1
Eusebius Hist. Eccles. IV,
6 (20The siege of the Jews under Hadrian20):
And when the revolt of the Jews had again grown to a great and extensive scale, Rufus, governor of Judea, with a military force sent to him by the emperor, went out against them, using their madness unsparingly, destroying at once myriads of men, together with children and women, and enslaving their lands by the law of war. The leader of the Jews at that time was named Barchochebas, which means "star"; in other respects a man of a murderous and bandit-like character, but on account of his name, as if among slaves, he claimed, as a luminary come down to them from heaven, to shine upon them in their afflictions. When the war reached its height in the eighteenth year of Hadrian's reign, near the city of Biththera, which was a very strong fortress, not very far distant from Jerusalem, and when the siege from outside had become lengthy, and the revolutionaries were driven to the last extremity of destruction by famine and thirst, and the author of their madness had paid the just penalty, the entire nation has from that time been completely forbidden to set foot on the land around Jerusalem by a decree of law and the ordinances of Hadrian, who commanded that they should not even from a distance behold their ancestral soil, [as] 20Ariston of Pella20 relates. Thus, when the city came to be desolate of the Jewish nation and in complete destruction of its former inhabitants, it was settled with a foreign race, and the Roman city which was afterwards established changed its name, being called Aelia, in honor of the emperor Aelius Hadrianus.
1
Eusebius Hist. Eccles. IV,
6 (20Ἡ κατ' Ἀδριανὸν Ἰουδαίων πολιορκία20):
Καὶ δὴ τὰ τῆς Ἰουδαίων ἀποστασίας αὖθις εἰς μέγα καὶ πολὺ προελθούσης,
Ῥοῦφος ἐπάρχων τῆς Ἰουδαίας, στρατιωτικῆς αὐτῷ συμμαχίας ὑπὸ βασιλέως πεμφθείσης, ταῖς ἀπονοίαις αὐτῶν ἀφειδῶς χρώμενος ἐπεξῄει, μυριάδας ἀθρόως ἀνδρῶν ὁμοῦ καὶ παίδων καὶ γυναικῶν διαφθείρων, πολέμου δὲ νόμῳ τὰς χώρας αὐτῶν ἐξανδραποδιζόμενος. Ἐστρατήγει δὲ Ἰουδαίων τηνικαῦτα Βαρχωχεβᾶς ὄνομα, ὃ δὴ ἀστέρα δηλοῖ· τὰ μὲν ἄλλα φονικὸς καὶ λῃστρικός τις ἀνὴρ, ἐπὶ δὲ τῇ προσηγορίᾳ οἷα ἐπ' ἀνδραπόδων, ὡς δὴ ἐξ οὐρανοῦ φωστὴρ αὐτοῖς κατεληλυθὼς, κακουμένοις τε ἐπιλάμψαι τερατευόμενος. Ἀκμάσαντος δὲ τοῦ πολέμου ἔτους ὀκτωκαιδεκάτου τῆς ἡγεμονίας Ἀδριανοῦ κατὰ Βίθθηρα πόλιν, ἥτις ἦν ὀχυρωτάτη, τῶν Ἱεροσολύμων οὐ σφόδρα πόρρω διεστῶσα, τῆς τε ἔξωθεν πολιορκίας χρονίου γενομένης, λιμῷ τε καὶ δίψει τῶν νεωτεροποιῶν εἰς ἔσχατον ὀλέθρου περιελαθέντων, καὶ τοῦ τῆς ἀπονοίας αὐτοῖς αἰτίου τὴν ἀξίαν ἐκτίσαντος δίκην, τὸ πᾶν ἔθνος ἐξ ἐκείνου καὶ τῆς περὶ τὰ Ἱεροσόλυμα γῆς πάμπολυ ἐπιβαίνειν εἴργεται νόμου δόγματι καὶ διατάξεσιν Ἀδριανοῦ, ὡς ἂν μηδ' ἐξ ἀπόπτου θεωροῖεν τὸ πατρῷον ἔδαφος ἐγκελευσαμένου, [ὡς] 20Ἀρίστων ὁ Πελλαῖος20 ἱστορεῖ. Οὕτω δὴ τῆς πόλεως εἰς ἐρημίαν τοῦ Ἰουδαίων ἔθνους καὶ πολυτελῆ φθορὰν τῶν πάλαι οἰκητόρων ἐλθούσης, ἐξ ἀλλοφύλου τε γένους συνοικισθείσης, ἡ μετέπειτα συστᾶσα Ῥωμαϊκὴ πόλις τὴν ἐπωνυμίαν ἀμείψασα, εἰς τὴν τοῦ κρατοῦντος Αἰλίου Ἀδριανοῦ τιμὴν, Αἰλία προσαγορεύεται.