1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

1

De sententia Dionysii

Τοῦ μακαρίου Ἀθανασίου περὶ ∆ιονυσίου τοῦ ἐπισκόπου Ἀλεξανδρείας, ὅτι καὶ αὐτὸς κατὰ τῆς ἀρειανῆς αἱρέσεως ἐφρόνει ὡς ἡ ἐν Νικαίᾳ

σύνοδος, καὶ μάτην αὐτὸν συκοφαντοῦσιν οἱ Ἀρειομανῖται ὡς ὁμόδοξον ἑαυτῶν.

1.1 Βραδέως ἐδήλωσας περὶ τῆς νῦν διαλέξεως τῆς γενομένης παρ' ὑμῖν πρὸς

τοὺς χριστο μάχους· καὶ γὰρ πρὶν γράψαι τὴν σὴν διάθεσιν ἔμαθον φιλοπευστῶν καὶ ἡδέως ἀκούων περὶ τῶν τοιούτων. τὴν μὲν οὖν σὴν εὐλάβειαν ἀπεδεξάμην καλῶς φρονοῦσαν περὶ τῶν μακαρίων πατέρων ἡμῶν, τῶν δ' Ἀρειομανιτῶν τὴν ἀλογίαν καὶ νῦν ἐπέγνων. 1.2 οὐδὲν γὰρ οὔτ' εὔλογον οὔτε πρὸς ἀπόδειξιν ἐκ τῆς θείας γραφῆς ῥητὸν ἐχούσης τῆς αἱρέσεως αὐτῶν ἀεὶ μὲν προφάσεις ἀναισχύντους ἐπορίζοντο καὶ σοφίσματα πιθανά, νῦν δὲ καὶ διαβάλλειν τοὺς πατέρας τετολμήκασι. καὶ οὐκ ἀλλότριόν γε ἀλλὰ καὶ οἰκεῖον τοῦτο τῆς κακονοίας ἐστὶν αὐτῶν· οἱ γὰρ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ μελετᾶν ἐπιχειρήσαντες, τί θαυμαστὸν εἰ καὶ τὸν μακαρίτην ∆ιονύσιον τὸν 1.3 ἐπίσκοπον Ἀλεξανδρείας ὡς ὁμόδοξον ἑαυτῶν καὶ ὁμόφρονα λοιδοροῦσιν; ὃν γὰρ ἐὰν οὗτοι πρὸς σύστασιν τῆς ἑαυτῶν αἱρέσεως δόξωσιν εὐφημεῖν, κἂν μακάριον αὐτὸν ὀνομάζωσι, τοῦτον οὐχ ἁπλῶς ἀλλὰ καὶ μεγάλως διαβάλλουσιν ὥσπερ λῃσταί τινες καὶ τὸν τρόπον ἄσεμνοι, οἳ ἐπειδὰν ἐπὶ τοῖς ἰδίοις ἐπιτηδεύμασιν ὀνειδίζωνται, τοὺς σώφρονας συναριθμοῦσιν ἑαυτοῖς καταψευδόμενοι τῆς ἐκείνων σωφροσύνης.

2.1 Εἰ μὲν οὖν θαρροῦσιν οἷς φρονοῦσι καὶ λέγουσι, προφερέτωσαν γυμνὴν τὴν αἵρεσιν καὶ δεικνύτωσαν ἐξ αὐτῆς εἴ τινα νομίζουσιν ἢ ἐκ τῶν γραφῶν ἔχειν ἢ κἂν ἀνθρώ πινόν τινα λογισμὸν εὐσεβῆ πρὸς ἀπολογίαν, εἰ δὲ μηδέν τι τοιοῦτον ἔχουσι, σιωπάτωσαν. 2.2 οὐδαμόθεν γὰρ εὑρήσουσιν εἰ μὴ μᾶλλον ἔλεγχον καθ' ἑαυτῶν, ἀπὸ μὲν τῶν γραφῶν, τοῦ μὲν Ἰωάννου λέγοντος· «ἐν ἀρχῇ ἦν ὁ λόγος», ὃν οὗτοι λέγουσιν οὐκ ἦν πρὶν γεννηθῇ, τοῦ δὲ ∆αυὶδ ψάλλοντος ἐκ προσώπου τοῦ πατρός· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», ὃν οὗτοι λέγουσι κατ' ἐπίνοιαν εἶναι καὶ ἐξ οὐκ ὄντων γεγενῆσθαι, εἶτα τοῦ μὲν Ἰωάννου πάλιν εὐαγγελιζομένου, ὅτι «πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», τοῦ δὲ Παύλου γράφοντος· «εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα», καὶ 2.3 ἐν ἑτέροις· «ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα». ποίαν παρρησίαν ἕξουσιν οὗτοι καὶ οὐ μᾶλλον αἰσχύνην ὀφλήσουσιν ἐναντιούμενοι τοῖς τῶν ἁγίων ῥήμασιν, ὅταν λέγωσι ποίημα εἶναι τὸν τῶν πάντων δημιουργὸν καὶ κτίσμα τοῦτον, ἐν ᾧ τὰ κτίσματα γέγονε 2.4 καὶ συνέστηκεν; οὐδὲ ἀνθρώπινος δέ τις αὐτοῖς λογισμὸς εὐσεβὴς εἰς ἀπολογίαν περι λείπεται. τίς γὰρ ἀνθρώπων ἢ Ἕλλην ἢ βάρβαρος, ὃν ὁμολογεῖ θεόν, τοῦτον ἐπιχειρήσει κτίσμα λέγειν ἢ ὅτι οὐκ ἦν πρὶν γένηται; ἢ τίς ἀνθρώπων ἀκούσας παρὰ τούτου, ὃν ἐπίστευσε μόνον εἶναι θεόν, λέγοντος· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός», καὶ «ἐξη ρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», τολμήσει κἂν εἰπεῖν ὅτι ὁ ἐκ καρδίας τοῦ θεοῦ λόγος ἐξ οὐκ ὄντων γέγονεν ἢ ὁ υἱὸς κτίσμα ἐστὶ καὶ οὐκ ἴδιον τοῦ λέγοντος γέννημα; πάλιν δὲ τίς ἀκούων τούτου, ὃν ἐπίστευσε κύριον εἶναι καὶ σωτῆρα, λέγοντος· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», καὶ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», ἐπιχειρήσει διαιρεῖν ἃ ἐκεῖνος ἥνωσε καὶ ἀμέριστα τετήρηκε;

3.1 Ταῦτα γοῦν καὶ αὐτοὶ συνορῶντες καὶ παρρησίαν οὐκ ἔχοντες ἐν τοῖς ἰδίοις κατα ψεύδονται τῶν εὐσεβῶν. ἀλλ' ἔδει πάντων αὐτοὺς ἐρήμους ὄντας καὶ συνορῶντας ἑαυτοὺς ἐν ταῖς ἐρωτήσεσι πανταχόθεν ἀποροῦντας καὶ χασμωμένους