Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters CCCLXI. and CCCLXIII., to Apollinarius, and Letters CCCLXII. and CCCLXIV., from Apollinarius to Basil, are condemned as indubitably spurious, not only on internal evidence, but also on the ground of Basil’s asseveration that he had never written but once to Apollinarius, and that “as layman to layman.”1560 Ep. ccxxiv. § 2. Ep. ccxxiv. § 2. Ep. ccxxiv. § 2. Ep. ccxxiv. § 2. Ep. ccxxiv. § 2. Letter CCCLXV., “to the great emperor Theodosius,” on an inundation in Cappadocia, is also condemned by the Ben. Ed. as spurious, and contains nothing of ecclesiastical or theological interest. Tillemont however (vol. v., p. 739) thought its style not unworthy of a young man and a rhetorician, and conjectures the Theodosius to whom it is addressed to be not the great emperor, but some magistrate of Cappadocia.
ΒΑΣΙΛΕΙῼ ΑΠΟΛΙΝΑΡΙΟΣ
[1] Τῷ δεσπότῃ μου τῷ ποθεινοτάτῳ ἀδελφῷ Βασιλείῳ Ἀπολινάριος ἐν Κυρίῳ χαίρειν. Ποῦ μὲν ἤμην αὐτός, δέσποτα, ποῦ δὲ ἡ ποθεινοτάτη φωνὴ καὶ γράμμα τὸ σύνηθες; Τί δὲ οὐ παρὼν ἀμύνεις ἢ καὶ ἀπὼν παρακελεύεις, πολέμου τοσούτου κατὰ τῆς εὐσεβείας ἐρρωγότος καὶ ἡμῶν οἷον ἐν μέσῃ παρατάξει βοώντων πρὸς τοὺς ἑταίρους διὰ τὴν ἐκ τῶν πολεμίων βίαν; Σὲ δὲ οὐδ' ὅπως ἂν ζητήσωμεν ἔχομεν, ἐπεὶ μηδὲ οὗ τυγχάνεις διατρίβων εὑρίσκομεν. Ἀλλ' ἐζήτησα μὲν ἐν τῇ Καππαδοκῶν, ἐπεὶ καὶ οὕτως ἤγγελλον οἱ ἐν Πόντῳ σοι περιτυχόντες ἐπηγγέλθαι σε θᾶττον ἐπανήξειν, οὐχ εὗρον δὲ ἔνθα ἤλπιζον. Νῦν δὲ ἔτι σε κατὰ τὴν αὐτὴν διάγοντα χώραν ἀκούσας εὐθὺς τῷ μηνυτῇ καὶ τὸ γράμμα ἐνεχείρισα. Ὅπερ δεξάμενος μὴ καὶ τοῦ ἀντιγράφειν ἀπόσχῃ ὡς καὶ τούτου συναποδημοῦντος. Ἴσθι δὲ ὡς ἐν τῷ μεταξὺ γέγονεν ἐπισκόπων ἐπιδημία τῶν ἀπ' Αἰγύπτου καὶ γράμματα διεδόθη σύμφωνα παλαιοῖς γράμμασιν τοῖς τε θείοις αὐτοῖς καὶ τοῖς καθ' ὁμοφωνίαν τῶν θείων ἐν Νικαίᾳ γραφεῖσιν. Ἀναγκαία δὲ ἦν ἡ μετ' ἐξηγήσεως τῶν αὐτῶν ἐπανάληψις, διὰ τὴν οὐχ ὑγιῆ τῶν κειμένων παρεξήγησιν ἣν εἰσῆγον οἱ πάλαι μὲν ἄντικρυς ἀντιλέγοντες, νῦν δὲ τὴν ἀντιλογίαν ἐξηγήσεως σχήματι μεθοδεύσαντες: ἔνθα ἦν ἡ τοῦ ὁμοουσίου κακοῦργος ἀναίρεσις ὡς οὐκ ὀφείλοντος νοεῖσθαι κατ' οὐδεμίαν ἄρνησιν Ἑλληνικήν: ἀντεισαγωγὴ δὲ τοῦ ὁμοουσίου τὸ ὅμοιον κατ' οὐσίαν, ὅπερ ἐπετηδεύθη χυδαίως ὀνομασθὲν καὶ κακοήθως νοηθέν, ἐπειδὴ ἡ ὁμοιότης τῶν ἐν οὐσίᾳ ἐστίν, οὐ τῶν οὐσιωδῶν, ἵνα δὴ οὕτως ὡμοιωμένη οὐσία νοῆται, οἷος ἂν εἴη καὶ ἀνδριὰς πρὸς Βασιλέα. Πρὸς ἅπερ ἀντεγράφη τὸ ὑπὸ τῶν εὐσεβεῖν εἰδότων καὶ βουλομένων, ὅτι οὐχ ὅμοιον Θεῷ, ἀλλὰ Θεὸν δηλοῖ τὸ ὁμοούσιον, ὡς ἂν γέννημα γνήσιον καὶ τῆς αὐτῆς οὐσίας τῷ γεγεννηκότι. Συνεισήγετο δὲ καὶ τὸ περὶ Πνεύματος ὡς ὑπὸ τῶν Πατέρων ἐν τῇ αὐτῇ πίστει τῷ Θεῷ καὶ τῷ Υἱῷ κειμένου, ὅτι ἐστὶν ἐν τῇ αὐτῇ θεότητι. Τὴν οὖν τῆς εὐσεβείας ταύτης πρεσβείαν τίνα εἰκὸς ἦν οὕτω μετεῖναι ὡς τὸν σπουδαιότατον ἅμα τῷ δεσπότῃ μου Γρηγορίῳ, ὃς οὐδ' αὐτὸς οὐδαμόθεν γράφει οὐδὲ σημαίνει καθάπαξ οὐδέν; Ἔρρωσο, δέσποτα ποθεινότατε.