1

 2

 3

 4

 5

 6

 7

 8

 9

1

Homerocentones fort. conditore operis et auctore Patricio quodam episcopo

̔Υπόθεσις τῶν Ὁμηροκέντρων.

Βίβλος Πατρικίοιο θεουδέος ἀρητῆρος, ὃς μέγα ἔργον ἔρεξεν, Ὁμηρείης ἀπὸ βίβλου κυδαλίμων ἐπέων τεύξας ἐρίτιμον ἀοιδήν, πρήξιας ἀγγέλλουσαν ἀνικήτοιο θεοῖο· ὡς μόλεν ἀνθρώπων ἐς ὁμήγυριν, ὡς λάβε μορφὴν ἀνδρομέην καὶ γαστρὸς ἀμεμφέος ἔνδοθι κούρης κρύπτετο τυτθὸς ἐών, ὃν ἀπείριτος οὐ χάδε κύκλος· ἠδ' ὡς παρθενικῆς θεοκύμονος ἔσπασε μαζὸν παρθενίοιο γάλακτος ἀναβλύζοντα ῥέεθρον· ὡς κτάνεν Ἡρώδης ἀταλάφρονας εἰσέτι παῖδας νήπιος, ἀθανάτοιο θεοῦ διζήμενος οἶτον· ὥς μιν Ἰωάννης λοῦσεν ποταμοῖο ῥεέθροις, ὥς τε δυώδεκα φῶτας ἀμύμονας ἔλλαχ' ἑταίρους· ὅσσων τ' ἄρτια πάντα θεὸς τεκτήνατο γυῖα νούσους τ' ἐξελάσας στυγερὰς βλεφάρων τ' ἀλαωτύν· ἠδ' ὅππως ῥείοντας ἀπέσβεσεν αἵματος ὁλκοὺς ἁψαμένης ἑανοῖο πολυκλαύτοιο γυναικός· ἠδ' ὅσσους μοίρῃσιν ὑπ' ἀργαλέῃσι δαμέντας ἤγαγεν ἐς φάος αὖτις ἀπὸ χθονίοιο βερέθρου· ὥς τε πάθους ἁγίου μνημήια κάλλιπεν ἄμμιν, ὥς τε βροτῶν ὑπὸ χερσὶ τάθη κρυεροῖς ἐνὶ δεσμοῖς αὐτὸς ἑκών· οὐ γάρ τις ἐπιχθονίων πολεμίζοι ὑψιμέδοντι θεῷ, ὅτε μὴ αὐτός γε κελεύοι· ὡς θάνεν, ὡς Ἀίδαο σιδήρεα ῥῆξε θύρετρα, κεῖθεν δὲ ψυχὰς θεοπειθέας οὐρανὸν εἴσω ἤγαγεν ἀχράντοισιν ὑπ' ἐννεσίῃσι τοκῆος ἀνστὰς ἐν τριτάτῃ φαεσιμβρότῳ ἠριγενείῃ ἀρχέγονον βλάστημα θεοῦ γενετῆρος ἀνάρχου.

Τούτους μὲν ἐξέθετο Πατρίκιος ἐπίσκοπος· ἡ δὲ ἀπολογία Εὐδοκίας Αὐγούστης τῆς Ἀθηναίας τῆς γυναικὸς Θεοδοσίου Αὐγούστου τοῦ νέου υἱοῦ Ἀρκαδίου βασιλέως αὕτη· Ἧδε μὲν ἱστορίη θεοτερπέος ἐστὶν ἀοιδῆς. Πατρίκιος δ', ὃς τῆνδε σοφῶς ἀνεγράψατο βίβλον, ἔστι μὲν ἀενάοιο διαμπερὲς ἄξιος αἴνου, οὕνεκα δὴ πάμπρωτος ἐμήσατο κύδιμον ἔργον. ἀλλ' ἔμπης οὐ πάγχυ ἐτήτυμα πάντ' ἀγόρευεν· οὐδὲ μὲν ἁρμονίην ἐπέων ἐφύλαξεν ἅπασαν, οὐδὲ μόνων ἐπέων ἐμνήσατο κεῖνος ἀείδων, ὁππόσα χάλκεον ἦτορ ἀμεμφέος εἶπεν Ὁμήρου. ἀλλ' ἐγὼ ἡμιτέλεστον ἀγακλεὲς ὡς ἴδον ἔργον Πατρικίου, σελίδας ἱερὰς μετὰ χεῖρα λαβοῦσα, ὅσσα μὲν ἐν βίβλοισιν ἔπη πέλεν οὐ κατὰ κόσμον, πάντ' ἄμυδις κείνοιο σοφῆς ἐξείρυσα βίβλου· ὅσσα δ' ἐκεῖνος ἔλειπεν, ἐγὼ πάλιν ἐν σελίδεσσι γράψα καὶ ἁρμονίην ἱεροῖς ἐπέεσσιν ἔδωκα. εἰ δέ τις αἰτιόῳτο καὶ ἡμέας ἐς ψόγον ἕλκοι, δοιάδες οὕνεκα πολλαὶ ἀρίζηλον κατὰ βίβλον εἰσὶν Ὁμηρείων τ' ἐπέων πόλλ' οὐ θέμις ἐστίν, ἴστω τοῦθ', ὅτι πάντες ὑποδρηστῆρες ἀνάγκης. εἰ δέ τις ὑμνοπόλοιο σαόφρονα Τατιανοῖο μολπὴν εἰσαΐων σφετέρην τέρψειεν ἀκουήν, δοιάδας οὕνεκα κεῖνος Ὁμηρείων ἀπὸ βίβλων οὔ ποτε συγχεύας σφετέρῃ ἐνεθήκατο δέλτῳ, οὐ ξένον, οὕνεκα κεῖνος Ὁμηρείης ἀπὸ μολπῆς, κεῖνος δ' ἐξ ἐπέων σφετέρων ποίησεν ἀοιδὴν Τρώων τ' Ἀργείων τε κακὴν ἐνέπουσαν ἀϋτήν, ὥς τε πόλιν Πριάμοιο διέπραθον υἷες Ἀχαιῶν, αὐτὴν Τροίαν ἔχουσαν, ἐν ἀργαλέῳ τε κυδοιμῷ μαρναμένους αὐτούς τε θεούς, αὐτούς τε καὶ ἄνδρας, οὕς ποτε χαλκεόφωνος ἀνὴρ ἀΰτησεν Ὅμηρος. Πατρίκιος δ', ὃς τῆνδε σοφὴν ἀνεγράψατο δέλτον, ἀντὶ μὲν Ἀργείων στρατιῆς γένος εἶπεν Ἑβραίων, ἀντὶ δὲ δαιμονίης τε καὶ ἀντιθέοιο φάλαγγος ἀθανάτους ἤεισε καὶ υἱέα καὶ γενετῆρα. ἀλλ' ἔμπης ξυνὸς μὲν ἔφυ πόνος ἀμφοτέροισι, Πατρικίῳ κἀμοί, καὶ θηλυτέρῃ περ ἐούσῃ· κεῖνος δ' ἤρατο μοῦνος ἐν ἀνθρώποις μέγα κῦδος, ὃς πάμπρωτος ἐπήξατο κλεινὸν ἕδος γε δόμοιο καλὴν ἐξανάγων φήμην βροτέοιο γενέθλης.