Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letter CCCXXVI.
Without address.
[Monitory.]
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΝΟΥΘΕΣΙᾼ
[1] Ἔδωκεν ἡμῖν ὁ ἅγιος Θεὸς οἰκειοτάτην γραμμάτων ὑπόθεσιν τὸν ἀδελφὸν τόνδε γνωρίσας ἡμῖν, τὸν ἄνδρα ᾧ κατὰ τὴν ἐπάνοδον τὴν πρὸς τὴν σὴν τιμιότητα ἐχρησάμεθα τῆς ἐγγράφου ταύτης ὁμιλίας ἡμῶν διακόνῳ, εὐχόμενοι τῷ Θεῷ ἐπὶ μεῖζόν σε περιφανείας καὶ δόξης προϊόντα κοσμεῖν καὶ ἡμᾶς καὶ τὴν πατρίδα πᾶσαν τῇ οἰκείᾳ σεαυτοῦ ἀρετῇ. Παρακαλοῦμεν δέ σε παρὰ πάντα τὸν βίον μεμνῆσθαι τοῦ κτίσαντός σε Θεοῦ καὶ τιμήσαντος, ἵνα πρὸς τῇ τοῦ βίου τούτου λαμπρότητι ἔτι καὶ τῆς οὐρανίου δόξης ἀξιωθῇς, ἧς ἕνεκεν πάντα ποιητέον ἡμῖν τοῖς πρὸς τὴν μακαρίαν ἐλπίδα τὴν ζωὴν ἡμῶν ἀπευθύνουσιν.