Vita sanctae Syncleticae

 πρώτην ἡλικίαν· τοῦτο μὲν ὑπὸ τῆς περιουσίας δε λεαζομένους, τοῦτο δὲ καὶ ὑπὸ τῆς τῶν γονέων κο σμιότητος, καὶ πρὸς ἐπὶ τούτοις ὑπ' αὐτῆς τῆς κόρης το

 ψυχῇ τὸ εὐανθὲς ἔφερε· κατὰ γὰρ τὸν Ἀπόστολον λέγοντα ἔπραττεν· Ὅσῳ γὰρ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, φησὶν, τοσοῦ τον ὁ ἔνδον ἀνακαινοῦται. Οὕτω

 σθαι ταῖς σωματικαῖς ἐπιθυμίαις· ὥσπερ δὲ δένδρον καθυλομανοῦν περιετέμνετο τῶν ἀκάρπων κλάδων τὰ βλαστήματα· τὰς μὲν γὰρ ἀκανθώδεις τῆς διανοίας ἐκφύ

 σωτηρίου λόγου τὴν πρᾶξιν ἐξετέλεσεν· Ἐπιβήσῃ γὰρ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οἰκείως αὕτη ἤκουσε τό· Εὖ, δοῦλε ἀ

 τέλος νόμου εἶναι τὴν ἀγάπην. Ὅσα μὲν οὖν οἱ ἄνθρωποι χρήσιμα κατὰ χάριν τοῦ Πνεύ ματος εἴπωσιν, ἐκ τῆς ἀγάπης ἐστὶ, καὶ εἰς αὐ τὴν τελευτᾷ. Ἡ οὖν σωτ

 πορνείαν ἐνίκησας; τὴν διὰ τῶν αἰσθή σεων ἐχθρός σοι προθήσει. Ὅταν δὲ καὶ ταύτης σεαυτὴν κωλύσῃς, ἐν τοῖς κατὰ διάνοιαν χωρίοις 28.1504 ἐμφωλεύει, τὸ

 κρατήρων ηὐφραίνοντο. Ἦν δὲ αὐταῖς οἰνοχοοῦσα τὸ θεῖον πόμα καὶ νᾶμα ἡ μα καρία Συγκλητική. Ἑκάστη δὲ αὐτῶν ἐδέχετο ὅπερ ἐβούλετο, καὶ μία τῶν συνελθο

 ἐμπρῆσαι; οὐ πάρεστιν. Ὑπο ζύγια φθεῖραι; ἀλλ' οὐδὲ ταῦτα ἔχουσι. Φιλτάτοις ἅψασθαι; ἀλλὰ καὶ τούτοις μακρὰν χαίρειν εἶπον. Οὐκοῦν μεγίστη κατὰ τοῦ ἐχ

 ἀλλαχοῦ φησιν· Ἐν θλίψει ἐπλά τυνάς με. Καὶ πάλιν· Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν. Καὶ ἄλλα δὲ μυρία ἀγαθὰ τοιαῦτα ἐκ τῶν ἁγίων Γρ

 τὴν γηΐνην φαντασίαν ἀντίκεινται, πόσῳ μᾶλλον πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν φθονήσουσιν; ∆εῖ οὖν κατ' αὐτῶν παντοίως ὁπλίζεσθαι· καὶ γὰρ καὶ ἔξωθεν ε

 καὶ δι' αὐτοῦ τοὺς δυνατωτέρους τῶν ἀνθρώπων πει ρᾶται καθαιρεῖν. Ὥσπερ γὰρ οἱ δεινότατοι τῶν πο λεμιστῶν, μετὰ τὸ δαπανῆσαι τὰ λεπτότερα βέλη, τὸ την

 τίθησιν. Ἐμ βάλλει γὰρ αὐτῇ ὅτι, Σοὶ πορνευσάσῃ ποία ἔσται συγγνώμη; Καὶ τῇ ἄλλῃ φησίν· Οὕτω σου πλεονεκτη σάσης, ἀδύνατόν σε σωτηρίας τυχεῖν. Τὰς οὖν

 ἀῤῥαγοῦς σεαυτῷ παράστησον. Σφιγγέτω σου καὶ συνεχέτω σου τὰς ἀρετὰς αὕτη ἡ καλλίστη τῶν ἁπασῶν ἀρετῶν, ἡ ταπεινοφροσύνη. Ὁρᾷς καὶ τὴν τῶν ἁγίων τριῶν

 μὲν ὀργίζεσθαι ὡς ἐν κακοῖς ἔλαττον· ἡ δὲ μνησικακία πάντων ἐστὶ βαρυτέρα. Ὁ γὰρ θυ μὸς ὥσπερ καπνὸς πρὸς ὀλίγον θολώσας τὴν ψυχὴν διαλύεται· ἡ δὲ μνη

 Τινὲς μὲν γὰρ, θεασάμενοι μαστιζόμενον ἢ φυλακιζόμενον, ἀμαθῶς τὴν κοσμικὴν ἐκείνην παροιμίαν ἔφασαν, τὴν λέγουσαν, ὡς Ὁ στρώσας κακῶς ταλαιπωρήσει ἐν

 ἀνεξικακία, καὶ τὸ τέλειον ἀγαθὸν, ἡ ἀκτημο σύνη. Οὐκ ἐνδέχεται γάρ τινα ταύτης τῆς ἀρετῆς, λέγω δὴ τῆς ἀγάπης, ἐφικέσθαι, εἰ μὴ ἐκ τῆς ἀκτη μοσύνης·

 βελτίονας, ὅσοι μάλιστα δεξιᾶς τετυχήκασι προαιρέσεως, ἑαυτῷ παρέστησεν εἰς λειτουργίαν. Οὗτοι πάντων τῶν γηΐνων πραγμά των τυγχάνουσιν ἀλλότριοι· τῆς

 Θεὸν γὰρ ἀρχὴν πάντων τίθεται τῶν γενομέ νων καὶ γινομένων ἀγαθῶν· καὶ δευτέραν τὴν οἰκείαν γνώμην ἡγεμόνα καὶ κριτὴν καθίστησιν ἀρετῆς τε καὶ κακίας.

 ἀνθρώπῳ αἱ ὁδοὶ αὐ τοῦ, πάλιν ὁμοίως προσφέρουσιν εἰς τὴν ἰδίαν κατα στροφήν· ὁδοὺς γὰρ μὴ ἔχοντες, ἐξιχνιάσαι βούλονται. Ὁδὸν οὐκ ἔχει πλεονεξία, γασ

 γὰρ ἔχει παγίδας, καὶ δεινός ἐστι θηρευτής· καὶ τοῖς μὲν βραχυτάτοις στρουθίοις μικρὰ τίθησι σκάνδαλα· τοῖς δὲ μεγάλοις ὀρνέοις ἰσχυροὺς εὐτρεπίζει το

 δὲ τὸν Θεὸν καλέσωμεν ἑαυτῶν. Ζήσωμεν ἐνταῦθα σωφρό νως, ἵνα τῆς αἰωνίου ζωῆς τύχωμεν. Ὥσπερ γὰρ τὰ ἐν μήτρᾳ βρέφη, τελειωθέντα ἐξ ἐλάττονος τροφῆς τε

 πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει. Μὴ κορεσθῇς ἄρτου, καὶ οὐκ ἐπιθυμήσεις οἴνου. Τρία ἐστὶ τοῦ ἐχθροῦ τὰ πρῶτα κεφάλαια, ἐξ ὧν πᾶσα κακία κατάγεται· ἐπι

 τὰ γὰρ τῆς ἀπλη στίας ὄργανα ἀπεβάλομεν, ἀλλὰ τοῖς ἔνδον ὀφθαλμοῖς τὴν δόξαν Κυρίου κατοπτριζόμεθα. Ἐκωφεύσαμεν; 28.1549 εὐχαριστήσωμεν τὴν ματαίαν ἀκ

 ἀγῶνα τὴν γενναιοτάτην παρ θένον· καὶ τοσοῦτον αὐτῇ τῇ ἔχθρᾳ ἀμύνεται, ὡς μηδὲ τῶν ἔξωθεν μελῶν ἐνάρξασθαι τῆς πληγῆς· ἀλλὰ, τῶν ἐνδοσθίων ἁψάμενος, β

 οὖν μέγιστα τῶν ἐν ἀνθρώποις κα λῶν ἐκ θείας χάριτος αὐτοῖς προσγίνεται· τὰ δὲ δο κοῦντα σμικρὰ τυγχάνειν δι' ἑαυτῶν ἀποσοβεῖν δεδι δάγμεθα. Ὁ οὖν τῷ

 σώματος ἀσθενείᾳ· γυναῖκα ὁρῶν, κατεφρόνει· ἠγνόει γὰρ αὐτῆς τὸ ἀνδρεῖον φρόνημα. Νοσοῦντα τὰ μέλη κατεμάνθανεν· ἐτύφλωττε γὰρ, τὸν ἰσχυρότατον αὐτῆς

 Τούτοις κέχρηνται ἐκβεβλημένοι ὑπὸ τοῦ Θεοῦ, διὰ τὸ μὴ καθαρὰν, ἀλλὰ μεμιγμένην ἔχειν τινὰ λατρείαν, οὔτε τῷ νόμῳ Μωσέως, οὔτε τοῖς ἔθεσι τοῖς 28.1568

Vita sanctae Syncleticae

ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΑΚΑ ΡΙΑΣ ΚΑΙ ∆Ι∆ΑΣΚΑΛΟΥ ΣΥΓΚΛΗΤΙΚΗΣ.

Ἔδει πάντας ἀνθρώπους τῶν καλῶν μὴ ἀμυήτους ὑπάρχειν. Οὕτω γὰρ ἂν ἐγγεγυμνασμένοι τοῖς πράγμα σιν εἰ εἶεν, τὸ ἀζήμιον εἶχον ἐν βίῳ· καὶ γοῦν τοὺς ἀκε ραιοτέρους τὰ πολλὰ τῶν χρηστῶν διέλαθεν. Τοῦτο δὲ πεπόνθασιν ἐκ τοῦ τὴν διάνοιαν αὐτοῖς ἀμβλυωτέραν καθεστάναι ὑπὸ τῆς ἀμελείας. Πολλάκις γὰρ καὶ μαρ γαρῖται πολύτιμοι εἰς πένητας παρῆλθον ἄνδρας. Οἱ δὲ ἀδοκίμαστον τὴν περὶ τούτων τέχνην ἔχοντες, ὡς μικρῶν τινων καὶ οὐδαμινῶν κατεφρόνησαν. Ἡμεῖς γοῦν, νηπίαν καὶ ἀνάσκητον ψυχὴν ἔχοντες, τῷ παρ όντι ἐντυγχάνοντες μαργαρίτῃ, οὐδὲν μέγα τοῦτον θεωροῦμεν, τῷ σχήματι μόνῳ ἐνατενίζοντες, τῆς δὲ φύσεως αὐτοῦ, ὅσον πρὸς γνῶσιν, μακρὰν τυγχάνον τες. Ὡς δὲ κατ' ὀλίγον ἐκ τῶν πέλας ἐδιδασκόμεθα τὸ κάλλος αὐτοῦ, θεῖος ἔρως καὶ ἡμῖν ἐνεγεννᾶτο πρὸς τὸ ὀφθέν· καὶ γὰρ αὐτὰ τὰ πράγματα ἐζωπύρει ἡμῶν πρὸς τὸν πόθον τὴν διάνοιαν. Τί δὲ λέγω τοὺς παρόντας, ἢ καὶ ἑαυτὸν συγκα ταριθμῶ τούτοις, ὥς τι εἰδότων ἡμῶν καὶ λεγόντων περὶ τῆς ἀοιδίμου καὶ μακαρίας Συγκλητικῆς; Οἶμαι γὰρ πᾶσαν ἀνθρώπων φύσιν λείπεσθαι πρὸς διήγησιν τῶν ἀγαθῶν αὐτῆς πράξεων. Εἰ δὲ καί τις ἐπιχειρήσειε λέγειν τι περὶ αὐτῆς, πολὺ μὲν καὶ ἄπειρον ἀπολει φθήσεται τῶν ζητουμένων, κἂν σοφὸς, κἂν ἐπιστή μων τυγχάνῃ. Ὥσπερ γὰρ οἱ τῷ ἡλίῳ ἀτενίσαι βου λόμενοι τὰς ὄψεις βλάπτονται, οὕτω καὶ οἱ κατοπτρί ζεσθαι τῷ βίῳ ταύτης πειρώμενοι, ὑπὸ τοῦ μεγέθους τῶν κατορθωμάτων ἰλιγγιάσαντες, ὑπενδόντες ἢ καὶ ἀτονήσαντες, σύγχυσιν ὑφίστανται τῇ διανοίᾳ. Ἡμεῖς δὲ κατὰ τὴν ἰδίαν δύναμιν ἰχνηλατοῦντες τὰ κατ' αὐτὴν, καὶ ἐκ τῶν συνηλίκων δὲ αὐτῆς τὰ κατὰ τὸν πρῶτον βίον ἀκροθιγῶς ἀκούσαντες, καὶ ἐξ αὐτῶν δὲ τῶν πραγμάτων ἀμυδρῶς καταυγασθέντες, ἐπὶ τὸ γράφειν ἥκομεν, ἑαυτοῖς τροφὰς σωτηριώδεις ἀποθησαυρίζοντες. Τὸ μὲν γὰρ κατ' ἀξίαν αὐτῆς λέ γειν οὐ μόνον ἡμῖν ἀδύνατον, ἀλλὰ καὶ τοῖς πολλοῖς δυσχερές. Ἡ τῆς οὐρανίου συγκλήτου ἐπώνυμος, χώρας τῆς Μακεδονίας τυγχάνει. Ἀκηκοότων γὰρ τῶν προγόνων αὐτῆς τὸ φιλόθεον καὶ φιλόχριστον τῶν Ἀλεξανδρέων, κατελάμβανον ἐκ Μακεδονίας τὴν τοῦ Μακεδόνος πό 28.1489 λιν. Ἐπιβαντῶν δὲ αὐτῶν τῇ χώρᾳ, καὶ μείζω εὑρόν τες τῆς φήμης τὰ πράγματα, φιλοφρόνως ᾤκουν αὐ τήν. Οὐ πλήθει δὲ δήμων συνέχαιρον, οὔτε μὴν οἰκη μάτων ἐθαύμαζον μέγεθος· πίστιν δὲ μονότροπον εὑρόντες σὺν εἰλικρινεῖ ἀγάπῃ, δευτέραν ἔθεντο τὴν οἰκείαν τῆς μετοικίας. Ἦν δὲ καὶ τῷ γένει περίβλεπτος ἡ μακαρία Συγκλητικὴ, καὶ τοῖς ἄλλοις δὲ τοῖς κατὰ τὸν κόσμον τερπνοῖς νομιζομένοις ἐκεκόσμητο. Παρῆν δὲ αὐτῇ καὶ ἀδελφὴ ὁμόφρων ἅμα, καὶ ἀδελφοὶ δύο, σεμνο τάτῳ καὶ αὐτοὶ ἀναχθέντες βίῳ· ὧν ὁ μὲν εἷς, ἐν τῇ παιδικῇ ἡλικίᾳ τυγχάνων, ἀπεγένετο· ὁ δὲ ἕτερος, ἐπιβὰς πέμπτῳ καὶ εἰκοστῷ ἔτει, παρὰ τῶν γονέων εἰς γάμον παρεκαλεῖτο· καὶ πάντων πρὸς τὸ ζητού μενον εὐτρεπισθέντων, καὶ τῶν ἐξ ἔθνους συμβολι κῶν ἐκτελουμένων, ἀπέπτη ὁ νέος ὥσπερ ὄρνεον ἐκ βρόχων, ἀνταλλαγὴν ποιησάμενος τῆς ἐπιγείου νύμ φης, τὴν ἄμωμον καὶ ἐλευθέραν τῶν ἁγίων σύνοδον. Αὕτη δὲ ἔτι ἐν ταῖς πατρῴαις ἀγκάλαις τυγχά νουσα, φιλοθεΐᾳ μὲν τὸ πρῶτον τὴν ψυχὴν ἠσκεῖτο· καὶ οὐχ οὕτω τὰς τοῦ σώματος ἐπιμελείας ἐποιεῖτο, ὡς τὰς τῆς φύσεως ὁρμὰς ἐπετήρει. Ἦν γὰρ καὶ κατὰ τὸ σῶμα περικαλλεστάτη, ὡς καὶ πολλοὺς αὐτῇ μνηστῆρας προσιέναι κατὰ τὴν

1