Ep. XVI. To Eusebius, Bishop of Cæsarea.
Ep. XVII. To Eusebius, Archbishop of Cæsarea.
Ep. XVIII. To Eusebius of Cæsarea.
Ep. XLI. To the People of Cæsarea, in His Father’s Name.
Ep. XLII. To Eusebius, Bishop of Samosata.
Ep. XLIX. To Basil. (The Praises of Quiet.)
Ep. LXIII. To Amphilochius the Elder.
Ep. CI. To Cledonius the Priest Against Apollinarius.
Ep. CII. Against Apollinarius The Second Letter to Cledonius.
Ep. CLIII. To Bosporius, Bishop of Colonia.
Ep. CLVII. To Theodore, Archbishop of Tyana.
Ep. CLXXI. To Amphilochius, Bishop of Iconium.
Ep. CXCVII. A Letter of Condolence on the Death of His Sister Theosebia.
Ep. CCVII.
[207] ΙΑΚΩΒΩΙ
Εἰ μὲν οὕτως εἶχον τοῦ σώματος ὡς ἐξαρκεῖν πρὸς τοὺς πόνους, αὐτὸς ἂν ἀφικόμενος πρὸς ὑμᾶς τόν τε τῆς συντυχίας πόθον ἐπλήρωσα καὶ διελέχθην περὶ ὧν ἐβουλόμην: οὐ γὰρ περὶ μικρῶν ἡμῖν ὁ λόγος. Ἐπεὶ δὲ τῇ ἀρρωστίᾳ κατέχομαι, ἀναγκαίως ἦλθον ἐπὶ τὰ γράμματα. Τὴν κοσμιωτάτην θυγατέρα ἡμῶν Σιμπλικίαν, τὴν τοῦ καλοῦ καὶ ἀγαθοῦ Ἀλυπίου ποτὲ γυναῖκα, τοῦ κόσμου πάσης ἡμῶν τῆς πατρίδος, προσάγω τῇ σῇ εὐγενείᾳ, μετὰ τῶν οἰκτρῶν ὀνομάτων χηρείας καὶ ὀρφανίας, τῶν δικαίων παρὰ σοῦ τευξομένην περὶ ὧν σοῦ δεήσεται. Καὶ σκόπει τῆς συμφορᾶς τὸ μέγεθος: οὔπω τῶν θρήνων πέπαυται, καὶ ἀγωνιᾷ περὶ τῶν ὀρφανῶν καὶ ὁδοὺς ἐκδημεῖ μακρὰς ἐν οὕτω ἀσθενεῖ τῷ σώματι καὶ ἀπειρίᾳ πραγμάτων, ἡ μηδὲ προκύπτειν τῆς οἰκίας εἰθισμένη. Τούτου τί ἐλεεινότερον; μηδὲ θρήνοις γενέσθαι χώραν καὶ τὴν τῆς εὐγενείας αἰδῶ λυθῆναι τῷ πάθει. Ταῦτα οὖν πάντα ἐνθυμηθεὶς καὶ πρός γε τὴν ἡμετέραν παράκλησιν αἰδεσθείς, μὴ ἀναμείνῃς ἄλλον γενέσθαι σοι δικαστὴν τῷ μεγάλῳ καὶ χρηστῷ Ἰακώβῳ: μηδὲ εἰς ἀνάγκην αὐτὴν καταστῆσαι μακροτέρας ἀποδημίας σφόδρα θαρροῦσαν τοῖς ἑαυτῆς δικαίοις, ὡς πείθει πολλοὺς καὶ ἡμᾶς: ἀλλὰ ταῖς ἐπιστολαῖς ἐντυχὼν καὶ μετὰ πάσης ὀρθότητος τὰ δίκαια βασανίσας, εὐθυμοτέραν ἡμῖν ἀπόπεμψον, ἐκεῖνο πρὸ πάντων ἐνθυμηθεὶς ὡς ἔστι πολλή σοι παρὰ Θεοῦ δυναστεία, χρήματα, δόξα, μείζονος εὐπραξίας ὁδός. Ταῦτα φύλαξον σεαυτῷ διὰ τῆς παρούσης φιλανθρωπίας, καὶ ὡς τέκνων πατήρ, καὶ τῶν μὲν ἐξαιρεθεὶς κινδύνων, τοῖς δὲ ἐμβεβηκώς, οὕτω διανοήθητι καὶ δεξιὰς σεαυτῷ ποίησον ἐκ τῆς παρούσης ὑποθέσεως τὰς κατὰ Θεὸν ἐλπίδας.