1
Apologia contra Arianos
Τοῦ αὐτοῦ ἀπολογητικὸς δεύτερος
1.1 Ἐγὼ μὲν ᾤμην μετὰ τὰς τοσαύτας ὑπὲρ ἡμῶν γενομένας ἀποδείξεις καταδύεσθαι λοιπὸν τοὺς ἐχθροὺς καὶ μᾶλλον ἐκ τούτων καταγινώσκειν ἑαυτῶν, ἐφ' οἷς καὶ τοὺς ἄλλους ἐσυκοφάντησαν· ἐπειδὴ δὲ οὐδ' οὕτω καταγνωσθέντες ἐρυθριῶσιν, ἀλλ' ὑπ' ἀναισθησίας ἕρπουσι ταῖς καταλαλιαῖς νομίζοντες ἀνάδικα πάντα γίνεσθαι, οὐχ ἵνα κριθῶσι (φεύγουσι γάρ), ἀλλ' ἵν' ἡμᾶς καὶ τὰς ψυχὰς τῶν ἀκεραίων σκύλλωσιν, ἀναγκαῖον ἡγησάμην ὑμῖν ἀπολογήσασθαι, ἵνα μηκέτι μὲν αὐτῶν ἀνάσχησθε γογγυζόντων, καταγνῶτε δὲ τῆς πονηρίας καὶ τῆς συκοφαντίας αὐτῶν. ὑμῖν μὲν γὰρ τοῖς γνησίοις ἀπολογοῦμαι, πρὸς 1.2 δὲ τοὺς φιλονεικοῦντας παρρησιάζομαι τοῖς κατ' αὐτῶν ἐλέγχοις. οὐκέτι γὰρ κρί σεως δεῖται τὰ καθ' ἡμᾶς, κέκριται γὰρ οὐχ ἅπαξ, οὐ δεύτερον ἀλλὰ καὶ πολλάκις. πρῶ τον μὲν ἐν τῇ συνόδῳ τῇ ἐν τῇ ἡμετέρᾳ χώρᾳ συναγομένῃ ὑπὸ ἐπισκόπων ἐγγὺς ἑκατόν, δεύτερον δὲ ἐν τῇ Ῥώμῃ γράψαντος Εὐσεβίου καὶ κληθέντων αὐτῶν τε καὶ ἡμῶν καὶ συναχθέντων ἐπισκόπων κἀκεῖ πλέον πεντήκοντα, καὶ τρίτον ἐν τῇ μεγάλῃ συνόδῳ τῇ ἐν Σαρδικῇ συναχθείσῃ κατὰ πρόσταξιν τῶν θεοφιλεστάτων βασιλέων Κωνσταντίου καὶ Κώνσταντος· ἐν ᾗ καὶ οἱ καθ' ἡμῶν γενόμενοι καθῃρέθησαν ὡς συκοφάνται τοῖς τε κριθεῖσιν ὑπὲρ ἡμῶν συνεψηφίσαντο μὲν ἐπίσκοποι πλείους τριακοσίων ἐξ ἐπαρχιῶν Αἰγύπτου Λιβύης καὶ Πενταπόλεως Παλαιστίνης Ἀραβίας Ἰσαυρίας Κύπρου Παμφυλίας Λυκίας Γαλατίας ∆ακίας Μυσίας Θρᾴκης ∆αρδανίας Μακεδονίας Ἠπείρων Θεσσαλίας Ἀχαίας Κρήτης ∆αλματίας Σισκίας Παννονίων Νωρικοῦ Ἰταλίας Πικηνοῦ Τουσκίας Καμπανίας Καλαβρίας Ἀπουλίας Βριττίας Σικελίας Ἀφρικῆς πάσης Σερ 1.3 δανίας Σπανίων Γαλλίων Βρεττανίων. ἐπεμαρτύρησαν δὲ τούτοις Οὐρσάκιος καὶ Οὐάλης οἱ πρότερον μὲν διαβάλλοντες, ὕστερον δὲ μεταγνόντες. οὐ γὰρ μόνον ἀπε δέξαντο τὰ κριθέντα ὑπὲρ ἡμῶν, ἀλλὰ καὶ συκοφάντας ἑαυτούς τε καὶ τοὺς ἄλλους τοὺς καθ' ἡμῶν γενομένους ὡμολόγησαν. οἱ γὰρ οὕτως μεταγνόντες καὶ οὕτως γράψαντες δῆλοί εἰσι καὶ τοὺς περὶ Εὐσέβιον ἐλέγχοντες· μετὰ γὰρ αὐτῶν κοινῇ τὴν καθ' ἡμῶν 1.4 ἐμηχανήσαντο συσκευήν. τὰ τοίνυν ὑπὸ τοσούτων καὶ τηλικούτων ἐπισκόπων δοκιμασθέντα καὶ κριθέντα ἀποδειχθέντα τε λευκῶς περιττὸν εἶναι πάλιν ἀνακρίνεσθαι πᾶς ὁστισοῦν ὁμολογήσειεν, ἵνα μή, κἂν νῦν ἐξετασθῇ, πάλιν ἀνακριθῇ καὶ αὖθις ἐξετασθῇ καὶ οὕτως εἰς ἀπέραντον τὰ τῶν περιεργαζομένων γένηται.
2.1 Ἤρκει μὲν γὰρ καὶ ἡ τῶν τοσούτων ἐπισκόπων ψῆφος δυσωπῆσαι τοὺς ἔτι κἂν προσποιεῖσθαι καθ' ἡμῶν βουλομένους· ὅτε δὲ καὶ ἐχθροὶ μαρτυροῦσιν ὑπὲρ ἡμῶν τε καὶ καθ' ἑαυτῶν φάσκοντες τὰ καθ' ἡμῶν εἶναι συσκευήν, τίς ἔτι λοιπὸν ἀμφιβάλλων 2.2 οὐκ αἰσχύνεται; τοῦ γὰρ νόμου κελεύοντος «ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων» ἵστασθαι τὰς κρίσεις ἰδοὺ τοσοῦτον πλῆθος ὑπὲρ ἡμῶν ἐστι μαρτύρων ἔχον προσθήκην καὶ τὴν παρὰ τῶν ἐχθρῶν ἀπόδειξιν, ὥστε καὶ τοὺς ὑπολειπομένους μηκέτι προσέχειν οἷς, ὡς ἠθέλησαν, ἐδίκασαν, ἀλλὰ βιάζεσθαι λοιπὸν καὶ ἀντὶ τῶν εὐλόγων ἀδικεῖν τοὺς ἐλέγχοντας αὐτούς. τοῦτο γὰρ αὐτοὺς μάλιστα λυπεῖ, ἐπειδήπερ ἅπερ ἔκρυψαν αὐτοὶ πράξαντες καὶ καθ' ἑαυτοὺς ἐν γωνίᾳ συνέθεντο, ταῦτα Οὐάλης καὶ Οὐρσάκιος ἐξήγαγον καὶ ἀπεκάλυψαν. καὶ ἴσασιν ἀκριβῶς, ὡς ἡ τούτων μετάνοια κατακρίνει μὲν 2.3 ἐκείνους, δικαιοῖ δὲ τοὺς ἀδικηθέντας παρ' αὐτῶν. διὰ τοῦτο γοῦν καὶ ἐν τῇ κατὰ Σαρδικὴν συνόδῳ καθῃρέθησαν, ὥσπερ ἔμπροσθεν εἶπον, καὶ εἰκότως γε· οὕτω γὰρ καὶ οἱ τότε