In nativitatem praecursoris
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ
Εἰς τὸ γενέθλιον τοῦ Προδρόμου, καὶ εἰς τὴν Ἐλισάβετ, καὶ εἰς τὴν Θεοτόκον.
Χώραν μὲν ἀποχερσωθεῖσαν, καὶ ὀνάγρων κα ταπάτημα γενέσθαι καταλειφθεῖσαν, βοῦς ἀροτὴρ κα μάτῳ ῥυμοτομῶν, ἐγείρει τοὺς αὔλακας· ὅσον γὰρ ἀκατέργαστος ἡ χώρα τῷ χρόνῳ μεμένηκε, τοσοῦτον ὁ πρὸς τὴν ἀροτρίασιν βοῦς παριστάμενος ἐπιπονω τέρῳ καμάτῳ συγκάμπτεται τὸν ζυγοφόρον ἐπεκτρίβων αὐχένα· γυναῖκα δὲ στειρωθεῖσαν καὶ μακροῖς χρόνοις παλαιωθεῖσαν, καὶ δυσὶ κακοῖς περιπεσοῦσαν, ἀγονίᾳ τε καὶ ἀτονίᾳ, ἀγονίᾳ φύσεως καὶ ἀτονίᾳ γη ραλεότητος, λόγῳ, καὶ οὐ πόνῳ, ὁ τῆς φύσεως δη 28.908 μιουργὸς Θεὸς Λόγος καὶ τὴν τοῦ σώματος παλαιό τητα ἀνακαινίζει, καὶ τὴν τῆς φύσεως στείρωσιν διορθοῦται. Καὶ μαρτυρεῖ μου τῷ λόγῳ ἡ γαμετὴ τοῦ ἱερέως Ζαχαρίου, Ἐλισάβετ, ἡ μὴ γελάσασα κατὰ τὴν Σάῤῥαν, ἀλλὰ πιστεύσασα κατὰ τὴν Ἄνναν, ἡ τοῖς κεχαλασμένοις μέλεσιν ὡς ἀετὸς ἀνακαινισθεῖσα· ἐπωλοτρόφησε γὰρ παῖδα γνώριμον, αἰδέσιμον, τῶν Ἰορ δανείων ῥείθρων συνόμιλον. Ὄντως μεγάλη ἐν γυναιξὶν Ἐλισάβετ, ὡς συγγενὴς τῆς ἐνδόξου Παρθένου, καθὼς ἤκουες ἀρτίως τοῦ Γαβριὴλ πρὸς τὴν Παρθένον λέγοντος· «Καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου.» Ὢ εὐγένεια γένους! ὢ ἄσκησις εὐλαβείας! ὢ καθαρότης βίου! ὢ ἁγνεία σώματος! ὢ θεοφίλεια ψυχῆς! ὢ μυ ροδόχον σκεῦος! Τὴν Εὔαν ἐπτέρνισεν ὁ ὄφις· τῇ Ἐλι σάβετ τὰ βέλτιστα ὁ ἄγγελος. Ὄντως μεγάλη ἐν γυ ναιξὶν Ἐλισάβετ, ἡ καὶ τὸν Βαπτιστὴν Ἰωάννην βαστάσασα, καὶ τὸν ἄπιστον Ζαχαρίαν ὀνειδίσασα. Καὶ ὅτι ἄπιστος Ζαχαρίας τὴν τοῦ σώματος ἀσθένειαν βε βαιοτέραν τῆς τοῦ Θεοῦ ἐπαγγελίας λογισάμενος, ἤκουες τῇ προτέρᾳ τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· «Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου, ἐκ δεξιῶν ἑστὼς τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.» Σύμβουλος ἡ ὀπτασία τῆς θεωρίας. Ἐκ δεξιῶν ὁ ἄγγελος ἵστατο, ἐπειδὴ δεξιὸς ἤμελλε τόκος τίκτεσθαι, τὴν δεξιὰν ὁδὸν τῆς τῶν οὐρανῶν βασιλείας κηρύττων, κατὰ τὸ φάσκον ῥητόν· «Ὁδοὺς τὰς ἐκ δεξιῶν οἶδεν ὁ Θεός· διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν·» οὐ τὴν ὁδὸν διαλλάττων, ἀλλὰ τὸν τρόπον αἰνιττόμενος. «Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυ ρίου ἐκ δεξιῶν ἑστὼς τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.» Ἀκουέτωσαν οἱ παρόντες, καὶ συνιέτωσαν, ὅτι ἄγγελοι τῷ θυσιαστηρίῳ παρίστανται· ὅπου δὲ ἀγγέ λων παράστασις, ἐκεῖ Θεοῦ κατασκήνωσις. Ζαχαρίας ὁ ἱερεὺς ἐξεφημερίαν ἐποίει, ἐξ ἡμερῶν εἰς ἡμέρας παριστάμενος τῇ λειτουργίᾳ· οὐχὶ δι' ὅλου χωρῶν, ἀλλ' ἐν τῇ ἐφημερίᾳ λειτουργῶν. Οἱ δὲ ἀποκληρω θέντες ἄγγελοι τοῦ Θεοῦ εἰς θυσιαστήριον ἐφημερίαν οὐ ποιοῦσιν, ἀλλὰ νύκτωρ καὶ μεθ' ἡμέραν ἀδιασπά στως παρίστανται τῷ θυσιαστηρίῳ. Ἴσασι καὶ τὸν καταφρονοῦντα, καὶ τὸν μὴ καταφρονοῦντα· γνωρί ζουσι καὶ τοὺς εὐλαβῶς προσιόντας, καὶ τοὺς οὐχ οὕτω προστρέχοντας· ἐπίστανται καὶ τοὺς εὐορκοῦν τας, καὶ τοὺς ἐπιορκοῦντας· σφραγίζουσι καὶ τοὺς καρποφοροῦντας, καὶ τοὺς ναρκιῶντας. Μὴ ὅτι λίθοις κεκαλλώπισται τὸ θυσιαστήριον σκόπει· ὑπὸ γὰρ ἀγγέ λων βαστάζεται, ὑπὸ ἀρχαγγέλων κυκλοῦται. Εἰ γὰρ πᾶν ὅριον ἐθνικὸν κατὰ ἀριθμὸν ἀγγέλων ὁροθετεῖται, κατὰ τὸ φάσκον ῥητόν· «Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ·» πόσῳ μᾶλλον τὸ θυσιαστή ριον ἀγγελοπλήρωτον, ὅπου ὁ
1