Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letter CCCI.
To Maximus.
[Consolatory on the death of his wife.]
ΠΑΡΑΜΥΘΗΤΙΚΗ
[1] Ὅπως διετέθημεν ἐπὶ τῇ ἀκοῇ τοῦ πάθους οὐδεὶς ἂν ἡμῖν λόγος εἰς παράστασιν τῆς ἐναργίας ἀρκέσειε, νῦν μὲν τὴν ζημίαν λογιζομένοις ἣν τὸ κοινὸν τῶν εὐλαβῶν ἐζημιώθη τὴν προστάτιν τοῦ καθ' ἑαυτὴν τάγματος ἀπολέσαν, νῦν δὲ τὴν φαιδρότητα τῆς σῆς σεμνότητος εἰς οἵαν μετέπεσε κατήφειαν ἐννοοῦντες, οἶκον τοῖς πᾶσι μακαριστὸν εἰς γόνυ κλιθέντα καὶ συμβίωσιν διὰ τῆς ἄκρας ἁρμονίας συμπεφυκυῖαν ὀνείρου θᾶττον διαλυθεῖσαν βλέποντες τῇ διανοίᾳ. Πῶς οὐκ ἄν, καὶ εἰ ἀδαμάντινοι ἦμεν, τὰς ψυχὰς κατεκάμφθημεν; Ἡμῖν δὲ καὶ ἐκ τῆς πρώτης ὁμιλίας οἰκειότης τις ἐγένετο πρὸς τὴν σὴν σεμνοπρέπειαν, καὶ τοσοῦτόν σου τῇ ἀρετῇ προσετέθημεν ὥστε ἐπὶ πάσης ὥρας διὰ γλώττης ἔχειν τὰ σά. Ὅτε δὲ καὶ τῆς μακαρίας ψυχῆς ἐκείνης ἐγενόμεθα ἐν συνηθείᾳ, ὄντως ἐπείσθημεν τὸν τῆς Παροιμίας λόγον ἐφ' ὑμῖν βεβαιούμενον, ὅτι παρὰ Θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί. Οὕτω πρὸς τρόπου ἀλλήλοις ἦτε: ὥσπερ ἐν κατόπτρῳ ἕκαστος τὸ τοῦ ἑτέρου ἦθος ἐν ἑαυτῷ προεδείκνυ. Καὶ πολλὰ ἂν εἰπών τις οὐδὲ πολλοστοῦ μέρους τῆς ἀξίας ἐφίκοιτο. Ἀλλὰ τί δεῖ παθεῖν πρὸς νόμον Θεοῦ πάλαι κεκρατηκότα, τὸν ἐλθόντα εἰς γένεσιν τοῖς καθήκουσι χρόνοις πάλιν ὑπεξελθεῖν καὶ ψυχὴν ἑκάστην λειτουργήσασαν τῷ βίῳ τὰ ἀναγκαῖα εἶτα τῶν δεσμῶν τοῦ σώματος ἀπολύεσθαι; Οὔτε πρῶτοι πεπόνθαμεν, ὦ θαυμάσιε, οὔτε μόνοι, ἀλλ' ὧν γονεῖς πεπείρανται καὶ πάπποι καὶ οἱ ἄνω τοῦ γένους ἅπαντες, τούτων καὶ ἡμεῖς ἐν πείρᾳ γεγόναμεν. Καὶ πλήρης ὁ παρὼν βίος τῶν τοιούτων παραδειγμάτων. Σὲ δὲ τοσοῦτον τῇ ἀρετῇ τῶν λοιπῶν διαφέροντα καὶ ἐν μέσοις τοῖς πάθεσι προσῆκε τὸ τῆς σῆς ψυχῆς μεγαλοφυὲς ἀταπείνωτον διασῶσαι μὴ τὴν νῦν ζημίαν δυσχεραίνοντα, ἀλλὰ τῆς ἐξ ἀρχῆς δωρεᾶς χάριν εἰδότα τῷ δεδωκότι. Τὸ μὲν γὰρ ἀποθανεῖν κοινὸν τῶν τῆς αὐτῆς μετεσχηκότων φύσεως, τὸ δὲ ἀγαθῇ συνοικῆσαι ὀλίγοις τοῖς κατὰ Θεὸν μακαρισθεῖσιν ὑπῆρξεν, ἤπου καὶ αὐτὸ τὸ λυπηρῶς ἐνεγκεῖν τὴν διάζευξιν ἕν ἐστι τῶν ἐκ Θεοῦ δωρεῶν τοῖς εὐγνωμόνως λογιζομένοις. Πολλοὺς γὰρ ἔγνωμεν ὥσπερ βάρους ἀπόθεσιν τὴν διάλυσιν τῆς ἀκαταλλήλου συνοικήσεως δεχομένους. Ἀπόβλεψον εἰς τὸν οὐρανὸν τοῦτον καὶ τὸν ἥλιον καὶ πᾶσαν περίσκεψαι τὴν κτίσιν ἐν κύκλῳ, ὅτι ταῦτα μὲν τοσαῦτα καὶ τηλικαῦτα ὄντα μικρὸν ὕστερον οὐ φανήσεται: ἐκ πάντων τούτων συνάγαγε ἐκεῖνο ὅτι μέρος ὄντες τῆς ἀποθνησκούσης κτίσεως τὸ ἐκ τῆς κοινῆς φύσεως ἐπιβάλλον ἡμῖν ὑπεδεξάμεθα, ἐπεὶ καὶ ὁ γάμος αὐτὸς τοῦ ἀποθνήσκειν ἐστὶ παραμυθία. Διότι γὰρ εἰς τὸ παντελὲς παραμένειν οὐκ ἐνῆν, τῇ διαδοχῇ τοῦ γένους τὸ πρὸς τὸν βίον διαρκὲς ὁ Δημιουργὸς ἐμηχανήσατο. Εἰ δὲ ὅτι θᾶττον προαπῆρεν ἡμῶν ἀνιώμεθα, μὴ βασκαίνωμεν τῇ μὴ ἐπὶ πολὺ τῶν ὀχληρῶν τοῦ βίου ἀναπλησθείσῃ, ἀλλὰ κατὰ τὴν χάριν τὴν τῶν ἀνθῶν ἔτι ποθοῦντας ἡμᾶς ἀπολειπούσῃ. Πρὸ πάντων δέ σε τὸ τῆς ἀναστάσεως δόγμα ψυχαγωγησάτω χριστιανὸν ὄντα καὶ ἐπ' ἐλπίδι τῶν μελλόντων ἀγαθῶν τὴν ζωὴν διεξάγοντα. Οὕτως οὖν διανοεῖσθαι προσῆκεν ὡς ὁδόν τινα παρελθούσης ἣν καὶ ἡμᾶς δεήσει πορεύεσθαι. Εἰ δὲ ὅτι πρὸ ἡμῶν, οὐκ ὀδυρμῶν τοῦτο ἄξιον. Μικρὸν γὰρ ὕστερον τυχὸν τὸ ἡμέτερον ἐλεεινότερον, εἰ ἐπὶ πλεῖον παραταθέντες πλείοσι γενοίμεθα τιμωρίαις ὑπόχρεοι. Ἀλλὰ τῆς λύπης τὸ βάρος ὁ λογισμὸς ἡμῶν ἀποσεισάμενος τὴν περὶ τοῦ πῶς ἡμᾶς προσῆκε πρὸς τὸ ἐφεξῆς εὐαρεστεῖν τῷ Κυρίῳ φροντίδα μεταλαβέτω.