1
Expositio fidei Nicaenae
Ἐπακολούθως τῇ προτεταγμένῃ πίστει ἀναθεματίζομεν τὴν τοῦ Σαβελλίου πίστιν τὴν λέγουσαν, τὸν αὐτὸν εἶναι πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα· σφάλλονται γάρ, ὡς ὅτι ὁ πατὴρ αὐτός ἐστιν ὁ υἱός, καὶ ὡς ὅτι ὁ υἱὸς αὐτός ἐστιν ὁ πατήρ, ὡσαύτως καὶ τὸ ἅγιον πνεῦμα, ὥστε εἶναι ἓν πρόσωπον, τρία δὲ ὀνόματα· ταῦτα γὰρ ἀλλότρια τῆς πίστεως τυγχάνει· πατέρα γὰρ οἴδαμεν πατέρα, υἱὸν υἱόν, πνεῦμα ἅγιον τὸ πνεῦμα αὐτὸ ἅγιον, μίαν βασιλείαν, μίαν οὐσίαν, μίαν θεότητα. Ἔτι ἀναθεματίζομεν τὴν Φωτεινοῦ πίστιν τὴν λέγουσαν, ἀπὸ Μαρίας καὶ ὧδε εἶναι τὸν υἱόν, μὴ εἶναι δὲ αὐτὸν πρὸ τούτου, ἀλλὰ προοριστικῶς λέγεσθαι ἐν ταῖς γραφαῖς, ἀπὸ δὲ Μαρίας εἶναι αὐτὸν μόνον κατὰ τὴν θεότητα· ταῦτα δὲ ἀλλότρια τῆς πίστεως οἴδαμεν. Ὁ γὰρ υἱὸς ἀεὶ σὺν πατρὶ γεννηθεὶς ὑπῆρχεν καὶ σὺν πατρὶ ἦν, καθὼς γέγραπται· οὐκ ἦν γάρ ποτε, ὅτε οὐκ ἦν υἱός, ἀλλ' ἀεὶ πατὴρ ἔχων υἱόν· ἀδύνατον γὰρ πατέρα ἄνευ υἱοῦ ὄντα ποτὲ ὕστερον πατέρα λαλεῖσθαι κατὰ τροπήν, ἀλλ' ἀεὶ πατήρ, ἀεὶ υἱός, ὡς προείπα μεν· οὐ συναδελφός, ἀλλὰ γεννηθεὶς σὺν πατρὶ ἦν, ὡς προγέγραπται. Καὶ ταῦτα μὲν περὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ.
Περὶ δὲ τοῦ ἁγίου πνεύματος οὕτως πιστεύομεν· πνεῦμα θεῖον, πνεῦμα ἅγιον, πνεῦμα τέλειον, παράκλητον, ἄκτιστον, λαλῆσαν ἐν νόμῳ καὶ προφήταις καὶ ἀποστόλοις, καὶ καταβὰν ἐπὶ τὸν Ἰορδάνην. Περὶ δὲ τῆς ἐκ παρθένου σαρκώσεως τοῦ υἱοῦ οὕτως πιστεύομεν· ὅτι ἀνέλαβεν ἄνθρωπον τέλειον ἐκ τῆς θεοτόκου Μαρίας διὰ πνεύματος ἁγίου, σῶμα τε καὶ ψυχήν, ἀληθινῶς καὶ οὐ δοκήσει· οὕτως γὰρ ἦλθεν τελειῶσαι τὸν ἄνθρωπον, ὃν ἀνέλαβεν· καὶ ὅτι ἔπαθεν, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ, καὶ ὅτι εἰς τὸν οὐρανὸν ἀνελήφθη καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ πατρός, ἀποθεώσας τὸν ἄνθρωπον, ὃν ἀνέλαβεν, ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκροὺς κατὰ τῶν θεόθεν τὸ πρόλημμα. Εἰ δέ που προοριστικῶς αἱ θεῖαι γραφαὶ λέγουσιν αὐτὸν ὥσπερ κτίσμα, τὸ κατὰ σάρκα πληροῦσθαι καταλαμβάνομεν. Ἔτι δὲ ἀναθεματίζομεν τοὺς μὴ ὁμολογοῦντας ἀνάστασιν σαρκὸς καὶ πάσας αἱρέσεις τὰς κατὰ ταύτην πίστιν. Ἀνεθεματίσθη δὲ ἐν τοῖς προγεγραμμένοις καὶ ἡ ἄθεος πίστις τῶν Ἀρειανῶν ἐν τῷ πιστεύειν ἡμᾶς καὶ λέγειν· γεννηθέντα, οὐ ποιηθέντα. αὐτοὶ γὰρ λέγουσιν κτίσμα τὸν υἱὸν τοῦ θεοῦ. Πρὸς δὲ τὸ ἀναπληρῶσαι πάντα τῆς πίστεως μέρη ὁμολογοῦμεν καὶ λέγομεν· ὅτι πιστεύομεν εἰς μίαν ἐκκλησίαν, εἰς ἓν βάπτισμα, εἰς ἀνάστασιν σαρκός, εἰς βασιλείαν οὐρανῶν, εἰς κρίσιν αἰώνιον.