Epistula festalis xxxix
ΤΟΥ ΑΥΤΟΥ ΕΚ ΤΗΣ ΛΘʹ. ΕΟΡΤΑΣΤΙΚΗΣ ΕΠΙΣΤΟΛΗΣ Β Περὶ τῶν θείων γραφῶν.
Ἀλλ' ἐπειδὴ περὶ μὲν τῶν αἱρετικῶν ἐμνήσθημεν ὡς νεκρῶν, περὶ δὲ ἡ μῶν ὡς ἐχόντων πρὸς σωτηρίαν τὰς θείας γραφάς, καὶ φοβοῦμαι μήπως, ὡς ἔγραψε Κορινθίοις Παῦλος, ὀλίγοι τῶν ἀκεραίων ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος πλανηθῶσιν ἀπὸ τῆς πανουργίας τῶν ἀνθρώπων, καὶ λοιπὸν ἐντυγχάνειν ἑτέροις ἄρξονται 72 τοῖς λεγομένοις ἀποκρύφοις, ἀπατώμενοι τῇ ὁμωνυμίᾳ τῶν ἀληθῶν βιβλίων, παρακαλῶ, ἀνέχεσθε, εἰ περὶ ὧν ἐπίστασθε, περὶ τούτων κἀγὼ μνημονεύων γράφω διά τε τὴν ἀνάγκην καὶ τὸ χρήσιμον τῆς ἐκκλησίας. Μέλλων δὲ τούτων μνημονεύειν, χρήσομαι πρὸς σύστασιν τῆς ἐμαυτοῦ τόλμης τῷ τύπῳ τοῦ εὐαγγελιστοῦ Λουκᾶ, λέγων καὶ αὐτός· Ἐπειδή πέρ τινες ἐπεχείρησαν ἀνατάξασθαι ἑαυτοῖς τὰ λεγόμενα ἀπόκρυφα καὶ μῖξαι ταῦτα τῇ θεοπνεύσθῳ γραφῇ, περὶ ἧς ἐπληροφορή θημεν, καθὼς παρέδοσαν τοῖς πα τράσιν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, ἔδοξε κἀμοί, προτραπέντι παρὰ γνησίων ἀδελφῶν καὶ μαθόντι ἄνωθεν ἑξῆς ἐκθέσθαι τὰ κανονιζόμενα καὶ παραδοθέντα, πιστευθέντα τε θεῖα εἶναι βιβλία, ἵνα ἕκαστος, εἰ μὲν ἠπατήθη, καταγνῷ τῶν πλανησάντων, ὁ δὲ καθαρὸς διαμείνας χαίρῃ πάλιν ὑπο μιμνησκόμενος. Ἔστι τοίνυν τῆς μὲν παλαιᾶς δια 73 θήκης βιβλία τῷ ἀριθμῷ τὰ πάντα εἰκοσιδύο, τοσαῦτα γάρ, ὡς ἤκουσα, καὶ τὰ στοιχεῖα τὰ παρ' Ἑβραίοις εἶναι παραδέδοται, τῇ δὲ τάξει καὶ τῷ ὀνόματι ἔστιν ἕκαστον οὕτως· πρῶτον Γένεσις· εἶτα Ἔξοδος· εἶτα Λευιτικόν· καὶ μετὰ τοῦτο Ἀριθμοί· καὶ λοιπόν, τὸ ∆ευτερονόμιον· ἑξῆς δὲ τούτοις ἐστὶν Ἰησοῦς ὁ τοῦ Ναυῆ· καὶ Κριταί· καὶ μετὰ τοῦτο ἡ Ῥούθ· καὶ πάλιν ἑξῆς, Βασιλειῶν βιβλία τέσσαρα· καὶ τούτων τὸ μὲν πρῶτον καὶ δεύτερον εἰς ἓν βιβλίον ἀριθμεῖ ται, τὸ δὲ τρίτον καὶ τέταρτον ὁμοί ως εἰς ἕν· μετὰ δὲ ταῦτα, Παρα λειπομένων πρῶτον καὶ δεύτερον, ὁμοίως εἰς ἓν βιβλίον πάλιν ἀριθ μούμενα· εἶτα Ἔσδρα πρῶτον καὶ δεύτερον ὁμοίως εἰς ἕν· μετὰ δὲ ταῦτα, βίβλος Ψαλμῶν· καὶ ἑξῆς Παροιμίαι· εἶτα Ἐκκλησιαστής· καὶ Ἆσμα ᾀσμάτων· πρὸς τούτοις ἔστι καὶ Ἰώβ· καὶ λοιπόν, Προφῆται, οἱ μὲν δώδεκα εἰς ἓν βιβλίον ἀριθμού μενοι, εἶτα Ἡσαΐας, Ἱερεμίας, καὶ σὺν αὐτῷ Βαρούχ, Θρῆνοι καὶ ἐπι 74 στολή, καὶ μετ' αὐτὸν Ἰεζεκιὴλ καὶ ∆ανιήλ. Ἄχρι τούτων τὰ τῆς παλαιᾶς διαθήκης ἵσταται. Τὰ δὲ τῆς καινῆς πάλιν οὐκ ὀκνη τέον εἰπεῖν. Ἔστι γὰρ ταῦτα· Εὐαγγέλια τέσσαρα, κατὰ Ματθαῖον, κα τὰ Μάρκον, κατὰ Λουκᾶν καὶ κατὰ Ἰωάννην· εἶτα μετὰ ταῦτα Πράξεις ἀποστόλων, καὶ ἐπιστολαὶ καθολικαὶ καλούμεναι τῶν ἀποστόλων ἑπτά, οὕτως· Ἰακώβου μὲν μία, Πέτρου δὲ δύο, εἶτα Ἰωάννου τρεῖς, καὶ μετὰ ταύτας Ἰούδα μία· πρὸς τού τοις Παύλου ἀποστόλου εἰσὶν ἐπιστολαὶ δεκατέσσαρες, τῇ τάξει γραφόμεναι οὕτως· πρώτη, πρὸς Ῥωμαίους, εἶτα πρὸς Κορινθίους δύο, καὶ μετὰ ταῦτα πρὸς Γαλάτας, καὶ ἑξῆς πρὸς Ἐφεσίους, εἶτα πρὸς Φι λιππησίους, καὶ πρὸς Κολοσσαεῖς, καὶ μετὰ ταῦτα πρὸς Θεσσαλονικεῖς δύο, καὶ ἡ πρὸς Ἑβραίους, καὶ εὐ θὺς πρὸς μὲν Τιμόθεον δύο, πρὸς δὲ Τίτον μία, καὶ τελευταία ἡ πρὸς Φιλήμονα μία· καὶ πάλιν Ἰωάννου Ἀποκάλυψις. 75 Ταῦτα πηγαὶ τοῦ σωτηρίου, ὥστε τὸν διψῶντα ἐμφορεῖσθαι τῶν ἐν τούτοις λογίων· ἐν τούτοις μόνοις τὸ τῆς εὐσεβείας διδασκαλεῖον εὐαγγελίζεται· μηδεὶς τούτοις ἐπιβαλλέτω, μηδὲ τούτων ἀφαιρείσθω τι. Περὶ δὲ τούτων ὁ κύριος Σαδδουκαίους μὲν ἐδυσώπει, λέγων· "Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν αὐτῶν", τοῖς δὲ Ἰουδαίοις παρῄνει· "Ἐρευνᾶτε τὰς γραφάς, ὅτι αὐταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ". Ἀλλ'
1