Αʹ: Ἥττημαι, καὶ τὴν ἧτταν ὁμολογῶ: ὑπετάγην τῷ Κυρίῳ, καὶ ἱκέτευσα αὐτόν: ὁ γάρ μοι μακαριώτατος Δαβὶδ ἀρχέτω τοῦ λόγου: μᾶλλον δὲ ὁ ἐν τῷ Δαβὶδ φθεγ
Βʹ. Καὶ ἵνα γε καθ' ὁδὸν ὁ λόγος ἡμῖν προΐῃ, περὶ τῆς δειλίας προτέρας οὔσης καὶ διαλέξομαι: οὐδὲ γὰρ ἀνέχομαι πλήττεσθαί τινας ἐν ἐμοὶ τῶν πάντα τηρο
Γʹ. Ἐγὼ γὰρ ἔπαθον τοῦτο, ὦ ἄνδρες, οὔτε ὡς ἀπαίδευτος καὶ ἀσύνετος, ἀλλὰ μᾶλλον, ἵνα καὶ μικρόν τι καυχήσωμαι, οὔτε ὡς ὑπερόπτης τῶν θείων νόμων καὶ
Δʹ. Οὔτε οὖν τοῖς ἄλλοις ἀναρχίαν καὶ ἀταξίαν λυσιτελεστέραν οἶδα τάξεως καὶ ἀρχῆς, οὔτε ἀνθρώποις: ἀλλὰ τούτοις καὶ πάντων οὐχ ἥκιστα, ὅσῳ καὶ περὶ μ
Εʹ. Ἀλλ' οὐδὲ ξένον τι καὶ ἀπὸ τρόπου τοῖς πολλοῖς τὰ θεῖα φιλοσοφοῦσιν ἐπὶ τὸ ἄρχειν ἀναβαίνειν ἀπὸ τοῦ ἄρχεσθαι, οὐδὲ ἔξω τῶν νενομισμένων τῆς φιλοσ
2ʹ. Τί οὖν ἐστιν ὃ πέπονθα καὶ τίς ὁ λόγος τῆς ἐμῆς ἀπειθείας Οὐδὲ γὰρ ἔδοξα τοῖς πολλοῖς ἐν ἐμαυτῷ τότε μένειν, οὐδ' εἶναι ὥσπερ ἐγινωσκόμην, ἀλλ'
Ζʹ. Οὐδὲν γὰρ ἐδόκει μοι τοιοῦτον οἷον μύσαντα τὰς αἰσθήσεις, ἔξω σαρκὸς καὶ κόσμου γενόμενον, εἰς ἑαυτὸν συστραφέντα, μηδενὸς τῶν ἀνθρωπίνων προσαπτό
Ηʹ. Πρὸς δὲ τούτοις πρᾶγμα ἔπαθον, ἐκλαλήσω γὰρ πρὸς ὑμᾶς πᾶν τὸ ἀπόῤῥητον, οὐκ οἶδ' εἴτε ἄγροικον εἴτε ἐλεύθερον, ἔπαθον δ' οὖν: ᾐσχύνθην ὑπὲρ τῶν ἄλ
Θʹ. Ὃ δὲ τελευταῖον καὶ μεῖζον τῶν εἰρημένων, εἶμι γὰρ ἐπ' αὐτὸν ἤδη τὸν κολοφῶνα τοῦ λόγου, καὶ οὐ ψεύσομαι: οὐδὲ γὰρ θέμις τοῖς περὶ τηλικούτων ποιο
Ιʹ. Ἀνθρώπῳ δὲ χαλεποῦ ὄντος τοῦ εἰδέναι ἄρχεσθαι, κινδυνεύει πολλῷ χαλεπώτερον εἶναι τὸ εἰδέναι ἄρχειν ἀνθρώπων, καὶ μάλιστα δὴ ἀρχὴν ταύτην τὴν ἡμετ
ΙΑʹ. Οὐ γὰρ οὕτως οὔτε δευσοποιοῦ βαφῆς μεταλαμβάνει ῥᾳδίως ὕφασμα, οὔτε δυσωδίας ἢ τοῦ ἐναντίου τὸ πλησιάσαν, οὔτε νοσερά τις οὕτως εὐκόλως ἀναχεῖται
ΙΒʹ. Τί τοῦτο λέγων: ὅπερ ὁ ἐμὸς λόγος: ὅτι δύσληπτον μὲν τὸ ἀγαθὸν τῇ ἀνθρωπίνῃ φύσει, ὥσπερ καὶ πῦρ ὕλῃ τῇ ὑγροτέρᾳ: ἕτοιμοι δὲ πρὸς τὴν τοῦ κακοῦ μ
ΙΓʹ. Πρῶτον μὲν δὴ τοῦτο, ὧν εἴπομεν, εὐλαβεῖσθαι ἄξιον, μὴ φαινώμεθα τῆς θαυμασίας ἀρετῆς κακοὶ ζωγράφοι, μᾶλλον δὲ ζωγράφων οὐ φαύλων ἴσως, τῶν δὲ π
ΙΔʹ. Δεύτερον δὲ, εἰ καί τις ἁγνὸν ἑαυτὸν ἀπὸ πάσης ἁμαρτίας τηρήσειεν, ἢ ὡς μάλιστα, οὐκ οἶδα μὲν, εἰ καὶ τοῦτο αὔταρκες τῷ μέλλοντι τοὺς ἄλλους παιδ
ΙΕʹ. Μηδὲ τὰ αὐτὰ πᾶσιν ἁρμόζειν οἴεσθαι, ὥσπερ οὐδὲ ἡλικίαι πᾶσιν αἱ αὐταὶ, οὐδὲ προσώπων χαρακτῆρες, οὐδὲ ζώων φύσεις, οὐδὲ γῆς ποιότητες, οὐδὲ κάλλ
Ι2ʹ. Ἀλλ' ἔστω τις μήτε κακὸς, καὶ ἀρετῆς ἥκων εἰς τὸ ἀκρότατον: οὐχ ὁρῶ, τίνα λαβὼν ἐπιστήμην, ἢ ποίᾳ δυνάμει πιστεύσας, ταύτην ἂν θαῤῥοίη τὴν προστα
ΙΖʹ. Τῇ δὲ περὶ ψυχὴν ἡ σπουδὴ, τὴν ἐκ Θεοῦ καὶ θείαν, καὶ τῆς ἄνωθεν εὐγενείας μετέχουσαν, καὶ πρὸς ἐκείνην ἐπειγομένην, εἰ καὶ τῷ χείρονι συνεδέθη:
ΙΗʹ. Χώρας, καὶ καιροὺς, καὶ ἡλικίας, καὶ ὥρας, καὶ τὰ τοιαῦτα ὁ ἰατρὸς ἐπισκέψεται: φαρμακεύσει τε καὶ διαιτήσει, καὶ τηρήσει τὰ βλαβερὰ, ὡς ἂν μὴ ἀν
ΙΘʹ. Σκοπῶ δὲ κἀκεῖνο, ὅτι ἐκείνων μὲν ἕκαστον ὧν ἀπηριθμησάμην ὡς τῷ θεραπευτῇ τηρουμένων ὅπως ἔχει φύσεως, οὕτω μένει καὶ οὐδὲν ἀντιτεχνᾶται παρ' ἑα
Κʹ. Ἢ γὰρ δουλοπρεπῶς τὴν ἁμαρτίαν ἐκλέψαμεν, ὥσπερ τι πάθος ὕπουλον καὶ κακόηθες ἐν τῷ βάθει τῆς ψυχῆς συγκαλύπτοντες, ὡς καὶ τὸν μέγαν λήσοντες ὀφθα
ΚΑʹ. Ταῦτά ἐστιν, οἷς ἐγὼ τὴν καθ' ἡμᾶς ἰατρικὴν τῆς περὶ τὰ σώματα ἐργωδεστέραν τίθεμαι μακρῷ, καὶ διὰ τοῦτο τιμιωτέραν: καὶ ὅτι ἐκείνῃ μὲν, ὀλίγα τῶ
ΚΒʹ. Τά γε μὴν ἀμφοτέρων τῶν θεραπειῶν τέλη, τοῦτο γὰρ ἡμῖν εἰς τὴν ἐξέτασιν ἔτι λείπεται, τῇ μὲν ὑγίειαν, ἢ εὐεξίαν σαρκὸς, ἢ οὖσαν φυλάξαι, ἢ ἀπελθο
ΚΓʹ. Τοῦτο ἡμῖν ὁ παιδαγωγὸς βούλεται νόμος: τοῦτο οἱ μέσοι Χριστοῦ καὶ νόμου προφῆται: τοῦτο ὁ τοῦ πνευματικοῦ νόμου τελειωτὴς καὶ τὸ τέλος Χριστός:
ΚΔʹ. Διὰ τοῦτο ἀντεισήχθη τῷ παλαιῷ τὸ νέον: καὶ διὰ πάθους ὁ παθὼν ἀνεκλήθη, καὶ ὑπὲρ ἑκάστου τῶν ἡμετέρων ἕκαστον τοῦ ὑπὲρ ἡμᾶς ἀντεδόθη: καὶ γέγονε
ΚΕʹ. Διὰ τοῦτο ἔθνη φρυασσόμενα, καὶ λαοὶ μελετῶντες κενά: διὰ τοῦτο ξύλον κατὰ τοῦ ξύλου, καὶ κατὰ τῆς χειρὸς χεῖρες, τῆς ἀκρατῶς ἐκταθείσης αἱ γεννα
Κ#2ʹ. Ταύτης ἡμεῖς τῆς θεραπείας ὑπηρέται καὶ συνεργοὶ, ὅσοι τῶν ἄλλων προκαθεζόμεθα: οἷς μέγα μὲν τὸ τὰ ἴδια πάθη καὶ ἀῤῥωστήματα καὶ γινώσκειν καὶ θ
ΚΖʹ. Εἶτα οἱ μὲν τῶν σωμάτων θεραπευταὶ πόνους τε καὶ ἀγρυπνίας καὶ φροντίδας, ἃς ἴσμεν, ἕξουσι: καὶ τὸ ἐπ' ἀλλοτρίαις συμφοραῖς ἰδίας καρποῦσθαι λύπα
ΚΗʹ. Ἡμῖν δὲ, οἷς τὸ κινδυνευόμενόν ἐστι σωτηρία ψυχῆς, τῆς μακαρίας τε καὶ ἀθανάτου, καὶ ἀθάνατα κολασθησομένης, ἢ ἐπαινεθησομένης, διὰ κακίαν ἢ ἀρετ
ΚΘʹ. Κἂν ἔτι ἀκριβῶς ἐξετάσῃς, ὅσον τὸ μέσον τῶν ἐν συζυγίαις πρὸς τοὺς ἀγάμους, κἂν τούτοις πάλιν τῶν τῆς ἐρημίας πρὸς τοὺς κοινωνικοὺς καὶ μιγάδας:
Λʹ. Ἀλλ' ὥσπερ τοῖς σώμασιν οὐ τὴν αὐτὴν φαρμακείαν τε καὶ τροφὴν προσφέρονται, ἄλλοι δὲ ἄλλην, ἢ εὐεκτοῦντες ἢ κάμνοντες, οὕτω καὶ τὰς ψυχὰς διαφόρῳ
ΛΑʹ. Τοὺς μὲν ἔπαινος ὤνησε, τοὺς δὲ ψόγος, ἀμφότερα μετὰ τοῦ καιροῦ: ἢ τοὐναντίον ἔβλαψεν ἔξω τοῦ καιροῦ καὶ τοῦ λόγου. Τοὺς μὲν παράκλησις κατορθοῖ,
ΛΒʹ. Τῶν μὲν πάντα τηρεῖν ἐπιμελῶς ἀναγκαῖον μέχρι καὶ τῶν μικροτάτων, ὅσους τὸ οἴεσθαι λανθάνειν (ἐπειδὴ τοῦτο τεχνάζουσιν) ὡς σοφωτέρους ἐφύσησε: τῶ
ΛΓʹ. Οὐ γὰρ ὥσπερ ἐπὶ τῆς ἀρετῆς ἔχει καὶ τῆς κακίας, τὴν μὲν καλλίστην εἶναι καὶ ὠφελιμωτάτην ἀεὶ καὶ πᾶσι, τὴν δὲ χειρίστην τε καὶ βλαβερωτάτην: οὕτ
ΛΔʹ. Καθόλου δὲ ἡμῖν ἐκεῖνο γνώριμον, ὅτι, καθάπερ τοῖς ἐπὶ κάλου μετεώρου καὶ ὑψηλοῦ βαίνουσι τῇδε ἢ τῇδε ἀποκλῖναι οὐκ ἀσφαλὲς, οὐδὲ εἰς μικρὸν φέρο
ΛΕʹ. Αὐτὴν δὲ τὴν τοῦ λόγου διανομὴν, ἵνα τελευταῖον εἴπω τὸ πρῶτον τῶν ἡμετέρων, τοῦ θείου λέγω καὶ ὑψηλοῦ, καὶ ὃν νῦν πάντες φιλοσοφοῦσιν, εἰ μέν τι
Λ#2ʹ. Ἔτι τε ὅσα περὶ τῆς πρώτης ἡμῶν συστάσεως, καὶ τῆς τελευταίας ἀναπλάσεως, τύπων τε καὶ ἀληθείας, καὶ διαθηκῶν, καὶ Χριστοῦ παρουσίας πρώτης τε κ
ΛΖʹ. Τριῶν γὰρ ὄντων τῶν νῦν περὶ τὴν θεολογίαν ἀῤῥωστημάτων, ἀθεΐας, καὶ Ἰουδαϊσμοῦ, καὶ πολυθεΐας, ὧν τῆς μὲν Σαβέλλιος προστάτης ὁ Λίβυς ἐγένετο, τ
ΛΗʹ. Δέον μήτε οὕτως εἶναί τινας φιλοπάτορας, ὡς καὶ τὸ εἶναι Πατέρα περιαιρεῖν: τίνος γὰρ ἂν καὶ εἴη Πατὴρ, τοῦ Υἱοῦ τὴν φύσιν κεχωρισμένου καὶ ἀπεξε
ΛΘʹ. Ταῦτ' οὖν μακροτέρου μὲν ἢ κατὰ τὸν παρόντα καιρὸν, οἶμαι δὲ καὶ βίον, τοῦ λόγου καὶ νοῆσαι καὶ παραστῆσαι ἱκανῶς τε καὶ ὅσον ἄξιον: μᾶλλον δὲ κα
Μʹ. Ὡς γὰρ περὶ Θεοῦ καὶ τοῦ μεγίστου τῶν ὄντων ἔχοντες τὸν ἀγῶνα, καὶ τῆς σωτηρίας αὐτῆς, καὶ τῆς πρώτης πᾶσιν ἐλπίδος, ὅσῳ τὴν πίστιν εἰσὶ θερμότερο
ΜΑʹ. Τί δ' ἂν εἴποι τις περὶ τῶν διὰ κενοδοξίαν ἢ φιλαρχίαν, ἀδικίαν εἰς τὸ ὕψος λαλούντων, Ἰαννοῦ τινος ἢ Ἰαμβροῦ μεγαληγορίας, οὐ κατὰ Μωϋσέως, τῆς
ΜΒʹ. Ἢ ὅσοι μηδεμίαν μὲν οἴκοθεν ὑπόληψιν φέροντες, μηδέ τινα τύπον τῶν περὶ Θεοῦ λόγων ἢ χείρονα ἢ βελτίονα, πᾶσι δὲ ὑποτιθέντες ἑαυτοὺς λόγοις καὶ δ
ΜΓʹ. Καὶ διὰ τοῦτο ῥᾷον ἄρτι καινοτομεῖν ἀλήθειαν ψυχῇ, ὥσπερ κηρὸν οὔπω κεχαραγμένον, ἢ γράφειν κατὰ γραμμάτων, πονηρῶν λέγω διδαγμάτων τε καὶ δογμάτ
ΜΔʹ. Ὥσπερ οὖν εἴ τις θηρίον ἐκ πολλῶν θηρίων συγκείμενον πολυειδὲς καὶ πολύμορφον, μειζόνων τε καὶ μικροτέρων, ἡμερωτέρων τε καὶ ἀγριωτέρων, ἄγειν ἐπ
ΜΕʹ. Οἱ μὲν γὰρ δέονται γάλακτι τρέφεσθαι, τοῖς ἁπλουστέροις καὶ στοιχειωδεστέροις τῶν διδαγμάτων, ὅσοι τὴν ἕξιν νήπιοι καὶ ἀρτιπαγεῖς, ὡς ἂν εἴποι τι
Μ#2ʹ. Καὶ πρὸς ταῦτα τίς ἱκανός Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύειν δυνάμενοι τὸν λόγον τῆς ἀληθείας, καὶ ἀναμιγνύναι τὸν οἶνον ὕδατι: τὸν εὐφραίνον
ΜΖʹ. Ἀλλ' εἰδότες ἑτέροις βέλτιον εἶναι τὰς ἑαυτῶν ἡνίας ἐνδιδόναι τεχνικωτέροις, ἢ ἄλλων ἡνιόχους εἶναι ἀνεπιστήμονας, καὶ ἀκοὴν ὑποτιθέναι μᾶλλον εὐ
ΜΗʹ. Ἑβραίων μὲν οὖν οἱ σοφώτεροι λέγουσιν, ὡς ἄρα ἦν τις πάλαι νόμος Ἑβραίοις, ἐν τοῖς μάλιστα εὖ ἔχων καὶ ἐπαινούμενος, μὴ πᾶσαν ἡλικίαν πάσῃ Γραφῇ
ΜΘʹ. Ἡμῖν δὲ οὐδεὶς ὅρος τοῦ παιδεύειν καὶ τοῦ παιδεύεσθαι, ὥσπερ οἱ λίθοι πάλαι ταῖς ὑπὲρ τὸν Ἰορδάνην καὶ ταῖς ἐντὸς Ἰορδάνου φυλαῖς: οὐδὲ τισὶ μὲν
Νʹ. Ἂν δέ τινι αὐτῶν λέγωμεν οὑτωσὶ πράως καὶ λογικῶς προβιβάζοντες: Εἰπέ μοι, ὦ θαυμάσιε, καλεῖς τι τὸ ὀρχεῖσθαι, τό τε αὐλεῖν Πάνυ γε εἴποιεν ἄν. Τ
ΝΑʹ. Τοῦτο δακρύων μὲν καὶ στεναγμῶν, εἴπερ τι ἄλλο, τὸ πάθος ἄξιον: ὃ καὶ πολλάκις ἐγὼ κατηλέησα, εὖ εἰδὼς, ὅτι τὸ οἴεσθαι τοῦ εἶναι τὸ πλεῖστον ἀφαι
ΝΒʹ. Ἀλλ' ἐπειδή γε Παύλου καὶ τῶν κατ' ἐκεῖνον ἐμνήσθημεν, ἀφέντες, εἰ δοκεῖ, τοὺς ἄλλους ἅπαντας, ὅσοι κατὰ νομοθεσίαν, ἢ προφητείαν, ἢ στρατηγίαν,
ΝΓʹ. Ἐῶ λέγειν τοὺς πόνους, τὰς ἀγρυπνίας, τοὺς φόβους, τὰς ἐν λιμῷ καὶ δίψει κακοπαθείας, τὰς ἐν ψύχει καὶ ἐν γυμνότητι, τοὺς ἔξωθεν ἐπιβουλεύοντας,
ΝΔʹ. Τὸ δὲ τῆς διδασκαλίας φιλόπονον τὸ δὲ ποικίλον τῆς θεραπείας ἡ φιλανθρωπία δέ τὸ δὲ αὐστηρὸν πάλιν ἡ δὲ ἐξ ἀμφοτέρων μίξις καὶ κρᾶσις ὡς μήτ
ΝΕʹ. Ἐγκαυχᾶται ταῖς ἀσθενείαις καὶ ταῖς θλίψεσιν: ὡς ἄλλῳ τινὶ κόσμῳ, τῇ Ἰησοῦ νεκρώσει ἐγκαλλωπίζεται: ὑψηλός ἐστι τὰ σαρκικὰ, καὶ τοῖς πνευματικοῖς
Ν#2ʹ. Καὶ τί λέγω καθ' ἕκαστον ζῶν γὰρ οὐχ ἑαυτῷ, Χριστῷ δὲ καὶ τῷ κηρύγματι, καὶ κόσμον ἑαυτῷ σταυρώσας, καὶ σταυρωθεὶς κόσμῳ καὶ τοῖς ὁρωμένοις, πά
ΝΖʹ. Ἄρ' οὖν τὸ μὲν ἔργον τοσοῦτον, καὶ οὕτως ἐπίπονον τῇ αἰσθητικῇ καρδίᾳ καὶ λυπηρᾷ, καὶ ὄντως σὴς ὀστέων τῷ γε νοῦν ἔχοντι. Μικρὸς δὲ ὁ κίνδυνος, ἢ
ΝΗʹ. Ἔνθεν δὲ ὁ θεῖος Μιχαίας οὐ φέρων οἰκοδομουμένην Σιὼν ἐν αἵμασιν, ὁποτέροις βούλει, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις, τῶν ἡγουμένων αὐτῆς μετὰ δώρων κρ
ΝΘʹ. Ἰωὴλ δὲ ἡμῖν καὶ θρῆνον διακελεύεται, καὶ κόπτεσθαι βούλεται τοὺς λειτουργοῦντας τῷ θυσιαστηρίῳ, λιμοῦ πιέζοντος: τοσοῦτον ἀπέχει τρυφᾷν ἐπιτρέπε
Ξʹ. Τί δαὶ ὁ Ἀμβακούμ Οὗτος μὲν καὶ θερμοτέρων ἅπτεται λόγων, καὶ πρὸς αὐτὸν ἀποδυσπετεῖ τὸν Θεὸν, καὶ οἷον καταβοᾷ τοῦ χρηστοῦ δεσπότου διὰ τὴν τῶν
ΞΑʹ. Μαλαχίαν δὲ πῶς παριδεῖν ἄξιον νῦν μὲν ἐγκαλοῦντα πικρῶς τοῖς ἱερεῦσι, καὶ ὀνειδίζοντα ὡς τὸ ὄνομα Κυρίου φαυλίζουσι: καὶ προστιθέντα ἐν τίσιν,
ΞΒʹ. Ζαχαρίου μὲν γὰρ ὅτ' ἂν μνησθῶ, φρίσσω τὸ δρέπανον, ὁμοίως καὶ ἃ κατὰ τῶν ἱερέων μαρτύρεται οὗτος: ἃ μὲν περὶ Ἰησοῦ τοῦ πάνυ, ἱερέως τοῦ μεγάλου,
ΞΓʹ. Ἃ δὲ τῶν λοιπῶν κατηγορεῖ ποιμένων ἐπιμελῶς καὶ καθάπτεται, τίς οὕτω τολμηρὸς καὶ τὴν ψυχὴν ἀδαμάντινος, ὥστε μὴ τρέμειν ἀκούων, καὶ αὐτὸς ἑαυτοῦ
ΞΔʹ. Ἵνα δὲ τοὺς ἐν τῷ Δανιὴλ παραδράμωμεν πρεσβυτέρους: καὶ γὰρ παραδράμοιμεν, καὶ τὸ τῷ δεσπότῃ περὶ αὐτῶν καλῶς εἰρημένον καὶ προηγορευμένον, ὅτι ἐ
ΞΕʹ. Πῶς δὲ τὴν ἄλλην καταδρομὴν, ἣν ποιεῖται κατὰ τῶν ποιμαινόντων, νῦν μὲν ἐν τούτοις τοῖς ῥήμασιν: Οὐαὶ ἐπὶ οὐαὶ ἔσται, καὶ ἀγγελία ἐπὶ ἀγγελίαν, κ
Ξ#2ʹ. Καὶ σιωπῶ λέγειν ὅσα περὶ τῶν βοσκόντων ἑαυτοὺς διαλέγεται, τὸ γάλα κατεσθιόντων, καὶ τὰ ἔρια περιβαλλομένων, καὶ τὸ παχὺ σφαζόντων, ἀλλὰ μὴ ποι
ΞΖʹ. Ἀλλ' ἵνα μὴ, τὰ πάντων καὶ πάντας ἀπαριθμούμενος τοὺς προφήτας, μακρὸν ἀποτείνω λόγον, ἑνὸς ἐπιμνησθεὶς ἔτι τοῦ πρὸ τῆς πλάσεως ἐγνωσμένου, καὶ ἐ
ΞΗʹ. Λέγει μὲν αὐτῷ διελεγχόμενος πρὸς τοὺς ἱερεῖς ὁ Θεός: Οἱ ἱερεῖς οὐκ εἶπαν, ποῦ ἐστι Κύριος καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου μου οὐκ ἠπίσταντό με, κα
ΞΘʹ. Καὶ τί μοι τὰ παλαιὰ λέγειν Τίς δὲ, τοῖς Παύλου κανόσι καὶ ὅροις ἑαυτὸν παρεκτείνων, οὓς περὶ ἐπισκόπων καὶ πρεσβυτέρων ἔταξε, νηφαλίους, σώφρον
Οʹ. Ἐμὲ δὲ φοβοῦσι καὶ ὀνειδιζόμενοι Φαρισαῖοι καὶ γραμματεῖς ἐλεγχόμενοι: ὧν αἰσχρὸν, εἰ πολὺ περιεῖναι δέον τὴν ἀρετὴν, ὡς διατετάγμεθα, εἴ τι δεοίμ
ΟΑʹ. Τούτοις ἐγὼ σύνειμι καὶ νύκτωρ καὶ μεθ' ἡμέραν τοῖς λογισμοῖς: ταῦτά μοι τὸν μυελὸν ἐκτήκει, καὶ δαπανᾷ τὰς σάρκας, καὶ οὐκ ἐᾷ θρασὺν εἶναι καὶ ἄ
ΟΒʹ. Πότε οὖν ἔσται ταῦτα, φασὶν οἱ ταχεῖς τὰ πάντα, καὶ οὐκ ἀσφαλεῖς, οἱ ῥᾳδίως οἰκοδομοῦντες, καὶ καταλύοντες Καὶ πηνίκα ὁ λύχνος ἐπὶ τὴν λυχνίαν
ΟΓʹ. Τὸ δὲ ταχὺ τοῦτο καὶ σφαλερὸν, καὶ λίαν κατεσπουδασμένον, μὴ τῶν σπερμάτων ἐκείνοις ἐοικὸς ᾖ, ἃ κατὰ τῶν πετρῶν πεσόντα, καὶ διὰ τὸ μὴ ἔχειν βάθο
ΟΔʹ. Οἶδα τίνος ἐσμὲν λειτουργοὶ, καὶ ποῦ κείμενοι, καὶ ποῦ πέμποντες: οἶδα τοῦ Θεοῦ τὸ ὕψος, καὶ τὴν ἀνθρωπίνην ἀσθένειαν, καὶ τὴν δύναμιν πάλιν: Οὐρ
ΟΕʹ. Τίς ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ, καὶ τῇ σοφίᾳ κατασκευάσας ἄνθρωπον, καὶ εἰς ἓν ἀγαγὼν τὰ διεστῶτα, καὶ μίξας τὸν χοῦν τῷ πνεύματι, καὶ συνθεὶς ζῶ
Ο#2ʹ. Τοῦτό με ἵστη κάτω, καὶ ταπεινὸν ἐποίει, καὶ εἶναι βέλτιον ἔπειθεν ἀκούειν φωνὴν αἰνέσεως, ἢ ἐξηγητὴν εἶναι τῶν ὑπὲρ δύναμιν: ἡ μεγαλειότης, καὶ
ΟΖʹ. Τοσοῦτον μὲν δὴ καὶ τοιοῦτον ἡμῖν τὸ ποθούμενον καὶ σπουδαζόμενον: τοιοῦτον δὲ εἶναι χρὴ τὸν νυμφαγωγὸν τῶν ψυχῶν καὶ προμνήστορα. Ἔμοιγε μὴν δέο
ΟΗʹ. Τοῦτο δὲ φιλοσοφῆσαι κρεῖττον ἢ καθ' ἡμᾶς, δέξασθαι ψυχῶν ἡγεμονίαν καὶ προστασίαν, καὶ μήπω μηδὲ ποιμαίνεσθαι καλῶς μαθόντας ἡμᾶς, μηδὲ καθαρθέν
ΟΘʹ. Καὶ εἴθε κενόν: νυνὶ δὲ τρέποιτο εἰς κεφαλὰς ἀθέων ἡ βλασφημία. Φόβος δὲ ἅπας ἐξώρισται τῶν ψυχῶν: ἀντεισῆκται δὲ ἀναίδεια: τοῦ βουλομένου δὲ ἡ γ
Πʹ. Τηροῦμεν δὲ τὰς ἀλλήλων ἁμαρτίας, οὐχ ἵνα θρηνήσωμεν, ἀλλ' ἵνα ὀνειδίσωμεν: οὐδ' ἵνα θεραπεύσωμεν, ἀλλ' ἵνα προσπλήξωμεν, καὶ ἀπολογίαν ἔχωμεν τῶν
ΠΑʹ. Γέγονε δὲ πάντα ὡς τὸ ἀπαρχῆς, ὅτε οὔπω κόσμος ἦν, οὐδὲ ἡ νῦν εὐταξία καὶ μόρφωσις: ἀλλὰ συγκεχυμένον τὸ πᾶν καὶ ἀνώμαλον ἐδεῖτο τῆς εἰδοποιοῦ χε
ΠΒʹ. Καὶ οὐχ ὁ λαὸς μὲν οὕτως, ὁ δὲ ἱερεὺς ἑτέρως: ἀλλά μοι νῦν ἐκεῖνο πληροῦσθαι δοκεῖ καθαρῶς, τὸ, Γέγονεν ὁ ἱερεὺς καθὼς ὁ λαὸς, ἐν κατάρᾳ πάλαι λε
ΠΓʹ. Νῦν δέ εἰσί τινες οἱ καὶ περὶ μικρῶν πολεμοῦντες, καὶ εἰς οὐδὲν ὅφελος, καὶ κοινωνοὺς, ὅσους ἂν δύνωνται, τοῦ κακοῦ προσλαμβάνοντες, λίαν ἀμαθῶς
ΠΔʹ. Τεκταίνουσι δὲ ἐπὶ τῶν νώτων ἡμῶν οἱ ἁμαρτωλοί: καὶ ἃ κατ' ἀλλήλων ἐπινοοῦμεν, κατὰ πάντων ἔχουσι: καὶ γενόναμεν θέατρον καινὸν, οὐκ ἀγγέλοις καὶ
ΠΕʹ. Ταῦτα ἡμῖν ὁ πρὸς ἀλλήλους πόλεμος: ταῦτα οἱ λίαν ὑπὲρ τοῦ ἀγαθοῦ καὶ πράου μαχόμενοι: ταῦτα οἱ πλέον ἀγαπῶντες τὸν Θεὸν ἢ ὅσον συμφέρει: καὶ παλ
Π#2ʹ. Καὶ οἱ μὲν δαίμονες φρίττουσιν εἰς ἔτι καὶ νῦν Χριστοῦ καλουμένου, καὶ οὐδὲ ὑπὸ τῆς κακίας ἡμῶν ἐξίτηλος γέγονεν ἡ τοῦ ὀνόματος τούτου δύναμις:
ΠΖʹ. Καὶ τὸν μὲν ἔξωθεν οὐ δέδοικα πόλεμον, οὐδὲ τὸν νῦν ἐπαναστάντα θῆρα ταῖς ἐκκλησίαις, καὶ τοῦ πονηροῦ τὸ πλήρωμα, κἂν πῦρ ἀπειλῇ, κἂν ξίφη, κἂν θ
ΠΗʹ. Πρὸς δὲ τὸν ἐμὸν πόλεμον οὐκ ἔχω τίς γένωμαι, τίνα συμμαχίαν ἐξεύρω, τίνα λόγον σοφίας, τί χάρισμα, ποίᾳ πανοπλίᾳ πρὸς τὰς τοῦ πονηροῦ μεθοδείας
ΠΘʹ. Τίς βοήσεται, Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, τοῦ κατάρξαι αὐτῶν ἔθνη Τίς περὶ ἡμῶν προσεύξεται Νῶε, κα
Ϟʹ. Ἐγὼ μὲν γὰρ ἀσθενέστερος εἶναι τοῦ πολέμου τούτου ὁμολογῶ, καὶ διὰ τοῦτο ἔδωκα τὰ νῶτα, καλύψας τὸ πρόσωπον ἐν τροπῇ, καὶ καταμόνας καθεσθῆναι, ὅτ
ϞΑʹ. Καὶ οὔπω λέγω τὸν ἔνδον καὶ ἐν ἡμῖν αὐτοῖς, τὸν ἐν τοῖς πάθεσι πόλεμον, ὃν πολεμούμεθα νυκτὸς καὶ ἡμέρας ὑπὸ τοῦ τῆς ταπεινώσεως σώματος, τὰ μὲν
ϞΒʹ. Καὶ ὅθεν εἰς τοῦτο ὑπήχθην τὸ δέος ἵνα μή με τοῦ δέοντος δειλότερον ὑπολαμβάνητε, ἀλλὰ καὶ σφόδρα ἐπαινῆτε τῆς προμηθείας. Ἀκούω μὲν αὐτοῦ Μωσέω
ϞΓʹ. Ἀκούω δὲ Ναδὰβ καὶ Ἀβιοὺδ, ὅτι, ξένῳ πυρὶ θυμιάσαντες μόνον, ξένῳ καὶ ἀνηλώθησαν κολασθέντες δι' ὧν ἠσέβησαν, καὶ τὸν αὐτὸν εὑρόντες τῆς ἀπωλείας
ϞΔʹ. Οἶδα δ' ἔγωγε μηδὲ τοὺς ἐν τοῖς σώμασι μώμους τῶν ἱερέων, ἢ τῶν θυμάτων ἀνεξετάστους μένοντας, ἀλλὰ τελείους τέλεια προσάγειν νενομισμένον, σύμβο
ϞΕʹ. Ταῦτα οὖν εἰδὼς ἐγὼ, καὶ ὅτι μηδεὶς ἄξιος τοῦ μεγάλου καὶ Θεοῦ, καὶ θύματος, καὶ ἀρχιερέως, ὅστις μὴ πρότερον ἑαυτὸν παρέστησε τῷ Θεῷ θυσίαν ζῶσα
Ϟ#2ʹ. Τίς μήπω τοῖς ἁγνοῖς καὶ πεπυρωμένοις τοῦ Θεοῦ λογίοις καεὶς τὴν καρδίαν ἐν τῷ διανοιγῆναι αὐτῷ τὰς Γραφάς: μηδὲ ἀπογραψάμενος αὐτὰ τρισσῶς ἐπὶ
ϞΖʹ. Τίς μήπω θεωρήσας, ὡς θεωρεῖν ἄξιον, τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκεψάμενος τὸν ναὸν αὐτοῦ, μᾶλλον δὲ ναὸς γενόμενος Θεοῦ ζῶντος καὶ ζῶν κατοικ
ϞΗʹ. Τίς μήπω διὰ πασῶν ὁδεύσας τῶν τοῦ Χριστοῦ προσηγοριῶν καὶ δυνάμεων, καὶ ἔργῳ καὶ θεωρίᾳ, τῶν τε ὑψηλοτέρων καὶ πρώτων, καὶ τῶν δι' ἡμᾶς ταπεινοτ
ϞΘʹ. Τίς, μήπω σχολάσας, μηδὲ μαθὼν λαλεῖν Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἔτι νήπιος ὢν, ἔτι τρεφόμενος γάλακτι, ἔτι τῶν οὐκ ἀριθμουμένων
Ρʹ. Ἄλλος μὲν οὖν πλείτω κατ' ἐμπορίαν, ἔλεγον, καὶ τὰ μακρὰ διαπεραιούσθω πελάγη, καὶ συμφερέσθω τοῖς ἀνέμοις ἀεὶ καὶ τοῖς κύμασι μεγάλα καὶ κερδήσων
ΡΑʹ. Ὑψηλῷ μὲν γὰρ ζημία τὸ μὴ ἐγχειρεῖν μείζοσι, μηδὲ εἰς πλείους διατείνειν τὴν ἀρετὴν, ἀλλ' ἐπὶ μικρῶν ἵστασθαι, οἷον μεγάλῳ φωτὶ μικρὸν οἶκον αὐγά
ΡΒʹ. Ἔχετε τὴν ἀπολογίαν τὴν ὑπὲρ τῆς φυγῆς, καὶ ἴσως οὐ μετρίαν. Ἃ μὲν οὖν με ἀφ' ὑμῶν ἀπήγαγεν, ὦ φίλοι καὶ ἀδελφοὶ, λυπηρῶς μὲν ἐμοὶ καὶ ὑμῖν ἴσως,
ΡΓʹ. Δεύτερον δὲ ἡ ἐμὴ φροντὶς, τὸ ἐμὸν ἔργον, ἡ τῶν ἱερῶν γονέων πολιὰ καὶ ἀσθένεια, ἐπ' ἐποὶ πλέον ἢ τῷ χρόνῳ καμνόντων, Ἀβραὰμ τοῦδε τοῦ πατριάρχου
ΡΔʹ. Τρίτον δὲ ὃ καὶ μέγιστον, καὶ δὴ τοῦτο εἰπὼν ἔτι, τὰ λοιπὰ σιωπήσομαι. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, καὶ πρός τινα τῶν παλαιῶν ἱστοριῶν ἀναδραμὼν, ἐκε
ΡΕʹ. Ἡμεῖς δὲ, οἱ καὶ μέχρι τῆς τυχούσης κεραίας καὶ γραμμῆς τοῦ πνεύματος τὴν ἀκρίβειαν ἕλκοντες, οὔποτε δεξόμεθα, οὐ γὰρ ὅσιον, οὐδὲ τὰς ἐλαχίστας π
Ρ#2ʹ. Τίς οὖν ἡ ἱστορία καὶ πόθεν ἡ συμβουλή οὐδὲ γὰρ χεῖρον ἴσως ἀσφαλείας ἕνεκεν τῶν πολλῶν διελθεῖν. Ἔφευγε καὶ Ἰωνᾶς ἀπὸ προσώπου τοῦ Θεοῦ, μᾶλλο
ΡΖʹ. Ὡς δὲ ἐγώ τινος ἤκουσα σοφοῦ περὶ ταῦτα ἀνδρὸς, οὐκ ἀτόπως βοηθοῦντος τῷ φαινομένῳ τῆς ἱστορίας ἀτόπῳ, καὶ ἱκανοῦ καταλαβεῖν ἀνδρὸς προφήτου βαθύ
ΡΗʹ. Ἀλλ' ᾔδει μὲν τοῦτο παντὸς μᾶλλον ὁ Ἰωνᾶς, φησὶν ὁ τὸν λόγον εἰπὼν, καὶ ἐγὼ πείθομαι, εἰς ὅ τι ἔφερε τοῖς Νινευΐταις τὸ κήρυγμα, καὶ ὅτι, τὸν δρα
ΡΘʹ. Οὐ τοίνυν ἠγνόει τοῦ Θεοῦ τὴν κραταιὰν χεῖρα ὁ τοῖς ἄλλοις ταύτην ἀπειλῶν Ἰωνᾶς, οὐδὲ ὡς φευξόμενος εἰς ἅπαν διενοεῖτο τὸ θεῖον, μὴ τοῦτο πιστεύσ
ΡΙʹ. Νῦν δὲ ὅ μοι λέγειν ὁ λόγος ὡρμήθη, σκοπεῖν ἔπεισί μοι καὶ ὑπολαμβάνειν, ὅτι ἐκείνῳ μὲν τάχα τι καὶ συγγνώμης ἦν, δι' ἣν εἶπον αἰτίαν ὀκνοῦντι τὴ
ΡΙΑʹ. Εἰ γὰρ, ὃ μόνον ἐν τούτοις ἰσχυρόν ἐστιν εἰπεῖν τοῦτο δοίη τις, ὅτι πολλῷ κατωτέρω κείμεθα τοῦ ἱερατεύειν Θεῷ, καὶ ὅτι τῆς Ἐκκλησίας ἄξιον εἶναι
ΡΙΒʹ. Διὰ τοῦτο ἔκαμνον ἐγὼ τοῖς λογισμοῖς τὸ δέον ἀνερευνώμενος, καὶ μέσος δύο φόβων ἱστάμενος, τοῦ τε κατασπῶντος καὶ τοῦ ἀνάγοντος. Καὶ ἐπὶ πλεῖστο
ΡΙΓʹ. Καὶ, ἔτι διελέσθαι σαφέστερον τῷ μὲν φόβῳ τῆς προστασίας, τάχα ἂν βοηθήσειε καὶ ὁ νόμος τῆς εὐπειθείας, τοῦ Θεοῦ τὴν πίστιν ἀμειβομένου διὰ τῆς
ΡΙΔʹ. Ἀλλὰ γὰρ πάλιν ἐπὶ τὴν ἱστορίαν φέρομαι, καὶ τῶν παλαιῶν τοὺς εὐδοκιμωτάτους ἀνασκοπῶν, εὑρίσκω ὅσους πώποτε εἰς ἐπιστασίαν ἢ προφητείαν ἢ χάρις
ΡΙΕʹ. Τούτοις ἐμαυτὸν ἐγὼ κατεπᾴδω τοῖς λογισμοῖς, καί μοι κατὰ μικρὸν εἴκει τε καὶ μαλάσσεται, ὥσπερ σίδηρος, ἡ ψυχή: καὶ συνεργὸν λαμβάνω τῶν λογισμ
ΡΙ2ʹ. Τί δεῖ μακροτέρων ἡμῖν τῶν λόγων Ἔχετε ἡμᾶς, ὦ ποιμένες καὶ συμποιμένες: ἔχετε, ὦ ποίμνιον ἱερὸν καὶ Χριστοῦ τοῦ ἀρχιποιμένος ἄξιον: ἔχεις, ὦ π
ΡΙΖʹ. Ἡ μὲν δὴ πρεσβεία τοσαύτη, καὶ οὕτως εὔλογος: ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ ἀποδοὺς ἡμᾶς ἀλλήλοις, ὁ καθίζων βασιλεῖς ἐπὶ