Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letter CCCXIV.
Without address.
[Commendatory.]
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΙΚΕΤῌ
[1] Καὶ πῶς ἔμελλον ἐγὼ γραμμάτων οἰκείαν ἀφορμὴν παρόψεσθαι καὶ προσερεῖν τὴν σὴν τιμιότητα τοῦδε πρὸς ὑμᾶς ἀφικνουμένου; Ὃς ἐξήρκει μὲν καὶ ἀφ' ἑαυτοῦ εἰπεῖν τὰ ἡμέτερα καὶ τὴν τῆς ἐπιστολῆς πληρῶσαι χρείαν, ἠβουλήθη δὲ καὶ γραμμάτων διάκονος γενέσθαι διὰ τὸ σφόδρα ἡμᾶς ἀγαπᾶν καὶ ἐξ ὅλης ψυχῆς προσκεῖσθαι ἡμῖν. Παντὶ τρόπῳ καὶ τὰ ὑμέτερα ῥήματα ἐπικομίζεσθαι βούλεται καὶ ὑμῖν διακονεῖσθαι. Ἐδώκαμεν οὖν αὐτῷ τὴν ἐπιστολὴν δι' ἧς πρῶτον μὲν ὑμῖν εὐχόμεθα πάντα τὰ ἀγαθὰ ἅ τε ὁ βίος οὗτος ἔχει καὶ ὅσα τῶν ἐν ταῖς ἐπαγγελίαις τὸν μακαρισμὸν ἀποκείμενον φυλάσσει, ἔπειτα καὶ δεόμεθα Θεοῦ τοῦ ἁγίου οἰκονομηθῆναι δεύτερον ἡμῖν τὴν συντυχίαν ὑμῶν, ἕως ἐσμὲν ὑπὲρ γῆς. Τὴν δὲ εἰς τὸν προειρημένον ἀδελφὸν ἀγάπην ὅτι πολυπλασιάσεις ἡμῶν ἕνεκεν οὐκ ἀμφιβάλλω. Ὥστε παρακλήθητι ἔργῳ αὐτῷ παρασχέσθαι τὴν πεῖραν.