγοις τοῖς θείοις, ἀλλὰ ἐξημαρτημένως συγχρώ μενοι, οὔτε αὐτοὶ εἰσίασιν εἰς τὴ

 Ὀπὴν οὖν τινα ὀλίγην ὑποδείξαντες τοῖς φιλοθεάμοσι τῆς ἀληθείας ἐκ τοῦ κατὰ τὰς θυσίας νόμου περί τε Ἰουδαίων τῶν χυδαίων περί τε τῶν αἱρέσεων μυστικῶ

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΟΓ∆ΟΟΣ ** ἀλλ' οὐδὲ οἱ παλαίτατοι τῶν φιλοσόφων ἐπὶ τὸ ἀμφισβητεῖν καὶ ἀπορεῖν ἐφέροντο. ἦ πού γ' ἂν ἡμεῖς οἱ τῆς ὄντως ἀληθοῦς ἀ

 Εἰ δ' οὐκ ἀρκεῖ τοῦτο μόνον ἁπλῶς εἰπεῖν περὶ τοῦ ζητουμένου τὸ δόξαν (ἔξεστι γὰρ καὶ τὸν ἀντικαθιστάμενον ἐπ' ἴσης ἀνταποφήνασθαι ὃ βούλεται), ἀλλὰ π

 Ὡσαύτως δὲ καὶ τὴν ἀπόδειξιν πάντες ἄνθρωποι ὁμολογήσαιεν [ἂν] λόγον εἶναι τοῖς ἀμφισβητουμένοις ἐκ τῶν ὁμολογουμένων ἐκπορίζοντα τὴν πίστιν. οὐ μόνον

 Πᾶσα γὰρ ζήτησις ἐκ προϋπαρχούσης εὑρίσκεται γνώσεως· εἶναι δὲ [δυνατὸν] τὴν γνῶσιν τὴν προϋπάρξασαν τοῦ ζητουμένου παντὸς ποτὲ μὲν τῆς οὐσίας ψιλῶς ἀ

 ἡ δὲ αὐτὴ ἐπιχείρησις τῆς ἀποδείξεως κἀπὶ τοῦ τρίτου προβλήματος. φασὶν οὖν τινες μὴ ἐγχωρεῖν πλείους ἀρχὰς ἑνὸς εἶναι ζῴου. ὁμογενεῖς μὲν οὖν ἀρχὰς ο

 Προτακτέον δὴ καὶ τῶν ὅρων καὶ τῶν ἀποδείξεων καὶ διαιρέσεων ποσαχῶς λέγεται τὸ ζητούμενον τά τε ὁμώνυμα χειριστέον καὶ τὰ συνώνυμα εὐκρινῶς τακτέον κ

 Τὰ ποιητικὰ τῆς ἐποχῆς αἴτια δύο ἐστὶν τὰ ἀνωτάτω, ἓν μὲν τὸ πολύτροπον καὶ ἄστατον τῆς ἀνθρωπίνης γνώμης, ὅπερ γεννητικὸν εἶναι πέφυκεν τῆς διαφωνίας

 Τρία ἐστὶ περὶ τὴν φωνήν· τά τε ὀνόματα σύμβολα ὄντα τῶν νοημάτων κατὰ τὸ προηγούμενον, κατ' ἐπακολούθημα δὲ καὶ τῶν ὑποκειμένων, δεύτερον δὲ τὰ νοήμα

 Τῶν αἰτίων τὰ μὲν προκαταρκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ συνεργά, τὰ δὲ ὧν οὐκ ἄνευ. προκαταρκτικὰ μὲν τὰ πρώτως ἀφορμὴν παρεχόμενα εἰς τὸ γίγνεσθαί τι

Chapter XXVI.—How the Perfect Man Treats the Body and the Things of the World.

Those, then, who run down created existence and vilify the body are wrong; not considering that the frame of man was formed erect for the contemplation of heaven, and that the organization of the senses tends to knowledge; and that the members and parts are arranged for good, not for pleasure. Whence this abode becomes receptive of the soul which is most precious to God; and is dignified with the Holy Spirit through the sanctification of soul and body, perfected with the perfection of the Saviour. And the succession of the three virtues is found in the Gnostic, who morally, physically, and logically occupies himself with God. For wisdom is the knowledge of things divine and human; and righteousness is the concord of the parts of the soul; and holiness is the service of God. But if one were to say that he disparaged the flesh, and generation on account of it, by quoting Isaiah, who says, “All flesh is grass, and all the glory of man as the flower of grass: the grass is withered, and the flower has fallen; but the word of the Lord endureth for ever;”1105    Isa. xl. 6–8. let him hear the Spirit interpreting the matter in question by Jeremiah, “And I scattered them like dry sticks, that are made to fly by the wind into the desert. This is the lot and portion of your disobedience, saith the Lord. As thou hast forgotten Me, and hast trusted in lies, so will I discover thy hinder parts to thy face; and thy disgrace shall be seen, thy adultery, and thy neighing,” and so on.1106    Jer. xiii. 24–27. For “the flower of grass,” and “walking after the flesh,” and “being carnal,” according to the apostle, are those who are in their sins. The soul of man is confessedly the better part of man, and the body the inferior. But neither is the soul good by nature, nor, on the other hand, is the body bad by nature. Nor is that which is not good straightway bad. For there are things which occupy a middle place, and among them are things to be preferred, and things to be rejected. The constitution of man, then, which has its place among things of sense, was necessarily composed of things diverse, but not opposite—body and soul.

Always therefore the good actions, as better, attach to the better and ruling spirit; and voluptuous and sinful actions are attributed to the worse, the sinful one.

Now the soul of the wise man and Gnostic, as sojourning in the body, conducts itself towards it gravely and respectfully, not with inordinate affections, as about to leave the tabernacle if the time of departure summon. “I am a stranger in the earth, and a sojourner with you,” it is said.1107    Gen. xxiii. 4; Ps. xxxix. 12. And hence Basilides says, that he apprehends that the election are strangers to the world, being supramundane by nature. But this is not the case. For all things are of one God. And no one is a stranger to the world by nature, their essence being one, and God one. But the elect man dwells as a sojourner, knowing all things to be possessed and disposed of; and he makes use of the things which the Pythagoreans make out to be the threefold good things. The body, too, as one sent on a distant pilgrimage, uses inns and dwellings by the way, having care of the things of the world, of the places where he halts; but leaving his dwelling-place and property without excessive emotion; readily following him that leads him away from life; by no means and on no occasion turning back; giving thanks for his sojourn, and blessing [God] for his departure, embracing the mansion that is in heaven. “For we know, that, if the earthly house of our tabernacle be dissolved, we have a building of God, an house not made with hands, eternal in the heavens. For we that are in this tabernacle do groan, desiring to be clothed upon with our house which is from heaven: if so be that being clothed we shall not be found naked. For we walk by faith, not by sight,”1108    2 Cor. v. 1, 2, 3, 7. as the apostle says; “and we are willing rather to be absent from the body, and present with God.” The rather is in comparison. And comparison obtains in the case of things that fall under resemblance; as the more valiant man is more valiant among the valiant, and most valiant among cowards. Whence he adds, “Wherefore we strive, whether present or absent, to be accepted with Him,”1109    2 Cor. v. 9. that is, God, whose work and creation are all things, both the world and things supramundane. I admire Epicharmus, who clearly says:—

“Endowed with pious mind, you will not, in dying,

Suffer aught evil. The spirit will dwell in heaven above;”

and the minstrel1110    Pindar, according to Theodoret. who sings:—

“The souls of the wicked flit about below the skies on earth,

In murderous pains beneath inevitable yokes of evils;

But those of the pious dwell in the heavens,

Hymning in songs the Great, the Blessed One.”

The soul is not then sent down from heaven to what is worse. For God works all things up to what is better. But the soul which has chosen the best life—the life that is from God and righteousness—exchanges earth for heaven. With reason therefore, Job, who had attained to knowledge, said, “Now I know that thou canst do all things; and nothing is impossible to Thee. For who tells me of what I know not, great and wonderful things with which I was unacquainted? And I felt myself vile, considering myself to be earth and ashes.”1111    Job xlii. 2, 3, 6. For he who, being in a state of ignorance, is sinful, “is earth and ashes;” while he who is in a state of knowledge, being assimilated as far as possible to God, is already spiritual, and so elect. And that Scripture calls the senseless and disobedient “earth,” will be made clear by Jeremiah the prophet, saying, in reference to Joachim and his brethren “Earth, earth, hear the word of the Lord; Write this man, as man excommunicated.”1112    Jer. xxii. 29, 30. And another prophet says again, “Hear, O heaven; and give ear, O earth,”1113    Isa. i. 2. calling understanding “ear,” and the soul of the Gnostic, that of the man who has applied himself to the contemplation of heaven and divine things, and in this way has become an Israelite, “heaven.” For again he calls him who has made ignorance and hardness of heart his choice, “earth.” And the expression “give ear” he derives from the “organs of hearing,” “the ears,” attributing carnal things to those who cleave to the things of sense. Such are they of whom Micah the prophet says, “Hear the word of the Lord, ye peoples who dwell with pangs.”1114    Mic. i. 2, where, however, the concluding words are not found. And Abraham said, “By no means. The Lord is He who judgeth the earth;”1115    Gen. xviii. 25. “since he that believeth not, is,” according to the utterance of the Saviour, “condemned already.”1116    John iii. 18. And there is written in the Kings1117    Where? the judgment and sentence of the Lord, which stands thus: “The Lord hears the righteous, but the wicked He saveth not, because they do not desire to know God.” For the Almighty will not accomplish what is absurd. What do the heresies say to this utterance, seeing Scripture proclaims the Almighty God to be good, and not the author of evil and wrong, if indeed ignorance arises from one not knowing? But God does nothing absurd. “For this God,” it is said, “is our God, and there is none to save besides Him.”1118    Isa. xlv. 21. “For there is no unrighteousness with God,”1119    Rom. ix. 14. according to the apostle. And clearly yet the prophet teaches the will of God, and the gnostic proficiency, in these words: “And now, Israel, what doth the Lord God require of thee, but to fear the Lord thy God, and walk in all His ways, and love Him, and serve Him alone?”1120    Deut. x. 12 He asks of thee, who hast the power of choosing salvation. What is it, then, that the Pythagoreans mean when they bid us “pray with the voice”? As seems to me, not that they thought the Divinity could not hear those who speak silently, but because they wished prayers to be right, which no one would be ashamed to make in the knowledge of many. We shall, however, treat of prayer in due course by and by. But we ought to have works that cry aloud, as becoming “those who walk in the day.”1121    Rom. xiii. 13. “Let thy works shine,”1122    Matt. v. 16. and behold a man and his works before his face. “For behold God and His works.”1123    Isa. lxii. 11. For the gnostic must, as far as is possible, imitate God. And the poets call the elect in their pages godlike and gods, and equal to the gods, and equal in sagacity to Zeus, and having counsels like the gods, and resembling the gods,—nibbling, as seems to me, at the expression, “in the image and likeness.”1124    Gen. i. 26.

Euripides accordingly says, “Golden wings are round my back, and I am shod with the winged sandals of the Sirens; and I shall go aloft into the wide ether, to hold convene with Zeus.”

But I shall pray the Spirit of Christ to wing me to my Jerusalem. For the Stoics say that heaven is properly a city, but places here on earth are not cities; for they are called so, but are not. For a city is an important thing, and the people a decorous body, and a multitude of men regulated by law as the church by the word—a city on earth impregnable—free from tyranny; a product of the divine will on earth as in heaven. Images of this city the poets create with their pen. For the Hyperboreans, and the Arimaspian cities, and the Elysian plains, are commonwealths of just men. And we know Plato’s city placed as a pattern in heaven.1125    [Elucidation IX.]

Οὔκουν εὐλόγως οἱ κατατρέχοντες τῆς πλάσεως καὶ κακίζοντες τὸ σῶμα, οὐ συνορῶντες τὴν κατασκευὴν τοῦ ἀνθρώπου ὀρθὴν πρὸς τὴν οὐρανοῦ θέαν γενομένην καὶ τὴν τῶν αἰσθήσεων ὀργανοποιίαν πρὸς γνῶσιν συντείνουσαν τά τε μέλη καὶ μέρη πρὸς τὸ καλόν, οὐ πρὸς ἡδονὴν εὔθετα. ὅθεν ἐπιδεκτικὸν γίνεται τῆς τιμιωτάτης τῷ θεῷ ψυχῆς τὸ οἰκητήριον τοῦτο καὶ πνεύματος ἁγίου κατὰ τὸν τῆς ψυχῆς τε καὶ σώματος ἁγιασμὸν καταξιοῦται τῷ τοῦ σωτῆρος καταρτισμῷ τελειούμενον. καὶ δὴ ἡ ἀντακολουθία τῶν τριῶν ἀρετῶν περὶ τὸν ἄνθρωπον εὑρίσκεται τὸν γνωστικὸν ἠθικῶς τε καὶ φυσικῶς καὶ λογικῶς περὶ τὸ θεῖον πραγματευόμενον. σοφία μὲν γὰρ ἐπιστήμη τῶν θείων καὶ τῶν ἀνθρωπίνων, δικαιοσύνη δὲ συμφωνία τῶν τῆς ψυχῆς μερῶν, ὁσιότης δὲ θεραπεία τοῦ θεοῦ. εἰ δέ τις διαβάλλεσθαι τὴν σάρκα καὶ δι' αὐτῆς τὴν γένεσιν φάσκοι παραθεὶς Ἡσαΐαν λέγοντα πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσεν· τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα, ἀκουσάτω ἑρμηνεύοντος τὸ ζητούμενον διὰ Ἱερεμίου τοῦ πνεύματος· καὶ διέσπειρα αὐτοὺς ὡς φρύγανα πετώμενα ὑπὸ ἀνέμου εἰς ἔρημον. οὗτος ὁ κλῆρος καὶ μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς, λέγει κύριος· ὡς ἐπελάθου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσι, κἀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ πρόσωπόν σου, καὶ ὀφθήσεται ἡ ἀτιμία σου, μοιχεία σου καὶ χρεμετισμός σου καὶ τὰ ἑξῆς. τοῦτο γὰρ τὸ ἄνθος τοῦ χόρτου, καὶ τὸ κατὰ σάρκα περιπατεῖν καὶ σαρκικοὺς εἶναι κατὰ τὸν ἀπόστολον, ἐν ἁμαρτίαις ὄντας. κρεῖττον μὲν τοῦ ἀνθρώπου ὡμολόγηται ἡ ψυχή, ἧττον δὲ τὸ σῶμα. ἀλλ' οὔτε ἀγαθὸν ἡ ψυχὴ φύσει οὔτε αὖ κακὸν φύσει τὸ σῶμα, οὐδὲ μὴν ὃ μή ἐστιν ἀγαθόν, τοῦτο εὐθέως κακόν. εἰσὶ γὰρ οὖν καὶ μεσότητές τινες καὶ προηγμένα καὶ ἀποπροηγμένα ἐν τοῖς μέσοις. ἐχρῆν δὴ οὖν τὴν σύνθεσιν τοῦ ἀνθρώπου ἐν αἰσθητοῖς γενομένην ἐκ διαφόρων συνεστάναι, ἀλλ' οὐκ ἐξ ἐναντίων, σώματός τε καὶ ψυχῆς. ἀεὶ τοίνυν αἱ ἀγαθαὶ πράξεις ὡς ἀμείνους τῷ κρείττονι τῷ πνευματικῷ προσάπτονται, αἱ δὲ φιλήδονοι καὶ ἁμαρτητικαὶ τῷ ἥττονι τῷ ἁμαρτητικῷ περιτίθενται. αὐτίκα ἡ τοῦ σοφοῦ τε καὶ γνωστικοῦ ψυχή, οἷον ἐπιξενουμένη τῷ σώματι, σεμνῶς αὐτῷ καὶ τιμητικῶς προσφέρεται, οὐ προσπαθῶς, ὅσον οὐδέπω, ἐὰν ὁ καιρὸς τῆς ἀποδημίας καλῇ, ἀπολείπουσα τὸ σκῆνος. πάροικος, φησίν, ἐν τῇ γῇ καὶ παρεπίδημος ἐγώ εἰμι μεθ' ὑμῶν. καὶ ἐντεῦθεν ξένην τὴν ἐκλογὴν τοῦ κόσμου ὁ Βασιλείδης εἴληφε λέγειν, ὡς ἂν ὑπερκόσμιον φύσει οὖσαν. τὸ δ' οὐχ οὕτως ἔχει. ἑνὸς γὰρ τὰ πάντα θεοῦ, καὶ οὐκ ἄν τις εἴη φύσει τοῦ κόσμου ξένος, μιᾶς μὲν τῆς οὐσίας οὔσης, ἑνὸς δὲ τοῦ θεοῦ, ἀλλ' ὁ ἐκλεκτὸς ὡς ξένος πολιτεύεται, κτητά τε καὶ ἀπόκτητα εἰδὼς πάντα. Ὅσα δὲ τριττὰ εἶναι ἀγαθὰ οἱ Περιπατητικοὶ θέλουσι, χρῆται αὐτοῖς, ἀλλὰ καὶ τῷ σώματι, ὥς τις μακρὰν στελλόμενος ἀποδημίαν πανδοχείοις καὶ ταῖς παρ' ὁδὸν οἰκήσεσιν, ἐπιμελούμενος μὲν καὶ κοσμῶν τὸν τόπον ἔνθα καταλύει, ἀπολείπων δὲ τὴν οἴκησιν καὶ τὴν κτῆσιν καθάπερ καὶ τὴν χρῆσιν ἀπροσπαθῶς, προθύμως τῷ ἀπάγοντι τοῦ βίου συνεπόμενος, οὐδαμῶς ὀπίσω κατ' οὐδεμίαν ἀφορμὴν ἐπιστρεφόμενος, εὐχαριστήσας μὲν ἐπὶ τῇ παροικίᾳ, εὐλογῶν δὲ ἐπὶ τῇ ἐξόδῳ, τὴν μονὴν ἀσπαζόμενος τὴν ἐν οὐρανῷ. οἴδαμεν γὰρ ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς. καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες, εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα· διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους, ὡς ὁ ἀπόστολός φησιν. εὐδοκοῦμεν δὲ μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν θεόν. ἐν συγκρίσει δὲ τὸ μᾶλλον, ἡ δὲ σύγκρισις ἐπὶ τῶν καθ' ὁμοίωσιν ὑποπιπτόντων, ὡς ὁ ἀνδρειότερος ἀνδρείων ἀνδρειότερος, δειλῶν δὲ ἀνδρειότατος. ὅθεν ἐπήγαγεν διὸ φιλοτιμούμεθα, εἴτε ἐκδημοῦντες εἴτε ἐνδημοῦντες, εὐάρεστοι εἶναι αὐτῷ, τῷ ἑνὶ δηλονότι θεῷ, οὗ τὰ πάντα ἔργον τε καὶ κτίσις, ὅ τε κόσμος καὶ τὰ ὑπερκόσμια. ἄγαμαι τὸν Ἐπίχαρμον σαφῶς λέγοντα· εὐσεβὴς νόῳ πεφυκὼς οὐ πάθοις κ' οὐδὲν κακὸν κατθανών, ἄνω τὸ πνεῦμα διαμένει κατ' οὐρανόν· καὶ τὸν μελοποιὸν ᾄδοντα· ψυχαὶ δ' ἀσεβῶν ὑπουράνιοι γαίᾳ πωτῶνται ἐν ἄλγεσι φονίοις ὑπὸ ζεύγλαις ἀφύκτοις κακῶν, εὐσεβῶν δὲ ἐπουράνιοι νάουσι, μολπαῖς μάκαρα μέγαν ἀείδουσ' ἐν ὕμνοις· οὔκουν οὐρανόθεν καταπέμπεται δεῦρο ἐπὶ τὰ ἥττω ψυχή, ὁ θεὸς γὰρ ἐπὶ τὰ ἀμείνω πάντα ἐργάζεται, ἀλλ' ἡ τὸν ἄριστον ἑλομένη βίον ἐκ θεοῦ καὶ δικαιοσύνης γῆς οὐρανὸν ἀνταλλάσσεται. Εἰκότως οὖν γνώσεως ἐπήβολος ὁ Ἰὼβ γενόμενος νῦν οἶδα εἶπεν ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐθέν. τίς γὰρ ἀπαγγέλλει μοι ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστὰ ἃ οὐκ ἠπιστάμην; ἐγὼ δὲ ἐφαύλισα ἐμαυτὸν ἡγησάμενος ἐμαυτὸν εἶναι γῆν καὶ σποδόν. ὁ γὰρ ἐν ἀγνοίᾳ ὢν ἁμαρτητικός τέ ἐστι καὶ γῆ καὶ σποδός, ὁ δ' ἐν γνώσει καθεστώς, ἐξομοιούμενος θεῷ εἰς ὅσον δύναται, ἤδη πνευματικὸς καὶ διὰ τοῦτο ἐκλεκτός. ὅτι δὲ τοὺς ἀνοήτους καὶ ἀπειθεῖς γῆν καλεῖ ἡ γραφή, σαφὲς ποιήσει Ἱερεμίας ὁ προφήτης κατὰ Ἰωακεὶμ καὶ τῶν ἀδελφῶν αὐτοῦ λέγων· γῆ γῆ, ἄκουε λόγον κυρίου· γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον. ἄλλος δ' αὖ προφήτης φησίν· ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, τὴν σύνεσιν ἀκοὴν εἰπών, καὶ οὐρανὸν τὴν τοῦ γνωστικοῦ ψυχὴν τὴν οὐρανοῦ καὶ τῶν θείων θέαν ἐπανῃρημένου καὶ ταύτῃ Ἰσραηλίτην γεγονέναι· ἔμπαλιν γὰρ αὖ τὸν ἑλόμενον τὴν ἀμαθίαν καὶ τὴν σκληροκαρδίαν γῆν εἴρηκεν καὶ τὸ ἐνωτίζου ἀπὸ τῶν ὀργάνων τῆς ἀκοῆς τῶν ὤτων προσηγόρευσεν, τὰ σαρκικὰ τοῖς προσανέχουσι τοῖς αἰσθητοῖς ἀπονείμας. οὗτοί εἰσι περὶ ὧν Μιχαίας ὁ προφήτης λέγει· ἀκούσατε λαοὶ λόγον κυρίου οἱ συνοικοῦντες ὀδύναις. καὶ ὁ Ἀβραὰμ μηδαμῶς, εἶπεν, κύριε, ὁ κρίνων τὴν γῆν, ἐπεὶ ὁ ἀπιστήσας κατὰ τὴν σωτήριον φωνὴν ἤδη κέκριται. γέγραπται δὲ κἀν ταῖς Βασιλείαις ἡ κρίσις καὶ ἡ ἀπόφασις τοῦ κυρίου ὧδε ἔχουσα· δικαίων εἰσακούει ὁ θεός, ἀσεβεῖς δὲ οὐ σῴζει, παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν θεόν· ἄτοπα γὰρ οὐ συντελέσει ὁ παντοκράτωρ. τί πρὸς ταύτην ἔτι φθέγγονται τὴν φωνὴν αἱ αἱρέσεις, ἀγαθὸν θεὸν τὸν παντοκράτορα κηρυττούσης τῆς γραφῆς καὶ ἀναίτιον κακίας τε καὶ ἀδικίας, εἴ γε ἡ μὲν ἄγνοια διὰ τὸ μὴ γινώσκειν φύεται, ὁ θεὸς δὲ οὐδὲν ἄτοπον ποιεῖ; οὗτος γάρ ἐστι, φησίν, ὁ θεὸς ἡμῶν καὶ οὐκ ἔστι πλὴν αὐτοῦ σῴζων· οὐδὲ γάρ ἐστιν ἀδικία παρὰ τῷ θεῷ κατὰ τὸν ἀπόστολον. σαφῶς δὲ ἔτι ὁ προφήτης τὴν βουλὴν τοῦ θεοῦ καὶ τὴν προκοπὴν τὴν γνωστικὴν διὰ τούτων διδάσκει· καὶ νῦν, Ἰσραήλ, τί κύριος ὁ θεός σου αἰτεῖται παρὰ σοῦ, ἀλλ' ἢ φοβεῖσθαι κύριον τὸν θεόν σου καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λατρεύειν αὐτῷ μόνῳ; [τοῦτο] αἰτεῖται παρὰ σοῦ, τοῦ τὴν ἐξουσίαν ἔχοντος ἑλέσθαι τὴν σωτηρίαν. Τί τοίνυν οἱ Πυθαγόρειοι βουλόμενοι μετὰ φωνῆς εὔχεσθαι κελεύουσιν; ἐμοὶ δοκεῖ οὐχ ὅτι τὸ θεῖον ᾤοντο μὴ δύνασθαι τῶν ἡσυχῇ φθεγγομένων ἐπαΐειν, ἀλλ' ὅτι δικαίας ἐβούλοντο εἶναι τὰς εὐχάς, ἃς οὐκ ἄν τις αἰδεσθείη ποιεῖσθαι πολλῶν συνειδότων. ἡμεῖς δὲ περὶ μὲν τῆς εὐχῆς κατὰ καιρὸν προϊόντος τοῦ λόγου διαληψόμεθα, τὰ δὲ ἔργα κεκραγότα ἔχειν ὀφείλομεν ὡς ἐν ἡμέρᾳ περιπατοῦντες. λαμψάτω γάρ σου τὰ ἔργα. καὶ ἰδοὺ ἄνθρωπος καὶ τὰ ἔργα αὐτοῦ πρὸ προσώπου αὐτοῦ. ἰδοὺ γὰρ ὁ θεὸς καὶ τὰ ἔργα αὐτοῦ. θεὸν χρὴ μιμεῖσθαι εἰς ὅσον δύναμις τῷ γνωστικῷ. ἐμοὶ δὲ καὶ οἱ ποιηταὶ τοὺς ἐκλεκτοὺς παρὰ σφίσι θεοειδέας προσαγορεύειν δοκοῦσι καὶ δίους καὶ ἀντιθέους καὶ ∆ιὶ μῆτιν ἀταλάντους καὶ θεοῖς ἐναλίγκια μήδε' ἔχοντας καὶ θεοεικέλους, τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν περιτρώγοντες. ὁ μὲν οὖν Εὐριπίδης χρύσεαι δή μοι πτέρυγες περὶ νώτῳ φησὶ καὶ τὰ Σειρήνων ἐρόεντα πέδιλα ἁρμόζεται, βάσομαί τ' ἐς αἰθέρα πουλὺν ἀερθεὶς Ζηνὶ προσμίξων. ἐγὼ δὲ ἂν εὐξαίμην τὸ πνεῦμα τοῦ Χριστοῦ πτερῶσαί με εἰς τὴν Ἱερουσαλὴμ τὴν ἐμήν· λέγουσι γὰρ καὶ οἱ Στωϊκοὶ τὸν μὲν οὐρανὸν κυρίως πόλιν, τὰ δὲ ἐπὶ γῆς ἐνταῦθα οὐκέτι πόλεις· λέγεσθαι μὲν γάρ, οὐκ εἶναι δέ· σπουδαῖον γὰρ ἡ πόλις καὶ ὁ δῆμος ἀστεῖόν τι σύστημα καὶ πλῆθος ἀνθρώπων ὑπὸ νόμου διοικούμενον, καθάπερ ἡ ἐκκλησία ὑπὸ λόγου, ἀπολιόρκητος ἀτυράννητος πόλις ἐπὶ γῆς, θέλημα θεῖον ἐπὶ γῆς ὡς ἐν οὐρανῷ. εἰκόνας τῆσδε τῆς πόλεως καὶ οἱ ποιηταὶ κτίζουσι γράφοντες· αἱ γὰρ Ὑπερβόρεοι καὶ Ἀριμάσπειοι πόλεις καὶ τὰ Ἠλύσια πεδία δικαίων πολιτεύματα· ἴσμεν δὲ καὶ τὴν Πλάτωνος πόλιν παράδειγμα ἐν οὐρανῷ κειμένην.