Ep. XVI. To Eusebius, Bishop of Cæsarea.
Ep. XVII. To Eusebius, Archbishop of Cæsarea.
Ep. XVIII. To Eusebius of Cæsarea.
Ep. XLI. To the People of Cæsarea, in His Father’s Name.
Ep. XLII. To Eusebius, Bishop of Samosata.
Ep. XLIX. To Basil. (The Praises of Quiet.)
Ep. LXIII. To Amphilochius the Elder.
Ep. CI. To Cledonius the Priest Against Apollinarius.
Ep. CII. Against Apollinarius The Second Letter to Cledonius.
Ep. CLIII. To Bosporius, Bishop of Colonia.
Ep. CLVII. To Theodore, Archbishop of Tyana.
Ep. CLXXI. To Amphilochius, Bishop of Iconium.
Ep. CXCVII. A Letter of Condolence on the Death of His Sister Theosebia.
Ep. CCIII.
[203] ΟΥΑΛΕΝΤΙΝΙΑΝΩΙ
Ἐξελαυνόμεθα Καρβάλης « ἀνοσιώτατα », συγχρήσομαι γὰρ τῷ τῆς τραγῳδίας, μικρὸν ἐναλλάξας. Ἐξελαυνόμεθα δὲ
λόγῳ μὲν οὐδαμῶς, ἔργῳ δὲ καὶ
πάνυ σφοδρῶς.
Πολλῷ γὰρ βέλτιον ἦν προγράμματι κηρύξαι τὴν ὑποχώρησιν ἢ γυναιξίν, ἃς ἀντιπροσώπους ἡμῶν συνῴκισας, τὸ σεμνὸν τοῦ βίου περικόπτων καὶ καθημερινὴν ἀσχημοσύνην καὶ βλασφημίαν παραζευγνὺς παρὰ τῶν ῥᾳδίως ἐπηρεαζόντων τοῖς οὕτω ζῆν ἑλομένοις, ὥσπερ ἡμεῖς. Εἰ δὲ μὴ τολμηρὸν εἰπεῖν, καὶ ἡμᾶς τοῦ παραδείσου διὰ τῆς Εὔας ἐκβέβληκας. Ῥᾴδιον μὲν γὰρ εὑρεῖν εὐπρεπές τι καὶ ἀφοσιώσασθαι καὶ δόξαι δίκαια λέγειν, ὡς οὔτε ἐξωθούμεθα παρὰ σοῦ καὶ τιμώμεθα γειτνιᾶν ἡμῖν θέλοντος: προσθήσεις δὲ ἴσως, ὅτι καὶ δεξιοῦσθαι φιλικῶς τε καὶ συγγενικῶς καί τι παραπολαύειν τῆς φιλίας τῆς ἡμετέρας. Τὸ δὲ λόγος, οὐκ ἔργον ἐστίν. Ὑμᾶς μὲν γὰρ ἐπιδημοῦντας τῷ τόπῳ καὶ δεχόμεθα καὶ ἀσπαζόμεθα: οἰκαρχίαις δὲ γυναικῶν οὕτως ὑποχωρήσομεν ὥσπερ ἐχιδναίοις ἐπιδρομαῖς. Τὸ μὲν οὖν ἡμέτερον ἔχει πέρας. Κατεσοφίσθημεν, συνεστάλημεν, ἡμᾶς αὐτοὺς τετιμήκαμεν, ἀφέντες καὶ πόνους χειρῶν ἡμῶν καὶ ἐλπίδας καὶ πολλὰ τοῖς ἁγίοις ἀπολογησάμενοι μάρτυσι. Πάντως εἰ καὶ βαρέα ταῦτα καὶ δύσφορα, ἀλλὰ καθ' ὁδόν γε τοῦ καθ' ἡμᾶς βίου φιλοσοφούμενα, καὶ οὔπω τοῦ πόλεις ἐκ πόλεων ἀμείβειν (ὃ φέρειν ἐκελεύσθημεν) φορτικώτερα. Σὺ δὲ τὸν τόπον οἰκοίης μακρότερα μὲν ἢ κατὰ τοὺς προενοικήσαντας, σωφρονέστερον δὲ ἢ ἐλπίζομεν, ὡς ἂν μήτε τοὺς ἁγίους ὑβρίζοιτε μάρτυρας, μήτε αὐτοὶ πλήσσοισθε τῇ παροικίᾳ. Ἐκεῖνο δὲ πρὸ πάντων ἀσφαλίσασθε, τῶν καθιερωμένων τοῖς μάρτυσι φείσασθε, ἵνα μὴ κακῶς περί τε ὑμῶν αὐτῶν καὶ τῶν ὑμετέρων βουλεύσησθε, πονηρῷ τῷ ἐπεισοδίῳ τὰ ὄντα φθείροντες.