ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΠΙΣΤΟΛΗ ΕΙΣ ΤΟΝ ΒΙΟΝ ΤΗΣ ΟΣΙΑΣ ΜΑΚΡΙΝΗΣ Τὸ μὲν εἶδος τοῦ βιβλίου ὅσον ἐν τῷ τῆς προγραφῆς τύπῳ ἐπιστολὴ εἶναι δοκεῖ, τὸ δὲ

 Μακρίνα ἦν ὄνομα τῇ παρθένῳ, εὐδόκιμος δέ τις πάλαι κατὰ τὸ γένος ἦν ἡ Μακρίνα, μήτηρ τοῦ πατρὸς ἡμῶν γεγενημένη, ταῖς ὑπὲρ Χριστοῦ ὁμολογίαις τῷ καιρ

 Καὶ ἐπειδὴ παρῆν ὁ καιρός, καθ' ὃν ἔδει λυθῆναι τὴν ὠδῖνα τῷ τόκῳ, εἰς ὕπνον καταπεσοῦσα φέρειν ἐδόκει διὰ χειρὸς τὸ ἔτι ὑπὸ τῶν σπλάγχνων περιεχόμενο

 Τρέφεται τοίνυν τὸ παιδίον, οὔσης μὲν αὐτῷ καὶ τιθηνοῦ ἰδίας, τὰ δὲ πολλὰ τῆς μητρὸς ἐν ταῖς χερσὶ ταῖς ἰδίαις τιθηνουμένης. Ὑπερβᾶσα δὲ τὴν τῶν νηπίω

 Τούτοις συναυξανομένη καὶ τοῖς τοιούτοις ἐπιτηδεύμασι καὶ τὴν χεῖρα πρὸς τὴν ἐριουργίαν διαφερόντως ἀσκήσασα πρόεισιν εἰς δωδέκατον ἔτος, ἐν ᾧ μάλιστα

 Ὁ δὲ φθόνος ἐπικόπτει τὰς χρηστοτέρας ἐλπίδας ἀναρπάσας αὐτὸν ἐκ τῆς ζωῆς ἐν ἐλεεινῇ τῇ νεότητι.Οὐκ ἠγνόει δὲ τὰ τῷ πατρὶ δεδογμένα ἡ κόρη: ἀλλ' ἐπειδ

 Τοῖς τοιούτοις λόγοις ἀπωθουμένη τοὺς παραπείθειν ἐπιχειροῦντας ἓν ἐδοκίμασεν ἑαυτῇ τῆς ἀγαθῆς κρίσεως φυλακτήριον, τὸ μηδέποτε τῆς ἰδίας μητρὸς μηδὲ

 Καὶ ἐπειδὴ τὸ κατὰ τὰς ἀδελφὰς πρὸς τὸ δοκοῦν ἑκάστῃ μετ' εὐσχημοσύνης ἡ μήτηρ ᾠκονομήσατο, ἐπάνεισιν ἐν τούτῳ τῶν παιδευτηρίων πολλῷ χρόνῳ προασκηθεὶ

 Ἦν τῶν τεσσάρων ἀδελφῶν ὁ δεύτερος μετὰ τὸν μέγαν Βασίλειον, Ναυκράτιος ὄνομα αὐτῷ, φύσεως εὐκληρίᾳ καὶ σώματος κάλλει καὶ ῥώμῃ καὶ τάχει καὶ τῇ πρὸς

 Εἶτα βαρύ τι καὶ τραγικὸν πάθος ἐξ ἐπιβουλῆς, οἶμαι, τοῦ ἀντικειμένου τῇ μητρὶ συνηνέχθη, ὃ παντὶ τῷ γένει πρὸς συμφοράν τε καὶ πένθος ἐπήρκεσεν. Αἰφν

 Ἐν τούτῳ διεφάνη τῆς μεγάλης Μακρίνης ἡ ἀρετή, ὅπως τῷ πάθει τὸν λογισμὸν ἀντιστήσασα ἑαυτήν τε ἄπτωτον διεφύλαξε καὶ τῆς μητρικῆς ἀσθενείας ἔρεισμα γ

 Ἐπεὶ οὖν ἐπαύσατο τῇ μητρὶ ἥ τε τῆς παιδοτροφίας φροντὶς καὶ ἡ τῆς παιδεύσεώς τε καὶ καταστάσεως τῶν τέκνων μέριμνα καὶ αἱ πλείους τῆς ὑλωδεστέρας ζωῆ

 Ἦν δὲ αὐτῇ ὁ μάλιστα πρὸς τὸν μέγαν τοῦτον τοῦ βίου σκοπὸν ὑπηρετῶν ἀδελφός τις ὁμογάστριος, Πέτρος ὄνομα αὐτῷ, ἐφ' ᾧ ἔληξαν τῆς μητρὸς ἡμῶν αἱ ὠδῖνες

 Ἐν τούτῳ εἰς γῆρας λιπαρὸν προελθοῦσα ἡ μήτηρ πρὸς τὸν θεὸν μετανίστατο, ἐν ταῖς ἀμφοτέρων τῶν τέκνων χερσὶ τὸν βίον ἑαυτῆς ἀναπαύσασα. Ἧς ἄξιον τὴν τ

 Ἐν τούτῳ ὁ πολὺς ἐν ἁγίοις Βασίλειος τῆς μεγάλης Καισαρέων ἐκκλησίας ἀνεδείχθη προστάτης: ὃς ἐπὶ τὸν κλῆρον τῆς ἐν τῷ πρεσβυτερίῳ ἱερωσύνης τὸν ἀδελφὸ

 Ἔνατος ἦν μετὰ τὸ πάθος τοῦτο μὴν ἢ μικρὸν ὑπὲρ τοῦτο καὶ σύνοδος ἐπισκόπων κατὰ τὴν Ἀντιόχου πόλιν ἠθροίζετο, ἧς καὶ ἡμεῖς μετέσχομεν. Καὶ ἐπειδὴ πάλ

 Ὡς δὲ κατ' αὐτὸν ἐγενόμην τὸν τόπον καὶ προκατήγγειλε τῇ ἀδελφότητι τὴν παρουσίαν ἡ φήμη, τό τε σύνταγμα τῶν ἀνδρῶν ἅπαν ἐκ τοῦ ἀνδρῶνος πρὸς ἡμᾶς προ

 Ἐπεὶ δὲ συνεπεράνθη ὁ λόγος: «Ὥρα σοι, φησίν, ἀδελφέ, πολλῷ τῷ κόπῳ τῆς ὁδοιπορίας πεπονηκότι βραχύ τι διαναπαῦσαι τὸ σῶμα.» Κἀμοὶ μεγάλη μὲν καὶ ἀληθ

 Ἐπεὶ δὲ πάλιν ἐν ὀφθαλμοῖς ἦμεν αὐτῆς, οὐ γὰρ εἴα τὴν εὔσχολον ὥραν ἐφ' ἑαυτῶν διάγειν, ἀναλαβοῦσα τῶν ἐκ νεότητος αὐτῇ βεβιωμένων τὴν μνήμην καθάπερ

 Ὡς δὲ ἡμέρα ἐγένετο, ἐμοὶ μὲν πρόδηλον ἐκ τῶν ὁρωμένων ἦν, ὅτι ἔσχατος αὐτῇ τῆς κατὰ σάρκα ζωῆς ὅρος ἡ ἐνεστῶσα ἡμέρα ἦν, πᾶσαν τὴν ἐγκειμένην τῇ φύσε

 Καὶ τῆς μὲν ἡμέρας ἤδη παρῳχήκει τὸ πλέον καὶ ὁ ἥλιος πρὸς δυσμὰς ἐπεκλίνετο. Τῇ δὲ οὐκ ἐνεδίδου ἡ προθυμία, ἀλλ' ὅσον τῇ ἐξόδῳ προσήγγιζεν, ὡς πλέον

 Ὡς δὲ ἦν τὸ λοιπὸν ἄπνους τε καὶ ἀκίνητος, μνησθεὶς τῶν ἐντολῶν, ἃς εὐθὺς παρὰ τὴν πρώτην συντυχίαν πεποίητο εἰποῦσα βούλεσθαι τὰς ἐμὰς τοῖς ὀφθαλμοῖς

 Ἐμοὶ δὲ διχόθεν ἐγίνετο πάρετος ἡ ψυχὴ καὶ οἷς τὸ φαινόμενον ἔβλεπον καὶ οἷς τὴν ἀκοὴν διὰ τῆς γοερᾶς τῶν παρθένων οἰμωγῆς περιηχούμην. Τέως μὲν γὰρ ἐ

 Ταῦτ' ἔλεγον μείζονι τῇ φωνῇ, ὡς ἂν τὸν ἦχον τῶν θρήνων ὑπερηχήσαιμι. Εἶτα μεταστῆναι παρεκάλεσα μικρὸν ἐπὶ τὸν σύνεγγυς οἶκον, καταλειφθῆναι δέ τινας

 Ἐπεὶ δὲ τοῦτο ἐδέδοκτο καὶ ἔδει περισταλῆναι ταῖς ὀθόναις τὸ ἱερὸν σῶμα ἐκεῖνο, διελομένοι τὴν σπουδὴν ἄλλος ἄλλο τι περὶ αὐτὴν ἐπονοῦμεν. Καὶ ἐγὼ μὲν

 Ὡς δὲ ἡμεῖς ἐν τούτοις ἦμεν καὶ αἱ ψαλμῳδίαι τῶν παρθένων τοῖς θρήνοις καταμιχθεῖσαι περιήχουν τὸν τόπον, οὐκ οἶδ' ὅπως ἐν κύκλῳ πανταχόθεν ἀθρόως τῆς

 Ἐπειδὴ οὖν ἐντὸς τῶν θυρῶν τοῦ οἴκου κατέστημεν, ἀποθέμενοι τὴν κλίνην τὰ πρῶτα εἰς προσευχὴν ἐτρεπόμεθα: ἡ δὲ εὐχὴ θρήνων γίνεται ἀφορμὴ τῷ λαῷ. Τῆς

 Καὶ ἐπειδὴ τὸ πρέπον ἡ προσευχὴ πέρας ἔλαβε, φόβος μέ τις τῆς θείας ἐντολῆς εἰσέρχεται τῆς κωλυούσης πατρὸς ἢ μητρὸς ἀνακαλύπτειν ἀσχημοσύνην. Καὶ πῶς

 Ἐπεὶ δὲ πάντα ἡμῖν τὰ ἐν τῇ κηδείᾳ νενομισμένα πεπλήρωτο καὶ ἔδει τῆς ἐπανόδου γενέσθαι, ἐπιπεσὼν τῷ τάφῳ καὶ τὴν κόνιν ἀσπασάμενος εἰχόμην πάλιν τῆς

 «Ἐγένετό τις ἡμῖν ἐπιθυμία ποτὲ τῇ τε γαμετῇ καὶ ἐμοὶ καταλαβεῖν κατὰ σπουδὴν τὸ τῆς ἀρετῆς φροντιστήριον: οὕτω γὰρ οἶμαι χρῆναι, φησί, τὸν χῶρον ἐκεῖ

 Ὅσα δὲ καὶ ἄλλα τοιαῦτα παρὰ τῶν συνεζηκότων αὐτῇ καὶ δι' ἀκριβείας τὰ κατ' αὐτὴν ἐπισταμένων ἠκούσαμεν, οὐκ ἀσφαλὲς οἶμαι προσθεῖναι τῷ διηγήματι. Οἱ

Gregory of Nyssa, Life of St. Macrina

[TO THE MONK OLYMPIUS] [960A]

INTRODUCTION

THE form of this volume, if one may judge from its heading, is apparently epistolary, but its bulk exceeds that of a letter, extending as it does to the length of a book. My apology must be that the subject on which you bade me write is greater than can be compressed within the limits of a letter.

I am sure you do not forget our meeting, when, on my way to Jerusalem in pursuance of a vow, in order to see the relics of the Lord's sojourning in the flesh on the actual spots, 1 I ran across you in the city of Antioch; and you must remember all the different talks we enjoyed, for it was not likely that our meeting would be a silent one, when your wit provided so many subjects for conversation. As often happens at such times, the [960B] talk flowed on until we came to discuss the life of some famous person. In this case it was a woman who provided us with our subject; if indeed she should be styled woman, for I do not know whether it is fitting to designate her by her sex, who so surpassed her sex. Our account of her was not based on the narrative of others, but our talk was an accurate description of what we had learned by personal experience, nor did it need to be authenticated by strangers. Nor even was the virgin referred to unknown to our family circle, to make it necessary to learn the wonders of her life through others, but she came from the same parents as ourselves, being, so to speak, an offering of first-fruits, since she was the earliest born of my mother's womb. As then you have decided that the story of her noble career is worth telling, to prevent such a life being unknown to our time, and the record of a woman who raised [960C] herself by "philosophy" 2 to the greatest height of human virtue passing into the shades of useless oblivion, I thought it well to obey you, and in a few words, as best I can, to tell her story in unstudied and simple style.

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΠΙΣΤΟΛΗ ΕΙΣ ΤΟΝ ΒΙΟΝ ΤΗΣ ΟΣΙΑΣ ΜΑΚΡΙΝΗΣ Τὸ μὲν εἶδος τοῦ βιβλίου ὅσον ἐν τῷ τῆς προγραφῆς τύπῳ ἐπιστολὴ εἶναι δοκεῖ, τὸ δὲ πλῆθος ὑπὲρ τὸν ἐπιστολιμαῖον ὅρον ἐστὶν εἰς συγγραφικὴν μακρηγορίαν παρατεινόμενον: ἀλλ' ἀπολογεῖται ὑπὲρ ἡμῶν ἡ ὑπόθεσις, ἧς ἕνεκεν γράψαι διεκελεύσω, πλείων οὖσα ἢ κατ' ἐπιστολῆς συμμετρίαν. Πάντως δὲ οὐκ ἀμνημονεῖς τῆς συντυχίας, ὅτε κατ' εὐχὴν Ἱεροσολύμοις ἐπιφοιτᾶν μέλλων, ἐφ' ᾧ τε τὰ σημεῖα τῆς τοῦ κυρίου διὰ σαρκὸς ἐπιδημίας ἐν τοῖς τόποις ἰδεῖν, συνέδραμόν σοι κατὰ τὴν Ἀντιόχου πόλιν καὶ παντοίων ἀνακινουμένων ἡμῖν λόγων (οὐδὲ γὰρ εἰκὸς ἦν ἐν σιωπῇ τὴν συντυχίαν εἶναι, πολλὰς τῷ λόγῳ τὰς ἀφορμὰς τῆς σῆς συνέσεως ὑποβαλλούσης), οἷα δὴ φιλεῖ πολλάκις ἐν τούτοις γίνεσθαι, εἰς μνήμην βίου τινὸς εὐδοκίμου προῆλθε ῥέων ὁ λόγος. Γυνὴ δὲ ἦν ἡ τοῦ διηγήματος ἀφορμή, εἴπερ γυνή: οὐκ οἶδα γὰρ εἰ πρέπον ἐστὶν ἐκ τῆς φύσεως αὐτὴν ὀνομάζειν τὴν ἄνω γενομένην τῆς φύσεως. Τὸ δὲ διήγημα ἡμῖν οὐκ ἐξ ἀκοῆς ἑτέρων διηγημάτων τὸ πιστὸν εἶχεν, ἀλλ' ὧν ἡ πεῖρα διδάσκαλος ἦν, ταῦτα δι' ἀκριβείας ἐπεξῄει ὁ λόγος, εἰς οὐδὲν ἀκοὴν ἀλλοτρίαν ἐπιμαρτυρόμενος: οὐδὲ γὰρ ξένη τοῦ γένους ἡμῶν ἡ μνημονευθεῖσα παρθένος, ὡς ἀνάγκην εἶναι δι' ἑτέρων γινώσκειν τὰ κατ' ἐκείνην θαύματα, ἀλλ' ἐκ τῶν αὐτῶν ἡμῖν γονέων, ὥσπερ τις ἀπαρχὴ καρπῶν πρώτη τῆς μητρῴας νηδύος ἀναβλαστήσασα. Ἐπεὶ οὖν ἐδοκίμασας φέρειν τι κέρδος τὴν τῶν ἀγαθῶν ἱστορίαν, ὡς ἂν μὴ λάθοι τὸν μετὰ ταῦτα χρόνον ὁ τοιοῦτος βίος μηδὲ ἀνωφελὴς παραδράμοι διὰ σιωπῆς συγκαλυφθεῖσα ἡ πρὸς τὸν ἀκρότατον τῆς ἀνθρωπίνης ἀρετῆς ὅρον ἑαυτὴν διὰ φιλοσοφίας ἐπάρασα, καλῶς ἔχειν ᾠήθην σοί τε πεισθῆναι καὶ δι' ὀλίγων, ὡς ἂν οἷός τε ὦ, τὰ κατ' αὐτὴν ἱστορῆσαι ἐν ἀκατασκεύῳ τε καὶ ἁπλῷ διηγήματι.