Ep. XVI. To Eusebius, Bishop of Cæsarea.
Ep. XVII. To Eusebius, Archbishop of Cæsarea.
Ep. XVIII. To Eusebius of Cæsarea.
Ep. XLI. To the People of Cæsarea, in His Father’s Name.
Ep. XLII. To Eusebius, Bishop of Samosata.
Ep. XLIX. To Basil. (The Praises of Quiet.)
Ep. LXIII. To Amphilochius the Elder.
Ep. CI. To Cledonius the Priest Against Apollinarius.
Ep. CII. Against Apollinarius The Second Letter to Cledonius.
Ep. CLIII. To Bosporius, Bishop of Colonia.
Ep. CLVII. To Theodore, Archbishop of Tyana.
Ep. CLXXI. To Amphilochius, Bishop of Iconium.
Ep. CXCVII. A Letter of Condolence on the Death of His Sister Theosebia.
Ep. CCXLIV.
[244] ΒΑΣΙΛΙΣΣΗΙ
Εἰ μὴ περιττὸν τὴν πονοῦσαν ἐγεῖραι πρὸς πόνους, οὐκ ὀκνήσω, τῆς κοινῆς ἕνεκεν ἀσφαλείας, ὅπως ἂν δύνωμαι, τὴν σὴν ἐπιρρῶσαι προθυμίαν οὐ κατὰ προσθήκην ἑτέρων τινῶν ἢ ξένων, ἀλλὰ πρὸς ὑπόμνησιν τῶν ἡμῖν τε πολλάκις εἰρημένων καὶ σοὶ συνήθως ἐκπονουμένων. Ταῦτα δέ ἐστιν: ἄγειν τὴν ψυχὴν τῶν λυπηρῶν ἀνωτέραν τῇ περὶ τὰ κράτιστα διατριβῇ, ἀποκρίνειν τῆς διανοίας πᾶν ὅσον ἀρετῆς ἀλλότριον καὶ τῆς σῆς ἀνάξιον γνώμης, συντείνειν ἑαυτὴν πρὸς εὐσέβειαν καὶ πᾶσαν εὐκοσμίαν, λεπτύνειν τὸν νοῦν εἰς τὸ μηδὲν μήτε δέχεσθαι μήτε φρονεῖν ἀνεξέταστον, κρατύνειν τὴν φρόνησιν κατὰ πάντα καιρὸν καὶ πάντα τρόπον τῷ προσομιλεῖν ἀεὶ ταῖς τῶν προλαβόντων ὑποθήκαις ὁσίων, προτάττειν πάσης ἀπεχθείας καὶ φιλίας τὴν πρὸς τοὺς οἰκείους καὶ ξένους δικαιοσύνην, σύνοικον ἔχειν καὶ συνόμιλον πάντοτε τὴν σωφροσύνην ἐρριζωμένην εἰλικρινῶς τῇ ψυχῇ καὶ παγίως ἱδρυμένην, μὴ συμμεταβάλλειν τὸν τρόπον ταῖς ἀνωμαλίαις τοῦ βίου καὶ μεταβολαῖς: οὔτε γὰρ ἐν πενίᾳ τὸ φρόνημα τοῦ βίου συστέλλειν εὐπρεπές, οὔτε ἐν περιουσίᾳ μέγα φρονεῖν ἀσφαλές, διὸ δὴ κράτιστον ἀσκεῖν ἐν μὲν τοῖς τέρπουσι τὴν ἐγκράτειαν, ἐν δὲ τοῖς λυπηροῖς τὴν καρτερίαν: ἀμνημονεῖν τῆς παλαιᾶς περιουσίας, αἰτεῖν τὴν αὐτάρκειαν, στέργειν τὸ διδόμενον, ἐλπίζειν τὸ βέλτιον, καὶ φέρειν πράως τὴν τοῦ σώματος ἀρρωστίαν, ἐπὶ μηδενὶ μεμψιμοιρεῖν, μηδὲ σχετλιάζειν, ἀλλ' εὐχάριστον εἶναι περὶ τὴν Πρόνοιαν, ὅση τις εἴη, καὶ κρύπτειν πολλάκις τὰς αἰτίας τῶν γινομένων, ἀλλ' οὐκ ἀμελεῖν τοῦ πρὸς ἀξίαν πρὸς ἣν ἀποδιδοῦσα λογίζου πρὶν ἐξειπεῖν τὸ λεκτέον καὶ πρὸ τοῦ πρᾶξαι τὸ πρακτέον: οὕτω γὰρ δὴ ἔσται σοι πᾶν τὸ ῥηθὲν ἢ πραχθὲν ἀμεταμέλητον. Εὐσχημονεῖν ἡγοῦ μὴ τοῖς ἔξωθεν προκαλύμμασιν, ἀλλὰ τοῖς τῆς ψυχῆς πλεονεκτήμασιν. Πλοῦτον νόμιζε γνήσιον καὶ βέβαιον τὴν ὀλιγόδειαν: οὐ γὰρ ἐν τῷ πολλὰ κεκτῆσθαι τὸ πλουτεῖν ἐστι βεβαίως, ἀλλὰ τῷ μὴ πολλῶν δεῖσθαι: τὸ μὲν γὰρ ἐπὶ σοί, τὸ δὲ τῶν ἔξωθεν. Ῥύθμιζε τὸν μὲν τρόπον ἐπιεικείᾳ, τὸ δὲ ἦθος ἀταραξίᾳ, τὴν δὲ γλῶσσαν βραχυλογίᾳ. Διὰ δὲ τούτων κόσμει τὴν μὲν κεφαλὴν τῷ σκέπειν, τὰς δὲ ὀφρῦς τῷ κατεσταλμένας ἔχειν, τοὺς δὲ ὀφθαλμοὺς τῷ συννεύειν καὶ κοσμίως βλέπειν, τὸ δὲ στόμα τῷ μηδὲν ἀπρεπῶς λαλεῖν, τὰ δὲ ὦτα τῷ μόνον τοῖς σπουδαίοις ὑπέχειν, σύμπαν δὲ τὸ πρόσωπον τῷ ἐξ αἰδοῦς χρώματι. Ἐν πᾶσι δὲ καὶ διὰ πάντων φύλασσε σεαυτὴν ἀμόλυντον, ὥσπερ τι κειμήλιον ἄψαυστον. Κόσμος γὰρ οἰκεῖος καὶ πρέπων γυναιξί, σεμνότης, εὐστάθεια, σωφροσύνη. Τρυφὴν νόμιζε καλλίστην ὁμοῦ καὶ ῥᾴστην τὴν χρειώδη τροφήν: αὕτη γὰρ καὶ καθ' ἑαυτὴν ἐπαινετὴ καὶ πρὸς τὸν ἐν σωφροσύνῃ βίον αἱρετὴ καὶ πρὸς ὑγίειαν ἀρίστη, καὶ συμμετρίαν καὶ τὴν ἄλλην εὐκοσμίαν καὶ παιδείαν οὐκ ἀνόνητος.