De synagogae defectu DE SYNAGOGE DEFECTU SEU TRANSNOMINATIONE ABRAMI IN

De synagogae defectu DE SYNAGOGE DEFECTU SEU TRANSNOMINATIONE ABRAMI IN

ABRAHAMUM.

Τοῦ ἁγίου Κυρίλλου, ἐκ τοῦ λόγου, οὗ ἡ ἐπι γραφή· Ἀπόδειξις διὰ τῶν ἀρχῆθεν γεγενημένων θείων χρησμῶν τοῖς θεσπεσίοις πα τριάρχαις περὶ τῆς ἀμείψεως καὶ μεταθέσεως τῶν Ἰουδαίων καὶ τῶν ἐθνῶν.

Ἡ τοῦ Ἀβραὰμ ἀντωνομασία κατείληπται σημαίνουσα τὸν τριαδικὸν

ἀριθμὸν τῶν θεαρχικῶν ὑποστάσεων· ἐπεὶ γὰρ Ἄβραμ ὠνομάσθη ὁ θεσπέσιος πατριάρχης, Ἀβραὰμ ἀντωνομάσθη θεόθεν. Εἰ μέν τις ἕλοιτο διερμηνεῦσαι τουτὶ, τοῦ ὀνόματος τὸ προκαταρκτικὸν στοιχεῖον τὸ α ἄγων μετὰ τοῦ συνημμένου καὶ συμπελάζοντος αὐτῷ, τοῦ β φημι, πάντως εὑρήσει καθ' ὑπερβιβασμὸν τοῦ μετὰ τὸ ρ α, σημαῖνον Πατήρ· τὸ γὰρ ἀβὰ, πατὴρ ἑρμηνεύεται δήπουθεν.

Εἰ δέ γε πάλιν διῃρημένως τὸ δεύτερον τῇ θέσει στοιχεῖον, λέγω δὴ τὸ β, μετὰ τοῦ συνημμένου καὶ συμπελάζοντος αὐτῷ ρ, διασαφῆσαι θελήσει, πάλιν εὑρήσει καθ' ὑπερβιβασμὸν ὡσαύτως τοῦ αὐτοῦ α, σημαῖνον Υἱός· τὸ γὰρ βὰρ, υἱὸς ἑρμηνεύεται δήπουθεν. Εἰ δὲ τὸ τελικὸν στοιχεῖον, λέγω δὴ τὸ μ, μετὰ τοῦ συνημμένου καὶ συμπελάζοντος αὐτῷ προσαναγνῶναι καὶ διασαφῆσαι βουληθείη, 76.1424 πάλιν ἀνθυποστρόφως εὑρήσει κατὰ σύλληψιν τοῦ αὐτοῦ ρ, σημαῖνον ὕψιστος· ἑρμηνεύεται γὰρ δηλονότι τὸ μὰρ, ὕψιστος· ὅπερ τοῦ παναγίου Πνεύματος αἰνίττεται τὴν ὑπόστασιν· Θεὸν αὐτὸν πεφυκέναι καὶ εἶναι περιφραστικῶς ἡμᾶς διδασκούσης τῆς λέξεως· οὐδὲν γὰρ ἕτερον ὁ ὕψιστος πέφυκεν, ἀλλ' ἢ πάντως κατὰ φύσιν Θεός. Ταύτης οὖν ὑπὸ Θεοῦ τῷ πατριάρχῃ δοθείσης ἀντωνομασίας, εὕρηται σαφῶς προγεγραμμένον τε καὶ προδεδηλωμένον καὶ τὸ τῆς ἁγίας Τριάδος ἀποῤῥητότατον καὶ μυστικώτατον δόγμα, σαφῶς ἐξ ὀνόματος Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ἐμφαινούσης καὶ σημαινούσης καὶ μυσταγωγούσης τῆς τοῦ Ἀβραὰμ προσηγορίας, κατὰ τὴν τοῦ Χριστοῦ καὶ Σωτῆρος ἡμῶν ἐπὶ τῆς θεολογίας ἀριδηλοτάτην ὀνομασίαν καὶ ἀπαρίθμησιν καὶ παράδοσιν.