Chapter XVIII.
And every one who imitates Him according to his ability, does by this very endeavour raise a statue according to the image of the Creator, for in the contemplation of God with a pure heart they become imitators of Him. And, in general, we see that all Christians strive to raise altars and statues as we have described them and these not of a lifeless and senseless kind and not to receive greedy spirits intent upon lifeless things, but to be filled with the Spirit of God who dwells in the images of virtue of which we have spoken, and takes His abode in the soul which is conformed to the image of the Creator. Thus the Spirit of Christ dwells in those who bear, so to say, a resemblance in form and feature to Himself. And the Word of God, wishing to set this clearly before us, represents God as promising to the righteous, “I will dwell in them, and walk among them; and I will be their God, and they shall be My people.”1800 2 Cor. vi. 16. And the Saviour says, “If any man hear My words, and do them, I and My Father will come to him, and make Our abode with him.”1801 John xiv. 23. Let any one, therefore, who chooses compare the altars which I have described with those spoken of by Celsus, and the images in the souls of those who worship the Most High God with the statues of Pheidias, Polycleitus, and such like, and he will clearly perceive, that while the latter are lifeless things, and subject to the ravages of time, the former abide in the immortal spirit as long as the reasonable soul wishes to preserve them.
Καὶ ἐν ἑκάστῳ δὲ τῶν κατὰ δύναμιν ἐκεῖνον καὶ ἐν τούτῳ μιμησαμένων ἐστὶν ἄγαλμα τὸ "κατ' εἰκόνα τοῦ κτίσαντος", ὅπερ κατασκευάζουσι τῷ ἐνορᾶν θεῷ καθαρᾷ καρδίᾳ, "μιμηταὶ" γενόμενοι "τοῦ θεοῦ". Καὶ ἁπαξαπλῶς πάντες Χριστιανοὶ ὁποίους εἴπομεν βωμοὺς καὶ ὁποῖα παρεστήσαμεν ἀγάλματα πειρῶνται ἱδρύεσθαι, οὐκ ἄψυχα καὶ ἀναίσθητα οὐδὲ δαιμόνων λίχνων ἐφεδρευόντων τοῖς ἀψύχοις δεκτικὰ ἀλλὰ πνεύματος θεοῦ, τοῖς εἰρημένοις ἀγάλμασι τῆς ἀρετῆς καὶ τῷ "κατ' εἰκόνα τοῦ κτίσαντος" ὡς οἰκείοις ἐπιδημοῦντος· οὕτω δὲ καὶ τὸ πνεῦμα τοῦ Χριστοῦ τοῖς, ἵν' οὕτως ὀνομάσω, συμμόρφοις ἐφιζάνει. Καὶ τοιαῦτά γε βουλόμενος παραστῆσαι ὁ τοῦ θεοῦ λόγος ἀνέγραψε τὸν μὲν θεὸν ἐν ἐπαγγελίᾳ τοῖς δικαίοις λέγοντα· "Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός", τὸν δὲ σωτῆρα· "Ἐάν τις ἀκούῃ μου τοὺς λόγους καὶ ποιῇ αὐτούς, ἐγὼ καὶ ὁ πατήρ μου ἐλευσόμεθα πρὸς αὐτὸν καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα." Συνεξεταζέτω οὖν ὁ βουλόμενος βωμούς, οὓς διηγησάμην, βωμοῖς οἷς Κέλσος λέγει, καὶ ἀγάλματα ἐν τῇ τῶν εὐσε βούντων εἰς τὸν τῶν ὅλων θεὸν ψυχῇ ἀγάλμασι Φειδίου καὶ Πολυκλείτου καὶ τῶν παραπλησίων· καὶ σαφῶς εἴσεται ἐκεῖνα μὲν καὶ ἄψυχα εἶναι καὶ χρόνῳ φθειρόμενα, ταῦτα δὲ ἐν τῇ ἀθανάτῳ μένειν ψυχῇ ἐς ὅσον μένειν ἐν αὑτῇ ἡ λογικὴ ψυχὴ βούλεται.