Vita Antonii

 οἷς ηὕρισκεν ἠρκεῖτο, καὶ πλέον οὐδὲν ἐζήτει. Μετὰ δὲ τὸν θάνατον τῶν γονέων, αὐτὸς μόνος κατελείφθη μετὰ μιᾶς βραχυτάτης ἀδελφῆς· καὶ ἦν ἐτῶν ἐγγὺς δ

 πρὸς ἀλλήλους ἀγάπην ἐσημειοῦτο· καὶ οὕτω πεπληρωμέ νος, ὑπέστρεφεν εἰς τὸν ἴδιον τοῦ ἀσκητηρίου τόπον· λοιπὸν αὐτὸς τὰ παρ' ἑκάστου συνάγων εἰς ἑαυ τ

 γαργαλισμοὺς κατὰ τῶν νέων ἀνεδεξάμην, καὶ πνεῦμα πορνείας κέκλη μαι. Πόσους θέλοντας σωφρονεῖν ἠπάτησα! Πόσους ἐγκρατευομένους μετέπεισα γαργαλίζων!

 ἀσκητὴν ἐκ τῆς πολιτείας τοῦ μεγάλου Ἠλίου καταμανθάνειν, ὡς ἐν ἐσόπτρῳ τὸν ἑαυτοῦ βίον ἀεί. Οὕτω δὴ οὖν συσφίγξας ἑαυτὸν ὁ Ἀντώνιος, ἀπήρχετο εἰς τὰ

 ἐπελάθετο τῆς ἀθλήσεως Ἀντωνίου, ἀλλ' εἰς ἀντίληψιν αὐτοῦ παρα γέγονεν. Ἀναβλέψας γοῦν, εἶδε τὴν στέγην ὥσπερ διανοιγομένην, καὶ ἀκτῖνά τινα φωτὸς κατ

 εἶναι τούτους, καὶ φοβηθέν τες αὐτοὶ, τὸν Ἀντώνιον ἐκάλουν. Ὁ δὲ μᾶλλον τούτων ἤκουεν, ἢ ἐκείνων ἐφρόντιζε. Καὶ προσελ θὼν ἐγγὺς τῆς θύρας, παρεκάλει

 μὲν Γραφὰς ἱκανὰς εἶναι πρὸς δι δασκαλίαν· ἡμᾶς δὲ καλὸν παρακαλεῖν ἀλλήλους ἐν τῇ πίστει, καὶ ἀλείφειν ἐν τοῖς λόγοις. Καὶ ὑμεῖς τοίνυν ὡς τέκνα φέρε

 ἐν τούτῳ καὶ τὸν Κύριον συνεργὸν, ὡς γέγραπται· Παντὶ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν συνεργεῖ ὁ Θεὸς εἰς τὸ ἀγαθόν. Εἰς δὲ τὸ μὴ ὀλιγωρεῖν ἡμᾶς καλὸν τὸ το

 ἐν τῷ καθ' ἡμᾶς ἀέρι, καὶ μακρὰν οὐκ εἰσὶν ἀφ' ἡμῶν· πολλὴ δέ τίς ἐστιν ἐν αὐτοῖς ἡ διαφορά. Καὶ περὶ μὲν τῆς φύσεως αὐτῶν καὶ τῆς διαφορᾶς πολὺς ἂν ε

 ἐχθρός· ∆ιώξας καταλήψομαι· καὶ πάλιν δι' ἑτέρου· Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου, ὡς νεοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ. Καὶ ὅλως το

 ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ 26.884 δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Πάντα γὰρ ποιοῦσι, καὶ λαλοῦσι,

 σμοῖς· ἐξ ὧν μᾶλλον καταφρονητέοι ὡς ἀσθενεῖς ὀφεί λουσιν εἶναι. Ὁ γοῦν ἀληθινὸς ἄγγελος, ἀποσταλεὶς παρὰ τοῦ Κυρίου κατὰ τῶν Ἀσσυρίων, οὐ χρείαν ἔσχε

 ἐψεύσαντο αὐτοί. Οὕτω καὶ περὶ τοῦ ποταμίου ὕδατος ἔστιν ὅτε φλυαροῦσιν· ἑωρακότες γὰρ πολλοὺς ὑετοὺς γινομέ νους ἐν τοῖς τῆς Αἰθιοπίας μέρεσι, καὶ εἰ

 τοῦ Θεοῦ διδόντος οὕτως. Ἡ μὲν γὰρ τῶν ἁγίων ὀπτασία οὐκ ἔστι τεταραγμένη. Οὐκ ἐρίσει γὰρ, οὔτε κραυγάσει, οὐδὲ ἀκούσει τις τῆς φωνῆς αὐτῶν. Ἡσύχως δὲ

 ἐστι τῆς ἡμῶν ἀρετῆς καὶ τοῦ βίου· τὸ δὲ ἐκβάλλειν δαίμονας, τοῦ δεδωκότος Σωτῆρός ἐστιν ἡ χάρις αὕτη. Ὅθεν τοῖς μὴ ἐν ἀρετῇ, ἀλλ' ἐν σημείοις καυχωμέ

 τανᾶς. Εἶτα λέγοντός μου· Τί οὖν ἐνταῦθα πάρει; ἔλεγεν ἐκεῖνος· Τί μέμφονταί με μάτην οἱ μοναχοὶ, καὶ οἱ ἄλλοι πάντες Χριστιανοί; Τί μοι καταρῶνται κα

 παρεκβαλεῖτο, καὶ ἄλλων ἡ οἴησις ἐπαύετο· πάντες τε ἐπείθοντο καταφρονεῖν τῆς δαιμονικῆς ἐπιβουλῆς, θαυμάζοντες τὴν δοθεῖσαν παρὰ τοῦ Κυρίου Ἀντωνίῳ χ

 προθυμίαν· ηὔχετο γὰρ καὶ αὐτὸς μαρ τυρῆσαι, καθὰ προεῖπον. Αὐτὸς μὲν οὖν λυπουμένῳ ἐῴκει, ὅτι μὴ μεμαρτύρηκεν· ὁ δὲ Κύριος ἦν αὐτὸν φυλάττων εἰς τὴν

 καὶ φοί νικες ἀμεληθέντες ὀλίγοι. Ὁ οὖν Ἀντώνιος, ὥσπερ θεόθεν κινούμενος, ἠγάπησε τὸν τόπον· οὗτος γὰρ ἦν ὃν ἐσήμανεν ὁ λα λήσας αὐτῷ παρὰ τὰς ὄχθας

 μέλλετε, ἀλλ' ἀναχω 26.920 ρεῖτε· Χριστοῦ γὰρ δοῦλός εἰμι. Ταῦτα τοῦ Ἀντωνίου λέγοντος, ἔφυγον ἐκεῖναι, ὡς ὑπὸ μάστιγος τοῦ λόγου, διωκόμεναι. Εἶτα με

 ἀνακρίνετε, καὶ ἑαυτοὺς δοκιμά ζετε. Καθ' ἡμέραν τοίνυν τῶν ἡμερινῶν καὶ τῶν νυ κτερινῶν πράξεων τὸν λόγον ἕκαστος παρ' ἑαυτῷ λαμβανέτω· καὶ, εἰ μὲν ἥ

 κἀκείνους εἰσελθεῖν, τοῦτο μὲν οὐκ ἐπέτρεψεν, εἶπε δέ· Ὑπάγετε, καὶ εὑρήσετε αὐτὴν, εἰ μὴ ἀπέθανε, τεθεραπευμένην. Οὐ γὰρ ἐμόν ἐστι τοῦτο κατόρθωμα, ἵ

 τῇ ὥρᾳ κεκοιμῆσθαι τὸν Ἀμοῦν, ἐν ᾗ τὴν ψυχὴν εἶδεν ἀναφερομένην ὁ γέ ρων αὐτοῦ. Καὶ πάνυ καὶ οὗτοι κἀκεῖνοι τὸ καθαρὸν τῆς ψυχῆς ἐθαύμαζον Ἀντωνίου, π

 κωλῦσαι ὥστε μὴ διαβῆναι. Τῶν δὲ ὁδηγούντων ἀντιμαχομένων, ἀπῄτουν ἐκεῖνοι λόγον, εἰ μὴ ὑπεύθυνος αὐτοῖς εἴη. Θελόντων τοίνυν συνᾶραι λόγον ἀπὸ τῆς γε

 πρὸς ὠφέλειαν διελέγετο· τὰ δὲ τῆς εὐχῆς αὐτῷ παρεχώρει, οὐκ αἰδούμενος μαν θάνειν καὶ αὐτός. Καὶ γὰρ πολλάκις ἐπυνθάνετο, καὶ 26.940 ἠξίου παρὰ τῶν σ

 πιστεύοντες ὠφελεῖσθαι. Ἀμέλει τοσοῦτοι γεγό 26.944 νασι Χριστιανοὶ ἐν ταῖς ὀλίγαις ἡμέραις ἐκείναις, ὅσους ἄν τις εἶδεν ἐνιαυτῷ γενομένους. Εἶτα, τιν

 Χριστὸν ἄνθρωπον πεφανερῶσθαι· ὅπου γε ὑμεῖς, ἐκ τοῦ οὐρανοῦ τὴν ψυχὴν χωρίζοντες, φάσκετε πεπλανῆσθαι αὐτὴν καὶ πεπτωκέναι ἀπὸ τῆς ἁψίδος τῶν οὐρανῶν

 πίστεως νοοῦμεν, τοῦτο ὑμεῖς διὰ λόγων κατασκευάζειν πειρᾶσθε· καὶ πολλάκις οὐδὲ φράσαι ἃ νοοῦμεν δύνασθε· ὥστε βελτίων καὶ ὀχυ ρωτέρα ἡ διὰ πίστεως ἐ

 ἀλλὰ πίστις δι' ἀγάπης τῆς εἰς τὸν Χριστὸν ἐνεργουμένης· ἥντινα ἐὰν σχοίητε καὶ ὑμεῖς, οὐκέτι τὰς διὰ λόγων ἀποδείξεις ζητήσετε· ἀλλ' αὐτ άρκη τὴν εἰς

 Ἀρειανοὶ ἀλόγως πράττουσιν ὡς τὰ κτήνη. Ὡς δὲ ταύτην εἶδε τὴν θεωρίαν, τοὺς συνόντας παρεκάλεσε, λέγων· Μὴ ἀθυ μεῖτε, τέκνα· ὥσπερ γὰρ ὠργίσθη ὁ Κύριο

 ἐπερχομένην ἐπὶ σέ· παῦσαι οὖν διώκων Χριστιανοὺς, μή ποτέ σε ἡ ὀργὴ καταλάβῃ· μέλλει γὰρ ἤδη ἐπὶ σὲ ἔρχεσθαι. Ὁ δὲ Βαλάκιος, γελάσας, τὴν μὲν ἐπιστολ

 πάλιν ἑαυτοὺς ἐν τῷ βίῳ τούτῳ θεωρήσομεν. Καιρός ἐστι κἀμὲ λοιπὸν ἀναλῦσαι· εἰμὶ γὰρ ἐγγὺς ἐτῶν πέντε καὶ ἑκατόν. Οἱ μὲν οὖν ἀκούσαντες, ἔκλαιον, καὶ

 μνημονεύετε ὡς περὶ πατρὸς, μὴ ἀφεῖτέ τινας τὸ σῶμά μου λαβεῖν εἰς Αἴγυπτον, μήπως ἐν τοῖς οἴκοις ἀπόθωνται· τούτου γὰρ χάριν εἰσῆλθον εἰς τὸ ὄρος, κα

 κρυπτομένους, καὶ σπουδάζοντας ἀναχωρεῖν, φανεροὺς καὶ διαβοήτους διά τε τὴν ἀρετὴν αὐτῶν καὶ τὴν τῶν ἄλλων ὠφέλειαν πανταχοῦ ποιεῖ. Ἐὰν δὲ χρεία γένη

Vita Antonii

ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΝΤΩΝΙΟΥ ΣΥΓΓΡΑΦΕΙΣ ΚΑΙ ΑΠΟΣΤΑΛΕΙΣ ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΤΗ ΞΕΝΗ ΜΟΝΑΚΟΥΣ ΠΑΡΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ

ΑΛΕΧΑΝ∆ΡΕΙΑΣ 26.837 ΠΡΟΟΙΜΙΟΝ.

Ἀγαθὴν ἅμιλλαν ἐνεστήσασθε πρὸς τοὺς ἐν Αἰγύπτῳ μοναχοὺς, ἤτοι παρισωθῆναι, ἢ καὶ ὑπερβάλλεσθαι τούτους προελόμενοι τῇ κατ' ἀρετὴν ὑμῶν ἀσκήσει. Καὶ γὰρ καὶ παρ' ὑμῖν λοιπὸν μοναστήρια, καὶ τὸ τῶν μοναχῶν ὄνομα πολιτεύεται. Ταύτην μὲν οὖν τὴν πρόθεσιν δικαίως ἄν τις ἐπαινέσειε, καὶ εὐχομέ νων ὑμῶν, ὁ Θεὸς τελειώσειεν· ἐπειδὴ δὲ ἀπῃτή σατε καὶ παρ' ἐμοῦ περὶ τῆς πολιτείας τοῦ μακαρίου Ἀντωνίου, μαθεῖν θέλοντες ὅπως τε ἤρξατο τῆς ἀσκή σεως, καὶ τίς ἦν πρὸ ταύτης, καὶ ὁποῖον ἔσχε τοῦ βίου τὸ τέλος, καὶ εἰ ἀληθῆ τὰ περὶ αὐτοῦ λεγό μενά ἐστιν, ἵνα καὶ πρὸς τὸν ἐκείνου ζῆλον ἑαυτοὺς ἀγάγητε· μετὰ πολλῆς προθυμίας ἐδεξάμην τὸ παρ' ὑμῶν ἐπίταγμα. Κἀμοὶ γὰρ μέγα κέρδος ὠφελείας ἐστὶ καὶ τὸ μόνον Ἀντωνίου μνημονεύειν. Οἶδα δὲ, ὅτι καὶ ὑμεῖς ἀκούσαντες, μετὰ τοῦ θαυμάσαι τὸν ἄν θρωπον, θελήσετε καὶ ζηλῶσαι τὴν ἐκείνου πρόθεσιν· ἔστι γὰρ μοναχοῖς ἱκανὸς χαρακτὴρ πρὸς ἄσκησιν ὁ Ἀντωνίου βίος. Οἷς μὲν οὖν ἠκούσατε περὶ αὐτοῦ παρὰ τῶν ἀπαγγειλάντων, μὴ ἀπιστήσητε, ὀλίγα δὲ μᾶλλον ἀκηκοέναι παρ' αὐτῶν νομίζετε· πάντως γὰρ κἀκεῖνοι μόγις τοσαῦτα διηγήσαντο. Ἐπεὶ κἀγὼ, προτραπεὶς παρ' ὑμῶν, ὅσα ἂν διὰ τῆς ἐπιστολῆς ση μανῶ, ὀλίγα τῶν ἐκείνου μνημονεύσας ἐπιστείλω· καὶ ὑμεῖς δὲ μὴ παύσησθε τοὺς ἐνθένδε πλέοντας ἐρω τᾷν. Ἴσως γὰρ, ἑκάστου λέγοντος ὅπερ οἶδε, μόγις ἐπαξίως ἡ περὶ ἐκείνου γένηται διήγησις. Ἐβουλό μην γὰρ οὖν, δεξάμενος ὑμῶν τὴν ἐπιστολὴν, μετα 26.840 πέμψασθαί τινας τῶν μοναχῶν, τῶν μάλιστα πυκνό τερον εἰωθότων πρὸς αὐτὸν παραγίνεσθαι· ὡς ἄν τι πλέον μαθὼν πληρέστερον ὑμῖν ἐπιστείλω· ἐπειδὴ δὲ γὰρ καὶ ὁ καιρὸς τῶν πλωΐμων συνέκλειε, καὶ ὁ γραμματοφόρος ἔσπευδε· διὰ τοῦτο ἅπερ αὐτός τε γινώσκω (πολλάκις γὰρ αὐτὸν ἑώρακα), καὶ ἃ μαθεῖν ἠδυνήθην παρ' αὐτοῦ, ἀκολουθήσας αὐτῷ χρό νον οὐκ ὀλίγον, καὶ ἐπιχέων ὕδωρ κατὰ χεῖρας αὐτοῦ, γράψαι τῇ εὐλαβείᾳ ὑμῶν ἐσπούδασα· παντα χοῦ τῆς ἀληθείας φροντίσας, ἵνα μήτε πλέον τις ἀκού σας ἀπιστήσῃ, μήτε πάλιν ἐλάττονα τοῦ δέοντος μαθὼν, καταφρονήσῃ τοῦ ἀνδρός. Ἀντώνιος γένος μὲν ἦν Αἰγύπτιος, εὐγενῶν δὲ γονέων καὶ περιουσίαν αὐτάρκη κεκτημένων, καὶ 26.841 Χριστιανῶν αὐτῶν ὄντων, Χριστιανικῶς ἀνήγετο καὶ αὐτός. Καὶ παιδίον μὲν ὢν, ἐτρέφετο παρὰ τοῖς γο νεῦσι, πλέον αὐτῶν καὶ τοῦ οἴκου μηδὲν ἕτερον γινώ σκων· ἐπειδὴ δὲ καὶ αὐξήσας ἐγένετο παῖς, καὶ προ έκοπτε τῇ ἡλικίᾳ, γράμματα μὲν μαθεῖν οὐκ ἠνέσχετο, βουλόμενος ἐκτὸς εἶναι καὶ τῆς πρὸς τοὺς παῖδας συν ηθείας· τὴν δὲ ἐπιθυμίαν πᾶσαν εἶχε, κατὰ τὸ γεγραμ μένον περὶ τοῦ Ἰακὼβ, ὡς ἄπλαστος οἰκεῖν ἐν τῇ οἰκίᾳ αὐτοῦ. Συνήγετο μέντοι μετὰ τῶν γονέων ἐν τῷ Κυριακῷ· καὶ οὔτε ὡς παῖς ἐῤῥᾳθύμει, οὔτε ὡς τῇ ἡλικίᾳ προκόπτων κατεφρόνει· ἀλλὰ καὶ τοῖς γονεῦσιν ὑπετάσσετο, καὶ τοῖς ἀναγνώσμασι προσ έχων, τὴν ἐξ αὐτῶν ὠφέλειαν ἐν ἑαυτῷ διετήρει. Οὔτε δὲ πάλιν ὡς παῖς ἐν μετρίᾳ περιουσίᾳ τυγχάνων ἠνώχλει τοῖς γονεῦσι ποικίλης καὶ πολυτελοῦς ἕνεκα τροφῆς, οὔτε τὰς ἐκ ταύτης ἡδονὰς ἐζήτει· μόνοις δὲ

1