Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letter CCCXXII.
Without address.
[Asking a friend to come with his wife and spend Easter with him.]
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΦΙΛῼ ΣΥΜΠΑΣΧΑΣΑΙ
[1] Δεξάμενος τὰ γράμματα τῆς σῆς τιμιότητος ἥσθην, ὡς εἰκός, καὶ εὐχαρίστησα τῷ Κυρίῳ καὶ προθύμως εἶχον ἀντιφθέγξασθαι, ἐάν τις κατὰ καιρὸν περὶ ἀντιγράφων ὑπέμνησε. Τὸ γὰρ πρᾶγμα ὑπὲρ οὗ ἐπέταξας ἡμῖν χρόνῳ ἐλάμβανε τὴν κατάστασιν. Οὐκ ἐνῆν δὲ πρὸ τοῦ πέρατος ἀσφαλὲς οὐδὲν ἀποκρίνασθαι. Αὕτη ἡ αἰτία τῆς σιωπῆς ἡμῶν: οὐ γὰρ δὴ ῥᾳθυμία οὐδὲ ἄγνοια τοῦ προσήκοντος. Εἰ γὰρ καὶ ὅλως ῥᾴθυμοι, ἐσπουδάσαμεν πάντως ἐπὶ τῆς σῆς τιμιότητος συσκιάσαι ἡμῶν τὰ ἐλαττώματα. Νῦν δὲ οὐκ ἔστιν ἡμῶν ἐπιλαθέσθαι σου οὐδὲ τὸ βραχύτατον (ἢ πρότερον ἄν τις ἑαυτὸν ἀγνοήσειεν), ἀλλά, κἂν ἐπιστέλλωμεν κἂν μή, ἐνιδρυμένον σε ταῖς καρδίαις ἑαυτῶν περιφέρομεν καὶ πρὸς τὴν μακρὰν ἀπόληψιν τοῦ χειμῶνος οὕτω δυσκόλως ἔχομεν ὥστε εὔχεσθαι, εἰ μὴ αὐτῷ σοι δυνατὸν διὰ τὰς ἀκουομένας ἀσχολίας καταλιπεῖν τοὺς ἀγροίκους, ἡμῖν ἐγγενέσθαι πρόφασιν ἐπιστῆναι τοῖς τόποις καὶ τῆς ἀληθινῆς εὐσταθείας τῶν σῶν τρόπων καὶ τῆς κοσμιότητος ἀπολαῦσαι. Πάντως δὲ τὴν σωτήριον ἡμέραν τοῦ Πάσχα μεθ' ἡμῶν ποιῆσαι προθυμηθήσῃ μετὰ τῆς κοσμιωτάτης συμβίου σου, ἣν καὶ προσαγορεύομεν διὰ σοῦ καὶ παρακαλοῦμεν συμπρᾶξαι ἡμῖν εἰς τὸ ἐπεῖξαί σε πρὸς ἡμᾶς.