Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letter CCCXI.
[Commendatory: short and of no importance.]
ΠΡΩΤΕΥΟΝΤΙ
[1] Πολλὰς ἡμῖν ποιοῦσι τὰς ἐπιστολὰς πρὸς τὴν σὴν τιμιότητα οἱ ταῖς διαβεβαιώσεσιν ἡμῶν μὴ προσέχοντες, ἀλλ' ἴδιόν τι καὶ ἐξαίρετον ἐν τοῖς ἑαυτῶν ἐπιζητοῦντες. Πάλαι γὰρ ἡμεῖς αὐτοῖς διεμαρτυράμεθα ὅτι οὕτως ἔσῃ κοινὸς καὶ ἴσος τῶν δικαίων ἡμῖν φύλαξ ὥστε μηδένα πλέον ἐπιζητῆσαί τι τῶν εἰς φιλανθρωπίαν, ἐὰν μή που ὑπερβάλῃ τῇ ἀπληστίᾳ. Ὅμως δὲ πληροφοροῦντες τόνδε ἐδώκαμεν αὐτῷ τὴν ἐπιστολὴν συνιστῶντές σοι τὸν ἄνδρα καὶ παρακαλοῦντες καλῶς τε αὐτὸν ἰδεῖν καὶ διὰ τὸ χρόνῳ κεκμηκέναι αὐτοῦ τὸν οἶκον ἐπὶ ταῖς λειτουργίαις τῆς ἐνδεχομένης αὐτὸν παρακλήσεως ἀξιῶσαι.