Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters CCCXVI., CCCXVII., CCCXVIII., CCCXIX.
Without address.
[Commendatory; short.]
ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΠΑΤΡΕΩΤΟΥ
[1] Τοὺς ἐκ τῆς πατρίδος ἡμῶν ἀφικομένους συνίστησί σοι αὐτὸ τὸ τῆς πατρίδος δίκαιον, εἰ καὶ ὅτι τῇ τοῦ τρόπου χρηστότητι πάντας ὑπὸ τὴν ἑαυτοῦ ἄγεις πρόνοιαν τοὺς ὁπωσοῦν δεομένους τινὸς ἀντιλήψεως. Καὶ τὸν ἐγχειρίζοντα τοίνυν τὴν ἐπιστολὴν τῇ κοσμιότητί σου, τὸν υἱὸν τοῦδε δέξαι καὶ ὡς πατρεώτην καὶ ὡς δεόμενον ἀντιλήψεως καὶ ὡς παρ' ἡμῶν συνιστάμενόν σοι, καὶ ἐκ πάντων τούτων ἓν αὐτῷ ὑπαρξάτω, τυχεῖν τῆς ἐνδεχομένης παρὰ σοῦ βοηθείας εἰς τὰ προκείμενα. Δῆλον δὲ ὅτι ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις αἱ ἀνταποδόσεις οὐ παρ' ἡμῶν τῶν μικρῶν, ἀλλὰ παρὰ τοῦ Κυρίου τοῦ τὰς ἀγαθὰς προαιρέσεις ἀμειβομένου.