Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letter CCCXXV.
To Magninianus.
ΜΑΓΝΙΝΙΑΝῼ
[1] Ἐξήρκει καὶ τὸ γράμμα τῆς σεμνότητός σου πᾶσαν ἡμῖν ἐξεργάσασθαι εὐφροσύνην. Νυνὶ δὲ καὶ ἡ κοσμιωτάτη γυναικῶν Εἰκέλιον, ἡ κοινὴ θυγάτηρ ἡμῶν, τὴν ἐπιστολὴν ἀποδοῦσα πλέον ἢ εἰς τὸ διπλάσιον τὴν εὐφροσύνην ἐπηύξησεν οὐ μόνον τῷ ἔμψυχος εἰκὼν εἶναι τῆς ὑμετέρας καλοκἀγαθίας, ἀλλὰ καὶ τῷ παρ' ἑαυτῆς ἐπιδεικνύναι πᾶσαν ἀρετῆς ἐπιμέλειαν. Ὥστε πρότερον αὐτὴν ἀσμένως δεξάμενοι διὰ σέ, ὕστερον ἀναστρέψαντες ἐμακαρίσαμέν σε δι' αὐτήν, ὅτι τοιαύτης τεκνοτροφίας μισθοί σε μένουσι παρὰ τοῦ Δεσπότου Θεοῦ. Ἀλλ' ἴδοιμέν ποτε καὶ αὐτὸν σὲ καὶ τῶν ἐν σοὶ καλῶν ἀπολαύσαιμεν μήτε ἀρρωστίας μήτε ἑτέρας τινὸς δυσχερείας ἐμποδιζούσης ἡμῶν τῇ συντυχίᾳ.