1

 2

1

Epistula ad Maximum

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΠΡΟΣ ΜΑΞΙΜΟΝ ΦΙΛΟΣΟΦΟΝ.

Τῷ ἀγαπητῷ καὶ ἀληθῶς ποθεινοτάτῳ υἱῷ Μαξίμῳ φιλοσόφῳ, Ἀθανάσιος ἐν Κυρίῳ χαίρειν. Ἐντυχὼν τοῖς νῦν γραφεῖσι παρὰ σοῦ, τὴν μὲν σὴν εὐλάβειαν ἀπεδεξάμην, τὴν δὲ προπέτειαν τῶν μὴ νοούντων μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται, ἐπὶ πολὺ θαυμάσας, ἐβουλευσάμην ἀληθῶς σιωπῆσαι. Τὸ γὰρ ἐπὶ τοῖς οὕτω φανεροῖς καὶ πλέον φωτὸς λάμπουσιν ἀποκρίνασθαι, οὐδὲν ἕτερόν ἐστιν ἢ προφάσεις ἀναισχυντίας τοῖς οὕτω παρανομοῦσι παρέχειν. Καὶ τοῦτο παρὰ τοῦ Σωτῆρος μεμαθήκαμεν. Νιψαμένῳ γὰρ τῷ Πιλάτῳ καὶ καταλαβομένῳ τὴν συκοφαντίαν τῶν τότε Ἰουδαίων, οὐκ ἔτι ἀπεκρίνατο αὐτῷ ὁ Κύριος, ἀλλὰ μᾶλλον ἐχρημάτιζε τῇ τούτου γυναικὶ, ἵνα μὴ ἐν λόγῳ, ἀλλὰ ἐν δυνάμει πιστεύηται ὁ κρινόμενος εἶναι Θεός. Τῷ δὲ Καϊάφᾳ μὴ ἀποκρινόμενος πρὸς τὴν φλυαρίαν, αὐτὸς τῇ ἐπαγγελίᾳ τοὺς πάντας εἰς γνῶσιν μετήγαγεν. Ἐπὶ πολὺ γοῦν ὑπερτιθέμενος καὶ ὁρῶν τὴν τῶν ἀναιδευομένων λογομαχίαν, μόλις ᾐδέσθην τὸν σὸν ὑπὲρ τῆς ἀληθείας ζῆλον, καὶ ὑπηγόρευσα οὐδὲν πλέον τῶν παρὰ σοῦ γραφέντων, ἵν' οἷς ἀντείρηκεν ὁ ἐναντίος, τούτοις λοιπὸν πεισθεὶς, παύσῃ τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ, καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον. Καὶ γένοιτο μὲν τοὺς τοιούτους μηκέτι ὀνειδίσαι μετὰ τῶν παροδευόντων τότε Ἰουδαίων τὸν κρεμάμενον ἐπὶ ξύλου, Εἰ Υἱός ἐστι τοῦ Θεοῦ, σώσει αὐτόν· ἐὰν δὲ ἄρα μηδὲ οὕτως καταδύωνται, ἀλλὰ σὺ τῆς ἀποστολικῆς μνημονεύων παραγγελίας, αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς, ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. Εἰ μὲν γὰρ Ἕλληνες ἢ τῶν Ἰουδαϊζόντων εἰσὶν οἱ τὰ τοιαῦτα τολμῶντες, ὡς μὲν 26.1088 Ἰουδαῖοι σκάνδαλον, ὡς δὲ Ἕλληνες μωρίαν νομιζέτωσαν τὸν σταυρὸν τοῦ Χριστοῦ· εἰ δὲ ὑποκρίνονται ὡς Χριστιανοὶ, μαθέτωσαν τὸν σταυρωθέντα Χριστὸν, Κύριον μὲν τῆς δόξης, δύναμιν δὲ Θεοῦ καὶ Θεοῦ σοφίαν αὐτὸν εἶναι. Εἰ δὲ ἀμφιβάλλουσιν, ὅτι καὶ Θεός ἐστιν, αἰδείσθωσαν τὸν Θωμᾶν τὸν ψηλαφήσαντα τὸν ἐσταυρωμένον, καὶ λέγοντα Κύριον αὐτὸν εἶναι καὶ Θεόν. Καὶ φοβείσθωσαν αὐτὸν τὸν Κύριον, τὸν μετὰ τὸ νίψαι τοὺς πόδας τῶν μαθητῶν λέγοντα· Ὑμεῖς φωνεῖτέ με ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Ἐν ᾧ δὲ σώματι τυγχάνων ἔνιψε τοὺς πόδας, ἐν τούτῳ τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐπὶ τὸ ξύλον. Ἐμαρτυρεῖτό τε δεσπότης τῆς κτίσεως, συστείλαντος μὲν τοῦ ἡλίου τὰς ἀκτῖνας, καὶ τῆς γῆς τρεμούσης, καὶ τῶν πετρῶν σχιζομένων, καὶ τῶν δημίων ἐπιγνόντων, ὅτι ἀληθῶς Θεοῦ Υἱός ἐστιν ὁ σταυρωθείς. Οὐ γὰρ ἀνθρώπου τινὸς ἦν τὸ βλεπόμενον σῶμα, ἀλλὰ Θεοῦ, ἐν ᾧ τυγχάνων καὶ ὅτε ἐσταυροῦτο, ἤγειρε νεκρούς. ∆ιὸ οὐδὲ καλὸν ἐκεῖνο αὐτῶν τόλμημα τὸ λέγον, ὅτι εἰς ἄνθρωπόν τινα ἅγιον ἐγένετο ὁ τοῦ Θεοῦ Λόγος (τοῦτο γὰρ ἐν ἑκάστῳ ἐγένετο τῶν προφητῶν καὶ τῶν ἄλλων ἁγίων), ἵνα μὴ καθ' ἕκαστον γεννώμενος καὶ πάλιν ἀποθνήσκων φαίνηται. Οὐκ ἔστι δὲ οὕτως· μὴ γένοιτο! Ἀλλ' ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν τῆς ἁμαρτίας αὐτὸς ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐκ Μαρίας τῆς Παρθένου προῆλθεν ἄνθρωπος καθ' ὁμοίωσιν ἡμετέραν, ὡς καὶ πρὸς Ἰουδαίους ἔφη· Τί ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; Οὐκ ἀνθρώπου τέ τινος μετέχοντες σώματος, ἀλλὰ αὐτοῦ τοῦ Λόγου σῶμα λαμβάνοντες, θεοποιούμεθα. Ἀμέλει κἀκεῖνο τεθαύμακα, πῶς ὅλως κἂν ἐννοῆσαι τετολμήκασιν, ὅτι φύσεως ἀκολουθίᾳ γεγένηται ἄνθρωπος. Εἰ γὰρ οὕτως ἦν, περιττὴ τῆς Μαρίας ἡ μνήμη. Οὐδὲ