1

 2

1

De azymis

ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΠΕΡΙ ΤΩΝ ΑΖΥΜΩΝ. Ἐν τρισὶν ὕλαις ἐτέλουν οἱ Ἰουδαῖοι τὸ Πάσχα καὶ ἐν τρισὶν ἀρεταῖς· καὶ ἐν τρισὶ μάρτυρσι κατὰ τὴν τάξιν τοῦ Νόμου. Καὶ αἱ μὲν τρεῖς ὕλαι ὁ ἀμνὸς ἦσαν, τὰ ἄζυμα καὶ ἡ πικραλίς· αἱ δὲ τρεῖς ἀρεταὶ, περιεζωσμένοι, καὶ ὑποδήματα εἰς τοὺς πόδας, καὶ βακτηρίαν ἐν ταῖς χερσίν. Οἱ δὲ τρεῖς μάρτυρες, γραμματεῖς ἐπὶ τῇ τραπέζῃ ἑστῶτες, καὶ ἀκριβῶς γινώσκοντες τὴν τῆς σελήνης ἀπόχυσιν, διὰ ποτηρίου τινὸς σαλευομένου καὶ σημαινομένου· σαλπίζοντος εὐθὺς τοῦ ἱερέως ὅτι Πάσχα ἐστὶ Κυρίου· καὶ λοιπὸν μετὰ τὸ ἄκουσμα τῆς φωνῆς τῆς σάλπιγγος, ἐποίουν τὴν ζύμην ἄνευ ἄρτου ἡμέρας ζʹ. Πρὸ δὲ τοῦ σημείου τοῦ ποτηρίου καὶ τῆς σάλπιγγος, οὐκ εἶχον ἐξουσίαν ἑτοιμάσαι ἡμέρας ἐπτὰ ἀμνὸν, ἢ ἄζυμον, ἢ πικρίδα· οὕτω γάρ φησι καὶ ὁ μέγας ∆αυΐδ· Σαλπίσατε ἐν Νεομηνίᾳ σάλπιγγι. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τῇ εʹ ἡμέρᾳ ἐποίησε τὴν παράδοσιν τῶν ἁγίων μυστηρίων ὥρᾳ τῆς νυκτὸς ζʹ· ἡ δὲ εἴσοδος τῶν ἀζυμοφάγων ἐγένετο Παρασκευῇ ἑσπέρας μετὰ τὸ ταφῆναι τὸν Κύριον. ∆ιὰ τοῦτο οἱ δʹ εὐαγγελισταὶ ἄρτον τέλειον λέγουσι παραδοῦναι τὸν Κύριον ἐν τοῖς ἁγίοις μυστηρίοις καὶ οὐκ ἄζυμον· ἵνα πιστώσηται ὅτι τέλειον σῶμα ἐκ τῆς ἁγίας Παρθένου· λέγω δὲ ἔμψυχον καὶ ἔννουν· καὶ οὐ καθάπερ ὁ αἱρετικὸς Ἀπολλινάριος ἔλεγεν, ὅτι σῶμα μόνον ἀνελάβετο· ἀλλ' ἡμεῖς ἄρτον τελειούμενον φαμεν τὸν δι' ἀλεύρου καὶ ζύμης καὶ ἅλατος συνεστηκότα· καθάπερ σώματι ὁ πνευματικὸς, καὶ νοΐ· σῶμα γὰρ, χωρὶς πνοῆς, νεκρόν ἐστι· καὶ τὸ ἄζυμον μόνον μὴ ἔχον ζύμην νεκρόν ἐστι καὶ οὐ ζωτικὸς ἄρτος· ἐπειδὴ ἡ ζύμη ζωὴν δίδωσι τῷ φυράματι καὶ ἕνωσιν καθάπερ τὸ πνεῦμα τῷ σώματι, καὶ τὸ ἅλας τῷ νῷ καὶ διὰ τοῦτο τελοῦμεν τὸ μυστήριον δι' ἄρτου τελειουμένου, ἵνα μὴ τῇ βλασφημίᾳ τοῦ ἀσεβοῦς Ἀπολλιναρίου περιπέσωμεν. Γίνεται δὲ ἡ τοῦ φέγγους ἀπόχυσις, ἐν ἡμέραις τέσσαρσι καὶ δέκα ἥμισυ καὶ ὥραις τρισίν· εἰς δὲ τὸ πάθος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὑπερέβην ἕκτην καὶ δεκάτην ἡμέραν· ἵνα μαρτυρήσῃ ὅτι ἀληθινός ἐστι καὶ ζωὴ αἰώνιος. Ἰστέον οὖν ὡς αἰῶνι τοῦ Χριστοῦ καὶ τῶν ἁγίων ἀποστόλων αὐτοῦ τὴν σεμίδαλιν τῶν Ἀζύμων ἐσθίειν ἢ προσφέρειν οὐδεμία 26.1329 παρέλαβεν Ἐκκλησία· ἐπεὶ δὲ οὔτε ὁ Χριστὸς αὐτὸς κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ τὸ νομικὸν ἔφαγε Πάσχα, ἄκουε Ἰωάννου τοῦ εὐαγγελιστοῦ λέγοντος· Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα, ... καὶ δείπνου γενομένου τοῦ ∆ιαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ· καὶ ὅτε, φησὶν, ἐγένετο ἡ ὥρα, τουτέστιν ὅτε παρέστη ὁ καιρὸς τοῦ προδοῦναι αὐτὸν, ἀνέπεσαν καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ· καὶ εἶπε πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν πρὸ τοῦ με παθεῖν. Ὁρᾷς, Πρὸ τοῦ με παθεῖν φησίν· ἐπεὶ οὖν ἔδει παθεῖν αὐτὸν κατὰ τὴν ἡμέραν τοῦ Πάσχα τοῦ νομικοῦ καθ' ἣν καὶ ὁ ἀμνὸς παρὰ τῶν Ἰουδαίων ἐθύετο, ἔμελλε δὲ γενέσθαι τὸ πάθος παρὰ τῶν θεοκτόνων Παρασκευῇ ἡμέρᾳ, ὡς αὖθίς φησιν ὁ Ἰωάννης· Ἐπεὶ Παρασκευὴ ἦν, ἦν γὰρ μεγάλη ἡμέρα ἐκείνη τοῦ Σαββάτου ἐν ᾗ τηνικαῦτα καὶ ἡ τεσσαρεσκαιδεκάτη τῆς σελήνης, κατὰ τὸν πρῶτον μῆνα, ἐν τῷ πεντακοσιοστῷ τριακοστῷ ἔτει ἐκπεσεῖν ἔτυχεν, ἵνα μὴ παραδοθεὶς οὐ φθάσῃ τὸ οἰκεῖον Πάσχα τοῖς μαθηταῖς παραδοῦναι, ἐν τῷ δείπνῳ ἀναπεσὼν ὀψὲ, καὶ βραδὺ περὶ τὴν νύκτα κατὰ τὴν ὀψίαν, δηλονότι τῆς εʹ, ἔφαγε μὲν, ἀλλὰ τὸ οἰκεῖον Πάσχα πρὸ τῆς ἑορτῆς τῶν Ἀζύμων· καὶ τοῦτο δῆλον ἐκ τοῦ ἀναπεσεῖν αὐτόν· οὐδὲ γὰρ νενομοθετημένον· ἐπειδὴ ἱσταμένους καὶ