1

1

Sermo ob sacerdotum instructionem

ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΓΓΕΛΙΑ ΠΡΟΣ ΙΕΡΕΙΣ Γ Περὶ τῆς θείας χάριτος

Πρόσεχε σεαυτῷ, ὦ ἱερεῦ, καὶ οἷς μέλλεις διδάσκειν, καὶ βλέπε τὴν διακονίαν, ἣν παρέλαβες, ἵνα αὐτὴν πληροῖς· οὐ γὰρ ἐπίγειον διακονίαν ἐνεχειρίσθης, ἀλλ' οὐράνιον· οὐκ ἀνθρώπων, ἀλλ' ἀγγέλων. Σπούδασον σεαυτὸν παραστῆσαι τῷ κυρίῳ ἐργάτην ἀνεπαίσχυντον, ὀρ θοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. Μηδέποτε στῇς εἰς σύναξιν ἔχων ἔχθραν κατά τινος, ἵνα μὴ φυγα 188 δεύσῃς τὸν παράκλητον ἐν ἡμέρᾳ συνάξεως. Μὴ δικάζου, μηδὲ φιλονείκει καθόλου, ἀλλὰ κρυπτόμενος, ἐν τῇ ἐκκλησίᾳ μένων, προσεύχου καὶ ἀναγίνωσκε μέχρι τῆς ὥρας, ἐν ᾗ δεῖ σε τελέσαι τὴν θείαν μυσταγωγίαν· καὶ οὕτω παράστα ἐν κατανύξει τῷ ἁγίῳ θυσιαστηρίῳ, μὴ περιβλεπόμενος ἔνθεν κἀκεῖθεν, ἀλλὰ φρίκῃ καὶ φόβῳ παριστάμενος τῷ ἐπουρανίῳ βασιλεῖ. Μὴ διὰ θερα πείαν ἀνθρωπίνην ἐπισπεύσῃς τὰς εὐχὰς ἢ συντέμῃς, μὴ παρακαλῶν «λάμβανε πρόσωπον ἀνθρώπου», ἀλλ' ὅρα πρὸς τὸν προκείμενον βασιλέα καὶ τὰς παρεστώσας δυνάμεις κύκλω. Ἄξιον σεαυτὸν ποίησον τῶν ἱερῶν κανόνων· μὴ συλλειτούρ γει οὓς ὁ κανὼν ἀπωθεῖται. Ὅρα οὖν τίνι παρέστηκας, πῶς ἱε ρουργεῖς καὶ τίσι μεταδίδως.

Ὅρα 189 μὴ ἐπιλάθῃ τῆς δεσποτικῆς ἐντολῆς καὶ τῆς τῶν ἁγίων ἀποστόλων· «Μὴ δότε γάρ, φησί, τὰ ἅγια τοῖς κυσί, καὶ τοὺς μαργαρίτας μὴ βά λητε ἔμπροσθεν τῶν χοίρων»· «Βλέπετε τοὺς κύνας» καὶ τὰ ἑξῆς. Ὅρα οὖν μὴ φόβῳ ὑπαχθεὶς ἀνθρω πίνῳ, πτοηθῇς ἄνθρωπον εἰς πτῶ σίν σου· μὴ παραδῶς τὸν υἱὸν τοῦ θεοῦ εἰς χεῖρας ἀναξίων. Ὅρα οὖν μὴ ἐντραπῇς τοὺς ἐνδόξους τῆς γῆς, μηδ' αὐτὸν τὸν τὸ διάδημα περικείμενον πτοηθῇς ἐν τῇ ὥρᾳ ἐκείνῃ, ὅταν παρίστασαι ἱερουργῆσαι. Βλέπε τοὺς βουλομένους λαμβάνειν δωρεὰν ἐν τοῖς οἴκοις πῶς δίδως· ἐγὼ πρᾶγμα οὐκ ἔχω, σὺ ὄψει. Τοῖς δὲ τῆς θείας μεταλήψεως ἀξίοις μεταδίδου δωρεάν, ὡς καὶ αὐτὸς ἔλαβες· οἷς οἱ θεῖοι κανόνες 190 οὐκ ἐπιτρέπουσι μὴ μεταδώσης, ὡς ἐθνικοὶ γὰρ ἐλογίσθησαν καὶ πρὶν ἐπιστρέψωσι τοῖς μεταδιδοῦσιν αὐ τοῖς οὐαί. Ὅρα οὖν μὴ μῦς ἢ ἄλλο τι ἅψηται τῶν θείων μυστηρίων· μὴ ἐξ ἀμελείας σου νοτισθῇ ἢ καπνισθῇ ἢ χειρισθῇ ὑπὸ ἀνιέρων. [Ορα πῶς καταστέλλεις τὰ ἅγια μετὰ τὴν ἐκπλήρωσιν τῆς θείας λει τουργίας· μὴ σπεύδων μαργαρίτης ἀποπέσῃ, βλέπε μὴ ἐάσῃς ἔχον νᾶμα τὸ ἅγιον ποτήριον καὶ κονοπιασθῇ, ἀλλ' ἀμφότερα καταστείλας οὕτω πορεύου. Βλέπε, ἐὰν ἀπομείνωσιν ἅγια δῶ ρα οὐκ ἔξεστι κοινωνεῖν αὐτὰ πλὴν τῶν ἱερέων καὶ μόνον· εἰ δὲ μή γε, καὶ εἰσὶν αὐταρκῆ παιδία σώφρονα, ἄγαγε καὶ ταῦτα κοινωνήτωσαν, καὶ διαμεινάτωσαν νηστεύοντες ἕως ὥ ρας εʹ. Ὅρα μὴ μυῖαι πέσωσιν εἰς τὸ ἅγιον ποτήριον ἢ ἐπάνω τοῦ 191 ἄρτου καθήσωσιν· ὅρα μὴ ἄλλο τι ἅψηται τῶν θείων μυστηρίων]. Ταῦτα καὶ τὰ τοιαῦτα φυλάττων καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.