1

 2

 3

 4

1

Epistula ad Dracontium

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ∆ΡΑΚΟΝΤΙΟΝ.

Ἀπορῶ τί γράψω. Ἆρα γὰρ ὡς παραιτούμενον μέμψομαί σε, ἢ ὡς τὸν καιρὸν ὁρῶντα, καὶ κρυπτόμενον διὰ τὸν φόβον τῶν Ἰουδαίων; Πλὴν εἴτε ἄλλως, εἴτε οὕτως, ἄξιον μέμψεως τὸ παρὰ σοῦ γεγενημένον, ἀγαπητὲ ∆ρακόντιε. Οὐ γὰρ ἔπρεπε λαβόντα σε τὴν χάριν κρύπτεσθαι, οὐδὲ φρόνιμον ὄντα, διδόναι τοῖς ἄλλοις προφάσεις φυγῆς. Πολλοὶ γὰρ ἀκούσαντες σκανδαλίζονται· οὐχ ὡς ἁπλῶς τοῦτό σου ποιοῦντος, ἀλλὰ συνορῶντος τὸν καιρὸν, καὶ τὰς ἐπικειμένας θλίψεις τῇ Ἐκκλησίᾳ. Καὶ φοβοῦμαι μὴ, διὰ σαυτὸν φεύγων, δι' ἄλλους εὑρεθῇς κινδυνεύων παρὰ τῷ Κυρίῳ. Εἰ γὰρ ὁ ἕνα τῶν μικρῶν σκανδαλίζων, ἕλοιτ' ἂν μύλον ὀνικὸν περὶ τὸν τράχηλον αὐτοῦ κρεμασθῆναι, καὶ καταποντισθῆναι· τί ἂν πάθοις σὺ τοσούτοις γινόμενος σκάνδαλον; Καὶ γὰρ ἡ ἐκ παραδόξου γενομένη συμφωνία ἐν τῇ Ἀλεξαν δρέων χώρᾳ, ἐν τῇ σῇ καταστάσει, ἐξ ἀνάγκης σχι σθήσεται διὰ τὴν σὴν ἀναχώρησιν· καὶ ἡ ἐπισκοπὴ δὲ τῆς χώρας αὐτῆς ὑπὸ πολλῶν ἁρπαγήσεται· καὶ πολλῶν οὐκ ὀρθῶν, ἀλλ' ὧν οἶδας καὶ αὐτός. Καὶ ἐθνικοὶ δὲ οἱ ἐπαγγελλόμενοι Χριστιανοὶ γίνεσθαι ἐπὶ τῇ σῇ καταστάσει, ἀπομενοῦσιν Ἕλληνες, τῆς σῆς εὐλαβείας ἐξουθενούσης τὴν δοθεῖσαν χάριν. 25.525 Ποία οὖν ἐπὶ τοῖς τοιούτοις ἀπολογία παρὰ σοῦ δοθήσεται; Ποίοις ἂν ἀπονίψασθαι καὶ ἀπομάξασθαι λόγοις τὰς τοιαύτας αἰτίας δυνήσῃ; Πῶς θεραπεύσεις τοὺς διὰ σὲ πεσόντας καὶ σκανδαλιζομένους; Ἢ πῶς, μετὰ τὸ σχισθῆναι τὴν εἰρήνην, συῤῥάψαι ταύτην δυνήσῃ; Ὦ ἀγαπητὲ ∆ρακόντιε, ἀντὶ χαρᾶς λύπην ἡμῖν πεποίηκας, ἀντὶ παραμυθίας στεναγμόν. Προσεδοκοῦμεν γὰρ παραμυθίαν ἔχειν σε μεθ' ἡμῶν, καὶ νῦν βλέπομεν φεύγοντά σε, καὶ ὁρῶμεν, ὅτι κρι νόμενος μὲν ἐλεγχθήσῃ, κινδυνεύων δὲ μεταμεληθήσῃ. Καὶ τίς φείσεται, ὡς ὁ προφήτης εἴρηκεν, ἐπὶ σοί; Τίς ἀνακάμψει ἐπὶ σὲ εἰς εἰρήνην, ὁρῶν τοὺς ἀδελ φοὺς, δι' οὓς Χριστὸς ἀπέθανε, βλαβέντας ἐπὶ τῇ σῇ φυγῇ; ∆εῖ γὰρ εἰδέναι σε καὶ μὴ ἀμφιβάλλειν, ὅτι πρὶν μὲν κατασταθῇς σαυτῷ ἔζης, κατασταθεὶς δὲ, οἷς κατεστάθης. Καὶ πρὶν μὲν λάβῃς τὴν τῆς ἐπισκοπῆς χάριν, οὐδεὶς ἐγίνωσκέ σε· γενόμενον δὲ λοιπὸν, οἱ λαοὶ προσδοκῶσι φέροντά σε τροφὴν αὐτοῖς, τὴν ἐκ τῶν Γραφῶν διδασκαλίαν· ὅταν τοίνυν οἱ προσδοκῶντες λιμώττωσι, σὺ δὲ σαυτὸν μόνον τρέφῃς, καὶ ἔλθῃ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἡμεῖς τε αὐτῷ παραστῶμεν, ποίαν σχοίης ἀπολογίαν, ὁρῶντος αὐτοῦ τὰ ἴδια πρόβατα λιμώττοντα; Εἰ μὲν γὰρ μὴ εἰλήφεις τὰ δηνάρια, οὐκ ἂν ἐμέμψατό σε· λαβόντα δὲ καὶ χώσαντα καὶ κρύψαντα, μέμψαιτ' ἂν εἰκότως, λέγων ἐκεῖνα τὰ ῥήματα, ἃ μὴ γένοιτο, κἂν ἀκοῦσαι τὴν σὴν εὐλάβειαν· Ἔδει σε βαλεῖν τὰ δηνάριά μου τοῖς τραπεζίταις, ἵνα ἐλθὼν κἀγὼ παρ' ἐκείνων ἀπαιτήσω. Παρακαλῶ φεῖσαι σεαυτοῦ καὶ ἡμῶν· σαυτοῦ μὲν, ἵνα μὴ κινδυνεύσῃς· ἡμῶν δὲ, ἵνα μὴ λυπηθῶ μεν ἐπὶ σοί. Φρόντιζε τῆς Ἐκκλησίας, ἵνα μὴ διὰ σὲ πολλοὶ τῶν μικρῶν βλαβῶσι, καὶ οἱ ἄλλοι δὲ πρόφα σιν λάβωσιν εἰς τὸ ἀναχωρεῖν. Εἰ μὲν οὖν τὸν και ρὸν ἐφοβήθης, καὶ καταπτήξας τοῦτο ἐποίησας, οὐκ ἀνδρικὸν τὸ φρόνημα· ἔδει γὰρ τὸν κατὰ Χριστὸν ζῆλον ἐν τοῖς τοιούτοις ἐπιδείκνυσθαι, καὶ μᾶλ λον ἐν ταῖς περιστάσεσι παῤῥησιάζεσθαι, λέγειν τε τὰ τοῦ μακαρίου Παύλου ῥήματα· Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν· καὶ μάλιστα, ὅτι οὐ πρέπει τῷ καιρῷ δουλεύειν, ἀλλὰ τῷ Κυρίῳ· εἰ δὲ τῶν Ἐκκλησιῶν ἡ διάταξις οὐκ ἀρέσκει σοι, οὐδὲ νομίζεις τὸ τῆς ἐπισκο πῆς λειτούργημα μισθὸν ἔχειν, ἀλλὰ καταφρονεῖν τοῦ ταῦτα διαταξαμένου Σωτῆρος πεποίηκας σαυτόν· παρακαλῶ, μὴ τοιαῦτα λογίζου, μηδὲ ἀνέχου τῶν ταῦτα