Homilia de semente

 ἡλιακαὶ ἀκτῖνες προσβάλλουσαι, ἀναξη ραίνουσι τὸν σπόρον. Καὶ γίνεται τὸ αἴτιον οὐ παρὰ τὸ ἄτονον τοῦ σπόρου, ἀλλὰ τὸ σαθρὸν τῆς γῆς. Πά λιν ὁ σπόρος

 οἴδαμεν τὸ ὑποκείμενον· ἡ γὰρ τῆς φυλλάδος ὁμοιότης ἀπατᾷ πολλάκις τοὺς προεστῶτας. Ὅταν δὲ ἡ διδασκαλία εἰς ἔργον προχωρήσῃ, καὶ ὁ καρπὸς τῶν ἔργων π

 ὅτι καὶ νεκρῶν ἐλευθερωτὴς γέγονεν, ἄκουε τῶν Εὐαγγελίων λεγόντων· «Καὶ πολλὰ σώματα τῶν κε κοιμημένων ἁγίων ἀνέστησεν.» Ἐν μνήματι ἐτέθη, καὶ πολλὰ μ

 ὁμοιότης μὲν τῶν πραγμάτων, πολλὴ δὲ διαφορὰ τῶν ὑποκειμένων. Χρισθεὶς δὲ ὁ ∆αβὶδ εἰς βασιλέα, οὐχ ἅμα ἥρπασε τὴν βασιλείαν, ἀλλ' ἠνείχετο πολλοῖς χρό

 πνεῦμα τὸ ἀκάθαρτον πνίγον ἀοράτως ἐπνίγετο, καὶ ἀνέψυχεν ὁ Σαούλ. Ἐφθόνει δὲ τῷ ∆α βὶδ διὰ τοιάνδε ὑπόθεσιν. Ἀλλόφυλοί ποτε ἐπέθεντο τῷ γένει τῶν Ἑβρ

 ἐπέμεινεν ἐν τῇ βουλῇ. Καὶ τῷ υἱῷ Ἰωνάθαν ἠγανάκτει, διὰ τὸ ἔχειν φίλα πρὸς τὸν ∆αβὶδ, καὶ ἐπεχείρησε τὸν ἴδιον υἱὸν ἀνελεῖν τῇ βασκανίᾳ τῆς διανοίας

 ἰδών τινα ἔχοντα ξηρὰν χεῖρα, καὶ γινώσκων ὅτι ἕτοιμοί εἰσιν οἱ Ἰουδαῖοι εἰς τὸ κατη 28.164 γορεῖν, λέγει πρὸς τὸν ἔχοντα τὴν χεῖρα τὴν ξηράν· «Ἀνάστη

 ἄγριον τῆς διανοίας ἡμεροῦν ἐβούλετο, καί φησι πρὸς αὐτούς· «Ἔξεστιν ἀγαθοποιῆσαι ἐν Σαββάτῳ, ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι, ἢ ἀπολέσαι; «Εἰ γὰρ εἶπεν αὐ

 ἐλεημοσύνην πτωχῷ. Καὶ ἄλλως δὲ αὐτὸ λάβωμεν. Πολλοί τινές εἰσιν ἀμελεῖς εἰς προσευχὰς, καὶ πᾶσαν μὲν τὴν ἡμέραν ἀσχολοῦνται περὶ ἐργασίας ἀνθρωπίνας,

Homilia de semente

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΟΜΙΛΙΑ ΕΙΣ ΤΟΝ ΣΠΟΡΟΝ.

Ἐν ἡμέρᾳ Σαββάτου συνήχθημεν, οὐ νοσοῦν τες Ἰουδαϊσμόν· οὐ γὰρ ἐφαπτόμεθα Σαββάτων ψευδῶν· παραγεγόναμεν δὲ ἐν Σαββάτῳ, τὸν Κύριον τοῦ Σαββάτου Ἰησοῦν προσκυνήσοντες. Πάλαι μὲν γὰρ ἦν ἐν τοῖς ἀρχαίοις τὸ τίμιον Σάββατον· μετέθηκε δὲ ὁ Κύριος τὴν τοῦ Σαββάτου ἡμέραν εἰς Κυριακήν· καὶ οὐχ ἡμεῖς ἐσμεν οἱ ἀφ' ἑαυτῶν τοῦ Σαββάτου καταφρονήσαντες, ἀλλ' ὁ προφήτης ἐστὶν ὁ ἀποβαλὼν καὶ εἰπών· «Τὰς νεομηνίας ὑμῶν καὶ τὰ Σάββατα μισεῖ ἡ ψυχή μου.» Μέχρι μὲν γὰρ ὅτε ἄξια ἐπράττετο τῶν πραγμάτων τῆς νομοθεσίας, ἢ μέχρις ὅτε μὴ ἦν παραγενόμενος ὁ ∆ιδάσκαλος, ἐνήργει τὰ τοῦ παιδαγωγοῦ· ἐλθόντος δὲ τοῦ ∆ιδασκάλου, κατηργήθη ὁ παιδαγωγὸς, καὶ ἡλίου ἀνατείλαντος, ὁ λύχνος ἐπαύσατο. Εὔκαιρος δὲ ἡμῖν γέγονε καὶ ἡ ἀνάγνωσις, κατὰ ἀκολουθίαν, περὶ Σαββάτου. Ἠκούομεν γὰρ ἀρτίως, ὅπως ὁ Ἰησοῦςἐπορεύετο διὰ τῶν σπορίμων, καὶ ὅπως τὴν χεῖρα τὴν ξηρὰν ἐθεράπευσε· καί μοι δοκεῖ καλῶς ἔχειν ὀλίγα εἰς τὸ ἀνάγνωσμα τοῦ Εὐαγγελίου εἰπεῖν. Ὁ Σωτὴρ ἡμῶν ἐπορεύετο διὰ τῶν σπορίμων, καὶ οἱ μαθηταὶ αὐτῷ ἠκολούθουν, καὶ στάχυας τίλλοντες, ἤσθιον· καὶ Ἰουδαῖοι ἐπετίμων αὐτοῖς λέγοντες· «Οὐκ ἔξεστι τοῦτο ποιεῖν ἐν Σαββάτῳ.» Κατὰ ποῖον νόμον, ὦ Ἰουδαῖοι; Κατὰ ποίαν Μω σέως νομοθεσίαν; Κατὰ ποίαν προφήτου φράσιν; 28.145 Ποῦ κεκώλυται τρέφεσθαι τὸν πεινῶντα; Ποῦ γέγραπται μὴ ἐμπλησθῆναι γαστέρα κενήν; Οἱ δὲ τὸ τρέφεσθαι ὀνειδίζοντες ἐν Σαββάτῳ, αὐτοὶ φόνοις ἐν Σαββάτῳ κατὰ τοῦ οἰκοδεσπότου εἰργάζοντο· λέγει γὰρ ἡ Γραφὴ ἐν τῷ Εὐαγγελίῳ περὶ τῆς ἡμέρας ἐν ᾗ ὁ Θεὸς ἔπαθεν· «Ἦν δὲ ἡμέρα ἐκείνη μεγάλη τοῦ Σαββάτου.» Καὶ τὸν μὲν νομοθέτην ἀναιροῦσιν ἐν Σαββάτῳ, τρέφεσθαι δὲ μαθητὰς ἐν Σαββάτῳ οὐ βούλονται. ∆ιὰ τοῦτο ὁ Σωτὴρ ἐν τοῖς ἀρτίως ἀναγνωσθεῖσιν, ἠρώτα αὐτούς· Τί ἔξεστιν ποιῆσαι ἐν τῷ Σαββάτῳ; ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι, ἢ ἀπολέσαι; τὸ τρέφεσθαι ὀνειδίζετε, τὸ δὲ φονεῦσαι κατεργάζεσθε; Ἀεὶ γὰρ οἱ Ἰουδαῖοι τὸν κώνωπα διυλίζουσι, τὴν δὲ κάμηλον καταπίνουσιν· ἀεὶ ἀκριβεῖς εἰσι περὶ τὸ ἀποδεκατῶσαι τὸ πήγανον καὶ τὸ λάχανον· τὰ δὲ βαρύτερα τοῦ νόμου οὐ τηροῦσι. Καὶ διαπορευομένων τῶν μαθητῶν, ἠγανάκτουν, ὅτι στάχυας ἔψωχον ταῖς χερσὶ, καὶ ἤσθιον. Οὐ σιδήρῳ ἀπέτεμνον, ἐπεὶ κατηγόρουν ὡς ἔργου· οὐδὲ ἄλλοις ἐργαλείοις ἐχρήσαντο, ἵνα μὴ κατηγορήσωσιν, ὡς μὴ τρεφομένων, ἀλλ' ἐργαζομένων. Νυνὶ δὲ τί μέμφεσθε τῷ ὑπὸ τοῦ Θεοῦ δοθέντι εἰς σωτηρίαν; Εἰ γὰρ ὁ Θεὸς οὐ τὸ τρέφεσθαι ἀπηγόρευσεν ἐν Σαββάτῳ, τί σὺ τοῦτο ὀνειδίζεις, ὅπερ ὁ Θεὸς οὐκ ἀπηγόρευσεν; ∆ιεπορεύετο τοίνυν ὁ Σωτὴρ διὰ τῶν σπορίμων· ὁ κόκκος τοῦ σίτου, διὰ τῶν σπορίμων, ὁ νοητὸς κόκκος τοῦ σίτου, ὁ πεσὼν εἰς ἕνα τόπον, καὶ ἀνα στὰς πολύχους εἰς τὴν οἰκουμένην· αὐτὸς γὰρ περὶ ἑαυτοῦ ἔλεγεν, ὅτι «Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου, πεσὼν εἰς τὴν γῆν, ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.» Εἴπωμεν αὐτὸ καὶ ἄλλως· ∆ιεπορεύετο τοίνυν ὁ Ἰησοῦς διὰ τῶν σπορίμων· αὐτὸς γὰρ ἐνίοτε μὲν κόκκος τοῦ σίτου καλεῖται διὰ τὸ θρεπτικόν· ἄλλοτε δὲ σπορεύς ἐστι, κατὰ τὸ εἰρημένον ἐν τοῖς Εὐαγγελίοις· «Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.» Σπείρει μὲν οὖν ὁ Ἰησοῦς δαψιλῶς· ἡ δὲ καρποφορία γίνεται πρὸς τὸ ὑποκείμενον· ὅπου μὲν γὰρ πετρώδης ἡ γῆ, εὐμαρῶς ξηραίνεται τὸ σπέρμα οὐκ ἀδυναμίᾳ τοῦ σπόρου, ἀλλὰ τῇ καχεξίᾳ τῆς γῆς· ὁ μὲν γὰρ σπό ρος ἐνεργής· ἄγονος δὲ ἡ γῆ βάθος μὴ κεκτημένη. Οὐκ ἀντεχούσης δὲ τῆς γῆς πρὸς ὑγρασίαν, πλεῖον αἱ

1