Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letter CCCXXI.
To Thecla.
[Included among the Letters of Gregory of Nazianzus, who is assumed by the Ben. Ed. to be indubitably the writer.1528 Vide Greg. Naz., Ep. lvii.]
ΘΕΚΛῌ
[1] Τὸ παριππεῦσαν ἔτος κρυμὸς γεγένηται τῇ πατρίδι βαρὺς καὶ τῶν ἀμπέλων τὰς βλεφαρίδας πρὸς ὠδῖνας λυομένας ἀνέκοψεν: αἱ δὲ ἀπομείνασαι στεῖραι αὐχμηρὰς ἡμῶν καὶ ἀβρόχους τὰς φιάλας εἰργάσαντο. Τί δήποτ' οὖν σοι τῶν φυτῶν τὴν ἀκαρπίαν ἐκτραγῳδῶ; Ἵνα ἡμῖν, κατὰ τὸν Σολομῶντα, αὐτὴ γένῃ ἄμπελος κυπρίζουσα καὶ κατάκαρπος κληματίς, οὐ βότρυν ἐξανθήσασα, ἀλλὰ τῶν βοτρύων ἐξοινώσασα τοῖς πόνοις τὴν δρόσον. Εἰσί τινες παρ' ἡμῖν ἄνδρες οἱ τὸν περίβολον τῆς συνόδου τειχίζοντες. Τούτους ὀρεινῷ μεθύσματι ποτίζειν οὐκ ἔχων ἐγὼ ἐπὶ τὴν πολυστάφυλόν σου κεχώρηκα δεξιάν, ἵν' ἡμῖν ἐκ ποταμίας τοὺς τῶν σῶν κελεύσῃς ἐπιρρεῦσαι κρουνούς. Τοῦτο γὰρ ποιήσασα τάχος πολλῶν μὲν ἀναπαύσεις ψυχάς, εὐφρανεῖς δὲ ὡς ἔνι μάλιστα καὶ τὸν ἀττικιστὴν ἐπαίτην ἐμέ.