Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letter CCCXXVII.
Without address.
[Hortatory.]
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΠΑΡΑΚΛΗΣΕΙ
[1] Ὑπὲρ ὧν παρόντας ἡμᾶς ἐτίμησας καὶ ἀπόντας μεμνῆσθαι καταξιοῖς (ἦλθε γὰρ ὡς ἡμᾶς ἡ ἀκοὴ) παρὰ τοῦ ἀγαθοῦ Δεσπότου γένοιτό σοι ἀντίδοσις, καί σε ἴδοιμεν ἐν τῇ μεγάλῃ ἡμέρᾳ τῆς δικαιοκρισίας τοῦ Θεοῦ ἡμῶν ἐπὶ ἔργοις ἀγαθοῖς εὐδόκιμον, ἵνα, ὥσπερ τῆς ἐνταῦθα περιφανείας ἠξίωσαι, οὕτω καὶ παρὰ τῷ οὐρανίῳ Βασιλεῖ σεμνότητος ἀπολαύσῃς. Παρακαλοῦμεν οὖν προηγουμένως τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διαρκῆ παρασχέσθαι τὴν σπουδήν, ἔπειτα καὶ τὸ εἰς ἡμᾶς εὐμενὲς ἐπαυξῆσαι μνήμης τε πάσης καὶ προστασίας ἡμᾶς ἀξιοῦντα, σεμνῦναι δὲ ἡμᾶς καὶ γράμμασιν, ὥστε ἀπόδειξιν ἡμᾶς ἔχοντας ὅτι οὐ βαρύνῃ ἡμᾶς ἐπιστέλλοντας συνεχέστερόν σου τῇ μεγαλονοίᾳ καταθαρρήσειν.