Inventio crucis

 σῶμα, παρ' ἑαυτοῦ δὲ ψυχὴν λογικὴν αὐτῷ καὶ νοερὰν ἐνθύκτιστον, οὐ προϋπάρχουσαν, οὐδὲ μέρος οὖσαν Θεοῦ, ὡς παράφρων καὶ μα νιώδης Ὠριγένης ἐβλασφήμησ

 καὶ γενεὰν, ἕως οὗ κατήντησεν εἰς αὐτὸν τὸν πυθμένα τῶν κακῶν. Ὁ δὲ θεῖος Λόγος οὐδ' οὕτως ἀπεστράφη τοῦ ἰδίου πλάσματος, οὐδὲ ἐγκατέλιπεν, ὃν κατ' εἰ

 4028 οὔσης ἐκ σπέρματος ∆αυῒδ καὶ Ἀβραὰμ, κατὰ ἀλήθειαν, καὶ οὐ κατὰ φαντασίαν, Θεὸς ὢν ἀληθινὸς, μετὰ τῆς προσλήψεως, καὶ διὰ τοῦτο κυρίως καὶ κατὰ ἀ

 γενέθλιον ἡμέραν τοῦ Χριστοῦ τῇ πρὸ ὀκτὼ Καλανδῶν Ἰανουαρίων. Ἀλλὰ πάντων μὲν τὰς χρήσεις ἐπὶ τοῦ παρόντος παραγαγεῖν καιροῦ, παρέλκον ἡγοῦμαι. Οὐδὲ γ

 ἐτελεύτησε, παραδοὺς τὴν βασιλείαν Τι βερίῳ τῷ υἱῷ αὐτοῦ. Ἦν δὲ ὁ Κύριος τότε ἐτῶν δεκα πέντε. Τιβέριος δὲ ὁ Καῖσαρ γνήσιον φίλον ἔχων τὸν Πιλάτον, ἡγ

 διεπρίοντο ἐν ἑαυτοῖς οἱ ἀρχιερεῖς, λέγοντες· Τί ποιήσομεν; ὅτι μὲν γὰρ σημεῖα καὶ τέρατα μεγάλα ἐπιτελοῦνται διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ ὑπὸ τῶν αὐτοῦ

 αὐτῶν ἀνῃρέθη, καὶ οἱ οἶκοι αὐτῶν καὶ τὰ τέκνα ἐγένετο εἰς διαρπαγὴν, καὶ ἀπὸ τῆς Ἰταλίας καὶ Ῥώμης μετὰ πολλῶν θλίψεων καὶ ζημιῶν ἐξ εβλήθησαν. Ταῦτα

 διωγμὸν μέγαν τοῖς Ἰουδαίοις ἐπήγειρεν, ἐπιζητῶν τοὺς ἐκ βασιλικῆς συγγενείας· ἐμηνύθη αὐτῷ τὰ περὶ Χριστοῦ, ὅτι ἐκ τοῦ ∆αυῒδ ὑπάρχει, καὶ μέγα ἔχει γ

 ἐκβο λῆς ἔτη πεντήκοντα ὀκτώ. Ἡ δὲ κατὰ τὴν Αἰλίαν συστᾶσα ἁγία Ἐκκλησία ἐξ ἐθνῶν τυγχάνουσα, πρῶτον καθιστᾷ ἐπίσκοπον ἐξ ἐθνῶν Μάρκον, ἄνδρα κατὰ πάν

 Ἀλέξανδρος μαρτυρήσας Μαρζαβάνην διάδοχον τῆς λειτουργίας κατέλιπε, καὶ τοῦτον Ὑμέ ναιος διαδέχεται. Μετὰ Γαληνὸν Κλαύδιος ἐβασίλευ σεν ἔτη δύο. Καὶ τ

 καταθυμίως τὰ κατ' ἔθος, καὶ ὑπὸ πάντων τιμᾶσθαι, παρακαλεῖν τε καὶ εὔχεσθαι αὐτοὺς ὑπὲρ αὐτοῦ αὐτοκράτορος. Ταῦτα γέγονε, καὶ εὐθέως ἡ θεία φιλανθρωπ

 ποταμὸν πεπληρωμένον ἵππων σὺν ἀναβάταις. Οἱ δὲ πολῖται τῆς Ῥώμης στεφανώσαντες αὐτὸν εἰσεδέξαντο μετὰ χαρᾶς μεγάλης καὶ εὐφημιῶν, τόν τε νικοποιὸν στ

 συλληφθείς. Φιλαν θρώπως δὲ χρησάμενος ὁ κατὰ πάντα πραότατος βασιλεὺς τῷ δυσμενεῖ, ἐκέλευσεν αὐτὸν ἐν Θεσσαλο νίκῃ διάγειν ἡσυχάζοντα. Ὁ δὲ μικρὸν ἡσ

 βασιλίδα, σὺν τῆς ἐπαρχίας ἐπισκόποις ἀπήντησε τῇ βασιλίδι. Εὐθέως δὲ παρεκελεύσατο τοῖς ἐπι σκόποις τὴν ζήτησιν τοῦ ποθουμένου ξύλου ποιήσα σθαι. Ἀπο

 ὑπογράφουσι τῇ ἐκθέσει τῆς πίστεως, καὶ ἐν πᾶσιν ἀκολουθοῦσι τοῖς ἁγίοις Πατράσιν. Πεισθεὶς δὲ τούτοις ὁ βασιλεὺς ἀνεκαλέσατο αὐτοὺς ἐκ τῆς ἐξορίας, κ

 ἐν θέντες, ἐποίησαν κοπετὸν μέγαν ἐπ' αὐτὸν θρηνοῦν τες, ὡς πατρὸς φιλοστόργου, καὶ οὐ βασιλέως ἐξουσιαστοῦ στερηθέντες. Καταλαβὼν δὲ Κωνστάντιος ὁ τῆ

 ἐφ' οὗ ὁ Χριστὸς κατὰ σάρκα, (ἐγεννήθη), ἕως τοῦ μεγάλου Κωνσταντίνου τριάκοντα πέντε γεγόνασι βασιλεῖς· ὁμοίως καὶ ἀπὸ Ἰακώβου τοῦ ἀδελφοθέου ἕως τῆς

 καταξιωθέντες ἰδεῖν τὴν σὴν ἀνάδειξιν. Σὺ εἶ τῶν προφητῶν τὸ κήρυγμα. Περὶ σοῦ γὰρ ἀγαλλιώμενοι ὁσημέραι κελαδοῦσι λέγοντες πρὸς τὸν Θεὸν, «Ἔδωκας τοῖ

Inventio crucis

ΑΛΕΞΑΝ∆ΡΟΥ ΜΟΝΑΧΟΥ, ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΕΥΡΕΣΙΝ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ.

Τὴν κέλευσιν τῆς ὑμετέρας πατρικῆς ὁσιότητος δεξάμενος, λίαν ἰλιγγίασα. Ἐκελεύσατε γὰρ τῇ ἐμῇ οὐδενείᾳ, ἱστορικόν τινα λόγον ποιήσασθαι περὶ τῆς εὑρέσεως τοῦ ζωοποιοῦ ξύλου, τοῦ πανσέπτου καὶ σεβασμίου σταυροῦ, ἐν ᾧ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τανυσθεὶς ἑκουσίως, κατέλυσε μὲν τοῦ διαβόλου τὴν δύναμιν, καὶ θανάτου τὴν τυραννίδα, σωτηρίαν δὲ ἀκατάληπτον τοῖς εἰς αὐτὸν πιστεύου σιν ἐδωρήσατο. Τοῦτο τὸ ἐπίταγμα, σφόδρα τυγχά νον ὑπὲρ τὴν ἐμὴν δύναμιν, δεξάμενος, ἐγχείρησιν ἐδειλίασα· ἑτέρων γὰρ ἢ καθ' ἡμᾶς τό γε ὑπάρχει τὸ πόνημα· οὐδὲν γὰρ τῆς ἐγκυκλίου παιδεύσεως ἐν μυήσει γεγόναμεν, καὶ τὴν ἐξ ἀσκήσεως γυμνασίαν κεκτήμεθα, ἀλλ' ὡς ἀληθῶς ἰδιῶται τυγχάνομεν, οὐ μόνον τῷ λόγῳ, ἀλλὰ καὶ τῇ γνώσει διὰ, τὴν ἐν ἡμῖν παθῶν χρονίαν ἐπικράτειαν. Ἐπεὶ δὲ οὐχ οἷος τὸν τῆς παρακοῆς ὑφορώμε νος κίνδυνον, πόθῳ τῆς ὑπακοῆς τὸ κελευσθὲν πειρά σομαι πέρατι παραδοῦναι, τὸ πᾶν εἰς τὸν Θεὸν καὶ εἰς τὰς ὑμετέρας εὐχὰς ἀπωθήσαντες. Ἐροῦμεν δὲ ἴδιον οὐδὲν (χθιζοὶ γάρ ἐσμεν, κατὰ τὸ λόγιον, καὶ οὐκ οἴδαμεν)· ὅσα δὲ ἐξ ἀρχαίων ἱστοριῶν ἰσχύ σαμεν εὑρεῖν (πολλοὶ γὰρ ἕτεροι περὶ τούτου πεπο νήκασιν, οἱ μὲν εὖ καὶ καλῶς, οἱ δὲ καὶ ἑτέρως), καὶ ὅσα ἐκ τῆς ἀνέκαθεν εἰλήφαμεν παραδόσεως, ταῦτα ὑμῖν, σὺν Θεῷ φάναι, ἐσπούδασα πανταχοῦ τῆς 4017 ἀληθείας φροντίσας.Ὑμεῖς δὲ τὰ λείποντα ἐπιδιορθώσατε, καὶ προσεύξασθε ὑπὲρ ἡμῶν, ἁγιώτατοι. Ἀρχὴν δὲ τοῦ λόγου ποιησόμεθα τὸν πάσης ἀρχῆς κατάρχοντα. Ὁ μονογενὴς, Υἱὸς τοῦ Θεοῦ, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, ὁ ἐκ ζῶντος τοῦ Πατρὸς ζωοποιὸς Λόγος ὁ ἐν ἀρχῇ ὢν, πρὸς τὸν ἀεὶ ὄντα Θεὸν, ὁ ὢν «ἀπαύ γασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως» τοῦ ἀϊδίου Πατρὸς ἐκ τῆς ἀνάρχου ἀρχῆς, ἡ ἀνέκλειπτος ἀρχὴ, ἡ ἐκ τῆς ἀεννάου ζωῆς ζωὴ ἀτελεύτητος, ἡ ἐκ τῆς ζωοποιοῦ πηγῆς πηγὴ ἀθανασίας, ἡ ἀπηκριβωμένη καὶ ἀπαράλλακτος εἰκὼν τοῦ ἀοράτου Θεοῦ, τὸ ἐκμα γεῖον τοῦ φύσαντος Πατρὸς, τὸ ἐξ ἀκαταλήπτου φωτὸς φῶς ἀνεκλάλητον, τὸ ζωοπάροχον νᾶμα τῆς ζωοτόκου πηγῆς, ὁ ὁμοούσιος καὶ ὁμόθρονος, καὶ ὁμοδύναμος, καὶ ὁμάγαθος τῷ γεννήσαντι Πατρὶ, ὁ πάντα ἔχων ὅσα ἔχει ὁ Πατὴρ πλὴν τῆς ἀγεννησίας, ὁ σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι (τῷ ἐκ Πατρὸς ἀεὶ ἐκπορευο μένῳ) καὶ δι' ἑαυτοῦ τὰ πάντα, καὶ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγών. Οὐδὲν γὰρ ἦν, εἰ μὴ ἡ ἁγία Τριὰς ἡ ὁμοούσιος, ἐν ταῖς ἰδίαις ἀεὶ ὑπάρχουσα ἰδιό τησιν ἤτοι ὑποστάσεσιν, ἤγουν προσώποις, ἡ ἄκτι στος φύσις, ἡ ἀνέκλειπτος θεότης, τὸ δεσποτικὸν ἀξίωμα, τὸ διηνεκὲς ἀγαλλίαμα, ἡ ἁπλῆ καὶ ἀσύνθε τος καὶ ἀσχημάτιστος οὐσία, ἡ ἀεὶ καὶ ὡσαύτως ἔχουσα, μηδὲ ἀρξαμένη, μηδὲ παυσομένη. Οὗτος τοίνυν ὁ ζῶν καὶ ἐνεργὴς καὶ παντοδύναμος τοῦ Θεοῦ Λόγος, βουλήσει τοῦ Πατρὸς καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος πᾶσαν τὴν κτίσιν τὴν ὁρατὴν καὶ τὴν ἀόρατον ἐν τῷ δέοντι καιρῷ εἰς τὸ εἶναι ἐξ οὐκ ὄντων παρήγαγεν, ἐπιστάμενος μέντοι κατὰ θεϊ κὴν πρόγνωσιν, τὸ, πότε, καὶ ποῦ, καὶ πῶς, καὶ πόσα χρὴ γενέσθαι τὰ ὄντα. Ἄπειροι γὰρ αἰῶνες, ἵν' οὕτως 4020 εἴπω, διῆλθον, ἐν οἷς οὐδὲν ἦν, εἰ μὴ μόνος ὁ Θεὸς, ὁ ἐν Τριάδι δοξολογούμενος· ἓν γὰρ τὰ τρία ἐν οἷς ἡ Θεότης· οὐδὲ γὰρ διὰ χρείαν ἰδίαν παρήγαγε τὰ ὄντα· ἀνενδεὲς γὰρ τὸ Θεῖον· ἀλλ' ἐξ ἀμέτρου ἀγαθό τητος, ὡς εἶναι πλείονας τοὺς μετέχοντας τῆς αὐτοῦ χάριτος. Παραγαγὼν τοίνυν καὶ κατακοσμήσας τὰ πάντα τῷ πρέποντι κόσμῳ, ὕστερον πάντων δημιουρ γεῖ τὸν ἄνθρωπον, ἐκ τῆς γῆς ἤδη προϋποστάσης διαπλάσας τὸ

1